Jump to content

Stephanos/LXXXVII

Unchecked
E Wikisource
 LXXXVI LXXXVIII 

Ἐσκεδασμένης θυέλλης ὦ πανύστατον νέφος,
Μοῦνον αἰγλέεντος ἐσσὶ φερόμενον δι' οὐρανοῦ,
Μοῦνον ἐπὶ πέδῳ κατηφέα καππεταννύεις σκιήν,
Μοῦνον αἰσχύνεις ἀνίῃ μειδιῶσαν ἡμέρην.
 
Ἄρτι μὲν πέριξ ἅπασαν συγκαλύψαν αἰθέρα
Ἀμφιπλεκόμενον φαεινῇ δείν' ἔλαμπες ἀστραπῇ,
Ἐν δε σοὶ βροντὴ βεβρύχειν, ὡς κεραυνοὺς εἰκάσαι,
Διψίῃ δὲ γῇ ποθεινὸν ὄμβρον ἐξίεις σέθεν.
 
Νῦν δ' ἅλις, γένευ δ' ἄφαντον· οὐ γάρ ἐστι καίριον,
Χθὼν δ' ἀνέψυκται πιοῦσα, πὰρ δὲ χειμὼν ἔσσυται,
Μείλιχος δὲ φύλλα δένδρων ἄνεμος ἁβρὰ κινέων
Ἀτρεμήσαντος διώκει σ' ὠθέων ἀπ' οὐρανοῦ.