Pagina:Archimedis opera omnia cum commentariis Eutocii vol. II Lipsiae in aedibus Teubnerii edidit Heiberg.djvu/495

E Wikisource
Haec pagina emendata est
452
προβλημα βοεικον.

αὐτὰρ κυάνεαι τῷ τετράτῳ τε πάλιν  20
μικτοχρόων καὶ πέμπτῳ ὁμοῦ μέρει ἰσάζοντο
σὺν ταύροις· πάσαις εἰς νομὸν ἐρχομέναις.
Ξανθοτρίχων δ’ ἀγέλης πέμπτῳ μέρει ἠδὲ καὶ ἕκτῳ
ποικίλαι ἰσάριθμον πλῆθος ἔχον τετραχῇ.
ξανθαὶ δ’ ἠριθμεῦντο μέρους τρίτου ἡμίσει ἶσαι  25
ἀργεννῆς ἀγέλης ἑβδομάτῳ τε μέρει.
ξεῖνε, σὺ δ’ Ἠελίοιο βοῶς πόσαι ἀτρεκὲς εἰπών,
χωρὶς μὲν ταύρων ζατρεφέων ἀριθμόν,
χωρὶς δ’ αὖ θήλειαι ὅσαι κατὰ χροιὰν ἕκασται,
οὐκ ἄιδρίς κα λέγοι’ οὐδ’ ἀριθμῶν ἀδαής,  30
οὐ μὴν πώ γε σοφοῖς ἐναρίθμιος. ἀλλ’ ἴθι φράζευ
καὶ τάδε πάντα βοῶν Ἠελίοιο πάθη.
ἀργότριχες ταῦροι μὲν ἐπεὶ μιξαίατο πληθὺν
κυανέοις, ἵσταντ’ ἔμπεδον ἰσόμετροι
εἰς βάθος εἰς εὖρός τε, τὰ δ’ αὖ περιμήκεα πάντῃ  35
πίμπλαντο πλίνθου Θρινακίης πεδία.
ξανθοὶ δ’ αὖτ’ εἰς ἓν καὶ ποικίλοι ἀθροισθέντες
ἵσταντ’ ἀμβολάδην ἐξ ἑνὸς ἀρχόμενοι
σχῆμα τελειοῦντες τὸ τρικράσπεδον οὔτε προσόντων
ἀλλοχρόων ταύρων οὔτ’ ἐπιλειπομένων.  40
ταῦτα συνεξευρὼν καὶ ἐνὶ πραπίδεσσιν ἀθροίσας
καὶ πληθέων ἀποδούς, ὦ ξένε, τὰ πάντα μέτρα
ἔρχεο κυδιόων νικηφόρος, ἴσθι τε πάντως
κεκριμένος ταύτῃ ὄμπνιος ἐν σοφίῃ.

——————

21. στικτοχρόων Struvius. ἰσάζοντο. σὺν ταύροις πάσης Vincentius; ἰσάζοντο, σὺν ταύροις πάσης Lessingius. 22. πάσης — ἐρχομένης] Lessingius; πάσαις — ἐρχομέναις cod. Guelferb. πασῶν — ἐρχομενῶν Struvius. δ’ εἰς] Hermannus, εἰς cod. Guelferb., vulgo. 24. τετραχῇ] corruptum; ἀτρεκές Struvius; ἔχοντ’ άτρεχές Vincentius. τελέως Krumbiegel. ἔχοντ’ τετραχῇ Lessingius. 27. πόσοι Vincentius. βοῶν] Her