Jump to content

Concilium Constantinopolitanum I (PL 013)

Checked
E Wikisource
 EPUB   MOBI   PDF   RTF   TXT
Sine Nomine
Concilium Constantinopolitanum I
Epistola synodica
Saeculo IV

editio: Migne 1845
fons: Corpus Corporum


Migne Patrologia Latina Tomus 13


ConCon.EpiSyn 13 Concilium Constantinopolitanum Parisiis J. P. Migne 1845 early modern edition, no apparatus this file was encoded in TEI xml for the University of Zurich's Corpus Corporum project (www.mlat.uzh.ch) by Ph. Roelli in 2013 Classical Latin orthography latin

Παρὰ τῆς ἐν Κωνσταντινουπόλει συνόδου.(Apud Galland. ex THEODORITI. Hist eccl. lib. V, cap. 9, Interprete HENRICO VALESIO. Statuta ecclesiarum suarum non sinere, ut longius ab iis absint, eamque ob causam, necnon ob praestituti temporis angustiam se ad synodum Romanam non venisse. Ut ordinationes praesulum a se factas vel admissas, etiam Occidentales calculo suo comprobent.

Κυρίοις τιμιωτάτοις καὶ εὐλαβεστάτοις ἀδελφοῖς καὶ συλλειτουργοῖς Δαμάσῳ, Ἀμβροσίῳ Βρίττωνι, Οὐαλεριάνῳ, Ἀσχολίῳ, Ἀνεμίῳ, Βασιλείῳ, καὶ τοῖς λοιποῖς ἁγίοις ἐπισκόποις τοῖς συνεληλυθόσιν ἐν τῇ μεγάλῃ πόλει Ῥώμῃ, ἡ ἁγία σύνοδος τῶν ὀρθοδόξων ἐπισκόπων τῶν συνεληλυθότων ἐν τῇ μεγάλῃ πόλει Κωνσταντινουπόλει, ἐν Κυρίῳ χαίρειν.

Τὸ μὲν ὡς ἀγνοοῦσαν τὴν ὑμετέραν εὐλάβειαν διδάσκειν, καὶ διηγεῖσθαι τῶν παθῶν τὸ πλῆθος, τῶν ἐπαχθέντων ἡμῖν παρὰ τῆς τῶν Ἀρειομανῶν δυναστείας, περιττὸν ἴσως. Οὔτε γὰρ οὕτω πάρεργον τὰ καθ' ἡμᾶς κρίνειν τὴν ὑμετέραν ἡγούμεθα θεοσέβειαν, ὡς δεῖσθαι τοῦ μαθεῖν ταῦτα, οἷς ἐχρὴν συναλγεῖν. Οὔτε τοιοῦτοί τινες οἱ περισχόντες ἡμᾶς χειμῶνες, ὡς λανθάνειν ὑπὸ σμικρότητος, ὅτε χρόνος τῶν διωγμῶν νεαρὸς ἔναυλον ἔτι φυλάττων τὴν μνήμην οὐ τοῖς πεπονθόσι μόνον, ἀλλὰ καὶ τοῖς δι' ἀγάπην τὰ τῶν πεπονθότων οἰκειουμένοις. Χθές γὰρ, ὡς εἰπεῖν, ἔτι καὶ πρώην οἱ μὲν τῶν τῆς ἐξορίας λυθέντες δεσμῶν, εἰς τὰς ἑαυτῶν ἐκκλησίας, διὰ μυρίων ἐπανήκασι θλίψεων· τῶν δὲ καὶ τελειωθέντων ἐν ταῖς ἐξορίαις, ἐπανεκομίσθη τὰ λείψανα. Τινὲς δὲ καὶ μετὰ τὴν τῆς ἐξορίας ἐπάνοδον, ἔτι βράσσοντι τῷ τῶν αἱρετικῶν περιπεσόντες θυμῷ, πικρότερα τῶν ἐπὶ τῆς ἀλλοτρίας, ἐπὶ τῆς οἰκείας ὑπέμειναν, λίθοις παρ' αὐτῶν τελειωθέντες κατὰ τὸν μακάριον Στέφανον. Ἄλλοι διαφόροις καταξανθέντες αἰκίαις, ἔτι τὰ στίγματα τοῦ Χριστοῦ καὶ τοὺς μώλωπας ἐν τῷ σώματι περιφέρουσι. Χρημάτων δὲ ζημίας καὶ προτιμήσεις πόλεων, καὶ τὰς τῶν καθ ἕνα δημοσιεύσεις καὶ συσκευὰς καὶ ὕβρεις καὶ δεσμωτήρια, τίς ἂν ἐξαριθμήσασθαι δύναιτο; Πᾶσαι γὰρ ὄντως ἐφ' ἡμᾶς αἱ θλίψεις ἐπγηθύνθησαν ὑπὲρ ἀριθμὸν, ἴσως μὲν ἐπειδὴ δίκας ἁμαρτημάτων ἐτίναμεν, ἴσως δὲ καί τοῦ φιλανθρώπου Θεοῦ διὰ τοῦ πλήθους τῶν παθημάτων ἡμᾶς γυμνάζοντος. Τούτων μὲν τῷ Θεῷ χάρις; ὃς καὶ διὰ τοσούτων θλίψεων τοὺς ἑαυτοῦ δούλους ἐξεπαίδευσε, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν αὐτοῦ πάλιν ἐξήγαγεν ἡμᾶς εἰς ἀναψυχήν.

Ἡμῖν δὲ μακρᾶς μὲν ἔδει σχολῆς, καὶ πολλοῦ χρόνου καὶ πόνου πρὸς τὴν τῶν ἐκκλησιῶν ἐπανόρθωσιν, ἵν' ὥσπερ ἐκ μακρᾶς ἀῤῥωστίας, ταῖς κατὰ μικρὸν ἐπιμελείαις τὸ σῶμα τῆς Ἐκκλησίας ἐκνοσηλεύοντες, πρὸς τὴν ἀρχαίαν τῆς εὐσεβείας ὑγίειαν ἐπαναγάγωμεν. Καὶ γὰρ εἰ τὰ μάλιστα δοκοῦμεν τῆς τῶν διωγμῶν ἀπηλλάχθαι σφοδρότητος, καὶ τὰς ἐκκλησίας χρονίως παρὰ τῶν αἱρετικῶν κατασχεθείσας ἀρτίως ἀνακομίζεσθαι, πλὴν ἀλλὰ βαρεῖς ἡμῖν λύκοι, καὶ μετὰ τὸ τῆς μάνδρας ἐξωθῆναι, κατὰ τὰς νάπας τὰ ποίμνια διαρπάζοντες, ἀντισυνάξεις τολμῶντες, δήμων κινοῦντες ἐπαναστάσεις, ὀκνοῦντες οὐδὲν εἰς τὴν τῶν ἐκκλησιῶν βλάβην. Ἦν μὲν οὖν, ὅπερ εἰρήκαμεν, ἀναγκαῖον πλείονα ἡμᾶς προσασχοληθῆναι χρόνον.

Ἐπειδὴ μέντοι τὴν ἀδελφικὴν περὶ ἡμᾶς ἀγάπην ἐπιδεικνύμενοι, σύνοδον ἐπὶ τῆς Ῥώμης Θεοῦ βουλήσει συγκροτοῦντες, καὶ ἡμᾶς ὡς οἰκεῖα μέλη προσεκαλέσασθε διὰ τῶν τοῦ θεοφιλεστάτου βασιλέως γραμμάτων, ἵν' ἐπειδὴ τότε τὰς θλίψεις μόνοι κατεδικάσθημεν, νῦν ἐν τῇ τῶν αὐτοκρατόρων περὶ τὴν εὐσέβειαν συμφωνία, μὴ χωρὶς ἡμῶν βασιλεύσητε, ἀλλὰ καὶ ἡμεῖς ὑμῖν κατὰ τὴν ἀποστολικὴν φωνὴν συμβασιλεύσωμεν; εὐχὴ μὲν ἦν ἡμῖν, εἰ δυνατὸν, ἅπασιν ἀθρόως καταλιποῦσι τὰς ἐκκλησίας, τῷ πόθῳ ἢ τῇ χρείᾳ χαρίσασθαι. Τίς γὰρ ἡμῖν δώσει πτέρυγας ὡσεὶ περιστερᾶς; καὶ πετασθησόμεθα, καὶ πρὸς ὑμᾶς καταπαύσομεν. Ἐπειδὴ δὲ τοῦτο παντελῶς ἐγύμνου τὰς ἐκκλησίας, ἄρτι τῆς ἀνανεώσεως ἀρχομένας, καὶ τὸ πρᾶγμα παντάπασιν ἦν τοῖς πολλοῖς ἀδύνατον (συνδεδραμήκειμεν γὰρ εἰς τὴν Κωνσταντινούπολιν ἐκ τῶν πέρυσι γραμμάτων, τῶν παρὰ τῆς ὑμετέρας τιμιότητος μετὰ τὴν ἐν Ἀκυληΐᾳ συνόδον, πρὸς τὸν θεοφιλέστατον βασιλέα Θεοδόσιον ἐπισταλθέντων, πρὸς μόνην ταύτην τὴν ἀποδημίαν τὴν μέχρι Κωνσταντινουπόλεως παρεσκευασμένοι, καὶ περὶ ταύτης μόνης τῆς συνόδου τὴν ἐν ταῖς ἐπαρχίαις μεινάντων ἐπισκόπων συγκάταθεσιν ἐπαγόμενοι, μείζονος δὲ ἀποδημίας μήτε προσδοκήσαντες χρείαν, μήτε προακοὺσαντες ὅλως, πρὶν ἐν Κωνσταντινουπόλει συνελθεῖν, πρὸς δὲ τούτοις καὶ τῆς προθεσμίας διὰ στενότητα, μήτε πρὸς παρασκευὴν μακροτέρας ἀποδημίας ἐνδιδούσης καιρὸν, μήτε πάντας τοὺς ἐν ταῖς ἐπαρχίαις κοινωνικοὺς ἐπισκόπους ὑπομνησθῆναι, καὶ τὰς παρ' αὐτῶν συγκαταθέσεις λαβεῖν)· ἐπειδή ταῦτα καὶ πολλὰ πρὸς τούτοις ἕτερα τὴν τῶν πλειόνων ἄφιξιν διεκώλυσεν; ὃ δεύτερον ἦν, εἴς τε τῶν πραγμάτων ἐπανόρθωσιν, καὶ τὴν τῆς ὑμετέρας περὶ ἡμᾶς ἀγάπης ἀπὸδειξιν, τοῦτο πεποιήκαμεν· τοὺς αἰδεσιμωτάτους καὶ τιμιωτάτους ἀδελφοὺς καὶ συλλειτουργοὺς ἡμῶν ἐπισκόπους, Κυριακὸν Εὐσέβιον, καὶ Πρισκιανὸν προθύμως καμεῖν ἄχρις ὑμῶν δυσωπήσαντες· δι' ὧν καὶ τὴν ἡμετέραν προαίρεσιν εἰρηνικὴν οὖσαν, καὶ σκοπὸν ἑνώσεως ἔχουσαν ἐπιδείκνυμεν, καὶ τὸν ζῆλον ἡμῶν τὸν ὑπὲρ τῆς ὑγιοῦς πίστεως, φανερὸν ποιοῦμεν.

Ἡμεῖς γὰρ εἴτε διωγμοὺς, εἴτε θλίψεις, εἴτε βασιλικὰς ἀπειλὰς, εἴτε τὰς τῶν ἀρχόντων ὠμότητας, εἴτέ τινα πειρασμὸν ἕτερον παρὰ τῶν αἱρετικῶν ὑπεμείναμεν, ὑπὲρ τῆς εὐαγγελικῆς πίστεως τῆς ἐν Νικαίᾳ τῆς Βιθυνίας παρὰ τῶν τριακοσίων δεκαοκτὼ πατέρων κυρωθείσης, ὑπέστημεν. Ταύτην γὰρ καὶ ὑμῖν καὶ ἡμῖν καὶ πᾶσι τοῖς μὴ διαστρέφουσι τὸν λόγον τῆς ἀληθοῦς πίστεως, συναρέσκειν δεῖ· ἣν μόλις ποτὲ πρεσβυτάτην τε οὖσαν, καὶ ἀκόλουθον τῷ βαπτίσματι, καὶ διδάσκουσαν ἡμᾶς πιστεύειν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. Δηλαδὴ θεότητός τε καὶ δυνάμεως, καὶ οὐσίας μιᾶς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος πιστευομένης, ὁμοτίμου τε τῆς ἀξίας, καὶ συναϊδίου τῆς βασιλείας ἐν τρισὶ τελείαις ὑποστάσεσιν, ἤγουν τρισὶ τελείοις προσώποις· ὡς μήτε τὴν Σαβελλίου νόσον χώραν λαβεῖν, συγχεομένων τῶν ὑποστάσεων, εἴγουν τῶν ἰδιοτήτων ἀναιρουμένων· μήτε μὴν τὴν τῶν Εὐνομιανῶν, καὶ Ἀρειανῶν, καὶ Πνευματομάχων βλασφημίαν ἰσχύειν, τῆς οὐσίας ἢ τῆς φύσεως ἢ τῆς θεότητος τεμνομένης, καὶ τῇ ἀκτίστῳ καὶ ὁμοουσίῳ καὶ συναϊδίῳ τριάδι μεταγενεστέρας τινὸς, ἢ κτιστῆς, ἢ ἑτεροουσίου φύσεως ἐπαγομένης. Καὶ τὸν τῆς ἐνανθρωπήσεως δὲ τοῦ κυρίου λόγον ἀδιάστροφον σώζομεν, οὔτε ἄψυχον, οὔτε ἄνουν, ἢ ἀτελῆ τὴν τῆς σαρκὸς οἰκονομίαν παραδεχόμενοι· ὅλον δὲ εἰδότες, τέλειον μὲν ὄντα πρὸ αἰώνων Θεοῦ λόγον, τέλειον δὲ ἄνθρωπον ἐπ' ἐσχάτων τῶν ἡμερῶν διὰ τὴν ἡμετέραν σωτηρίαν γενόμενον. Τὰ μὲν οὖν κατὰ τὴν πίστιν, τὴν παρ' ἡμῶν ἀνυποστόλως κηρυττομένην, ὡς ἐν κεφαλαίῳ τοιαῦτα· περὶ ὧν καὶ ἐπὶ πλεῖον ψυχαγωγηθῆναι δυνήσεσθε, τῷ τε ἐν Ἀντιοχείᾳ τόμῳ παρὰ τῆς ἐκεῖ συνελθούσης συνόδου γεγενημένῳ καταξιώσαντες ἐντοχεῖν, καὶ τῷ πέρυσιν ἐν Κωνσταντινουπόλει παρὰ τῆς οἰκουμενικῆς ἐκτεθέντι συνόδου· ἐν οἷς πλατύτερον τὴν πίστιν ὡμολογήσαμεν, καὶ τῶν ἔναγχος καινοτομηθεισῶν αἱρέσεων ἀναθεματισμὸν ἔγγραφον πεποιήκαμεν.

Περὶ δὲ τῶν οἰκονομιῶν τῶν κατὰ μὲρος ἐν ταῖς ἐκκλησίαις παλαιός τε, ὡς ἴστε, θεσμὸς κεκράτηκε, καὶ τῶν ἁγίων ἐν Νικαίᾳ πατέρων ὅρος, κατ' ἑκάστην ἐπαρχίαν τοὺς τῆς ἐπαρχίας, καὶ εἴπερ ἐκεῖνοι βούλοιντο, σὺν αὐτοῖς τοὺς ὁμόρους πρὸς τὸ συμφέρον ποιεῖσθαι τὰς χειροτονίας· οἷς ἀκολούθως τάς τε λοιπὰς ἐκκλησίας παρ' ἡμῖν οἰκονομεῖσθαι γινώσκετε, καὶ τῶν ἐπισημοτάτων ἐκκλησιῶν ἀναδεδεῖχθαι τοὺς ἱερεῖς. Ὅθεν τῆς μὲν ἐν Κωνσταντινουπόλει νεοπαγοῦς, ὡς ἂν εἴποι τις, ἐκκλησίας, ἣν ὥσπερ ἐκ στόματος, λέοντος τῆς τῶν αἱρετικῶν βλασφημίας ὑπόγυον ἐξηρπάσαμεν διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστατον Νεκτάριον ἐπίσκοπον κεχειροτονήκαμεν ἐπὶ τῆς οἰκουμενικῆς συνόδου μετὰ κοινῆς ὁμονοίας, ὑπ' ὄψεσι καὶ τοῦ θεοφιλεστάτου βασιλέως Θεοδοσίου, παντός τε τοῦ κλήρου καὶ πάσης ἐπιψηφιζομένης τῆς πόλεως. Τῆς δὲ πρεσβυτάτης καὶ ὄντως ἀποστολικῆς ἐκκλησίας τῆς ἐν Ἀντιοχείᾳ τῆς Συρίας, ἐν ᾗ πρώτῃ τὸ τίμιον τῶν Χριστιανῶν ἐχρημάτισεν ὄνομα, τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστατον ἐπίσκοπον Φλαβιανὸν, οἵ τε τῆς ἐπαρχίας καὶ τῆς ἀνατολικῆς διοικήσεως συνδρόντες κανονικῶς ἐχειροτόνησαν, πάσης συμψήφου τῆς ἐκκλησίας ὥσπερ διὰ μιᾶς φωνῆς τὸν ἄνδρα τιμησάσης. Ἥνπερ ἔνθεσμον χειροτονίαν ἐδέξατο καὶ τὸ τῆς συνόδου κοινόν. Τῆς δέ γε μητρὸς ἁπασῶν τῶν ἐκκλησιῶν τῆς ἐν Ἱεροσολύμοις, τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστατον Κύριλλον ἐπίσκοπον εἶναι γνωρίζομεν, κανονικῶς τε παρὰ τῶν τῆς ἐπαρχίας χειροτονηθέντα, πάλαι, καὶ πλεῖστα πρὸς τοὺς Ἀρειανοὺς ἐν διαφόροις τόποις ἀθλήσαντα.

Οἷς ὡς ἐνθέσμως καὶ κανονικῶς παρ' ἡμῖν κεκρατηκόσι, καὶ τὴν ὑμετέραν συγχαίρειν παρακαλοῦμεν εὐλάβειαν, τῆς πνευματικῆς μεσιτευούσης ἀγάπης, καὶ τοῦ κυριακοῦ φόβου, πᾶσαν μὲν καταστέλλοντος ἀνθρωπίνην προσπάθειαν, τὴν δὲ τῶν ἐκκλησιῶν οἰκοδομὴν προτιμοτέραν ποιοῦντος τῆς πρὸς τὸν καθ' ἕνα συμπαθείας ἢ χάριτος. Οὕτω γὰρ τοῦτε τῆς πίστεως συμφωνηθέντος λόγου, καὶ τῆς Χριστιανικῆς κυρωθείσης ἐν ἡμῖν ἀγάπης, παυσόμεθα λέγοντες τὸ παρὰ τῶν ἀποστόλων κατεγνωσμένον· Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ. Παντες δὲ Χριστοῦ φανέντες, ὃς ἐν ἡμῖν οὐ μεμέρισται, Θεοῦ καταξιοῦντος, ἄσχιστον τὸ σῶμα τῆς ἐκκλησίας τηρήσομεν, καὶ τῷ βήματι τοῦ κυρίου μετὰ παῤῥησίας παραστησόμεθα.

Constantinopolitani concilii ad papam DAMASUM et Occidentales episcopos.(Apud Galland. ex THEODORITI. Hist eccl. lib. V, cap. 9, Interprete HENRICO VALESIO . Statuta ecclesiarum suarum non sinere, ut longius ab iis absint, eamque ob causam, necnon ob praestituti temporis angustiam se ad synodum Romanam non venisse. Ut ordinationes praesulum a se factas vel admissas, etiam Occidentales calculo suo comprobent.

Dominis charissimis ac religiosissimis fratribus et comministris, DAMASO, AMBROSIO, BRITTONI, VALERIANO, ASCHOLIO, ANEMIO, BASILIO, et reliquis sanctis episcopis, qui in magna urbe Roma collecti sunt, sancta synodus orthodoxorum episcoporum qui in magna urbe Constantinopoli convenerunt, in Domino salutem. I. Superfluum fortasse fuerit enarrare reverentiae vestrae, ac velut ignorantibus referre multitudinem malorum, quae nobis ab Ariomanitarum potentia illata sunt. Neque enim putamus pietatem vestram tam parvi facere res nostras, ut opus habeatis ea discere, quibus condolere vos oportuit. Nec tempestates, quibus vexati sumus, ejusmodi fuere, ut latere ob tenuitatem possent. Sed et recens persecutionum tempus vigentem adhuc servat memoriam non solum apud eos qui passi sunt, verum etiam apud illos qui calamitates aliorum per charitatem suas esse ducunt. Heri enim, ut ita dicamus, ac nudiustertius alii exsilii vinculis liberati, non sine innumerabilibus aerumnis, ad suas ecclesias redierunt. Aliorum, qui in exsiliis vitam finierunt, reportatae sunt reliquiae. Nonnulli etiam post reditum ab exsilio, cum haereticorum furorem adhuc ferventem ostendissent, acerbiora domi sustinuerunt, quam quae apud exteros passi fuerant, lapidum jactu, beati Stephani (Act. VII, 57) ad instar, ab illis obruti. Alii variis cruciatibus lacerati, stigmata Christi ac vibices in corporibus suis adhuc circumferunt. Jam vero pecuniarum damna, et mulctas civitatibus inflictas, et singulorum proscriptiones, insidias, contumelias et carceres quis possit enumerare? Re enim vera omnes aerumnae adversus nos multiplicatae sunt super numerum; seu quod peccatorum nostrorum poenas persolvimus, seu quod benignus Deus per hanc malorum multitudinem exercere nos voluit. Pro his ergo gratias agimus Deo, qui tot ac tantis calamitatibus famulos suos erudivit, et pro magnitudine miserationum suarum rursus eduxit nos in refrigerium.

II. Nobis vero ad reparationem ecclesiarum diuturno otio ac multo tempore et labore opus esset, ut corpus Ecclesiae, tamquam ex diuturno morbo, sollicita curatione paulatim recreantes, ad pristinam pietatis sanitatem revocaremus. Etsi enim persecutionum violentia penitus liberati videmur, et ecclesias diu ab haereticis possessas perfecte recuperasse; tamen molesti nobis sunt lupi, qui postquam ab ovilibus sunt depulsi, ovium greges in saltibus diripiunt, contrarios conventus agere non trepidant, populorum concitant seditiones, et ad ecclesiarum perniciem moliri nihil detrectant. Proinde; sicut diximus, diuturno nobis opus esset tempore, quo possemus huic negotio vacare. III. Sed quoniam fraternam erga nos charitatem ostendentes, ad synodum quam Dei voluntate Romae congregatis, nos quoque velut propria membra piissimi imperatoris litteris evocastis; ut quia tunc soli ad perferendas aerumnas damnati sumus, nunc cum Imperatores in causa pietatis concordant, vos non sine nobis regnetis, sed et secundum apostolicam vocem (II Cor. IV, 8), nos vobiscum regnemus: nobis quidem in votis erat, ut si fieri posset, universi simul, relictis ecclesiis, desiderio seu potius necessitati obsequeremur. Quis enim det nobis pennas sicut columbae (Psal. liv. 7), et volabimus et requiescemus apud vos? Sed quoniam ea res prorsus nudaret ecclesias, quae nunc primum incipiunt renovari, et plerique id facere nullo modo possent (conveneramus enim Constantinopolim secundum litteras a reverentia vestra anno superiore, post Aquileiense concilium, ad piissimum imperatorem Theodosium missas; ad hanc solam profectionem Constantinopolim usque instructi, et de hac una synodo consensum episcoporum, qui in provinciis erant, afferentes; cum de longiori itinere suscipiendo nec suspicati essemus, hec omnino audiissemus quidquam prius, quam Constantinopoli convenissemus; ac praeterea praestituti temporis angustia nec ad longioris itineris apparatum, nec ad omnes communionis nostrae episcopos qui in diversis provinciis sunt commonendos, et consensus ab iisdem accipiendos sufficeret); quoniam haec ac multa insuper alia plures venire prohibebant: id quod secundum fuit, tum ad res restituendas tum ad nostram erga vos charitatem declarandam, fecimus: reverendissimos et charissimos fratres et comministros nostros Cyriacum, Eusebium et Priscianum deprecati, ut proficiscendi ad vos laborem libenter susciperent. Per quos et voluntatem nostram pacificam esse, atque ad unitatem spectare ostendimus; et nostrum pro sana fide zelum manifestum facimus. IV. Nos enim, sive persecutiones, sive imperiales minas, sive crudelitatem praesidum, sive aliam quamcumque tentationem ab haereticis pertulimus, pro evangelica fide, quae Nicaeae, in Bithynia a trecentis et octodecim patribus confirmata est, sustinuimus. Hanc enim et vobis, et nobis, et omnibus qui verae fidei sermonem non pervertunt, probari decet ( quam nos vix tandem retinemus ac servamus): quippe quae antiquissima sit et baptismo consentanea, docens nos credere in nomen Patris et Filii et Spiritus sancti: unam scilicet deitatem, potentiam et substantiam Patris et Filii et Spiritus sancti credentes; aequalem item dignitatem et coaeternum regnum in tribus perfectis hypostasibus seu in tribus perfectis personis. Ita ut nec locum habeat Sabellii lues, qua hypostases confundantur, tollanturque proprietates; nec Eunomianorum et Arianorum et Pneumatomachorum obtineat blasphemia, quae substantiam seu naturam ac divinitatem discindit, et increatae sive consubstantiali et coaeternae Trinitati posteriorem quamdam creatam seu diversae substantiae naturam superinducit. Incarnationis quoque Domini doctrinam incorruptam servamus, neque animae, neque mentis expertem aut imperfectam carnis dispensationem admittentes; sed totum scientes, ante saecula quidem perfectum Dei Verbum, in novissimis autem diebus perfectum hominem propter nostram salutem factum esse. Et fidei quidem, quae constanter a nobis praedicatur, haec est veluti summa. Qua de re si quid amplius desideratis, satis vobis fiet, si tomum Antiochiae a synodo quae illic celebrata est conditum, necnon eum qui superiore anno Constantinopoli ab oecumenica synodo editus est, legere dignemini, quibus in tomis fidem nostram uberius exposuimus, et in haereses recens exortas anathematis sententiam protulimus. V. De particulari autem ecclesiarum administratione, antiqua, ut probe nostis, obtinuit sanctio et sanctorum patrum Nicaeae congregatorum regula, ut in singulis provinciis Episcopi illius provinciae, et si illis placuerit, una cum ipsis finitimi, ordinationes prout utile fuerit faciant. Ex quarum legum praescripto tum reliquas ecclesias a nobis administrari scitote, tum nobilissimarum ecclesiarum creatos esse sacerdotes. Unde etiam Constantinopolitanae ecclesiae recens, ut ita dicamus, fundatae, quam ex haereticorum blasphemia tamquam ex leonis faucibus, per misericordiam Dei nuper eripuimus, reverendissimum ac religiosissimum Nectarium ordinavimus episcopum, in universali concilio, communi omnium consensu, coram religiosissimo imperatore Theodosio, adstipulante omni clero et universa civitate. Antiquissimae vero vereque apostolicae Antiochenae in Syria ecclesiae, in qua venerandum Christianorum nomen primum auditum est (Act. XI, 26), reverendissimum et religiosissimum episcopum Flavianum tum illius provinciae tum Orientalis dioecesis episcopi in unum congregati canonice ordinarunt, tota ecclesia consentiente et quasi uno ore virum collaudante. Quam quidem legitimam ordinationem etiam synodus universa suscepit. Hierosolymitanae autem ecclesiae, quae mater est omnium ecclesiarum, reverendissimum ac religiosissimum Cyrillum episcopum indicamus, qui et canonice ab episcopis provinciae olim fuit ordinatus, et plurima variis in locis contra Arianos certamina subiit. VI. Quibus tamquam legitime et canonice constitutis vestram quoque reverentiam gratulari hortamur, intercedente spiritali charitate; et Domini timore omnem quidem humanum affectum comprimente, ecclesiarum autem aedificationem privatae erga singulos benevolentiae vel gratiae praeponente. Hac enim ratione ubi verbum fidei communi consensu stabilitum, et Christiana charitas inter nos confirmata fuerit, desinemus id dicere quod ab Apostolis condemnatum est: Ego quidem sum Pauli, ego vero Apollo, ego autem Cephae (I Cor. I, 12). Sed dum omnes videbimur esse Christi, qui non est scissus in nobis, integrum sine ulla scissione. Deo juvante, servabimus corpus Ecclesiae, et ad tribunal Domini cum fiducia stabimus.