Jump to content

Stephanos/XCIV

Unchecked
E Wikisource
XCIV. Καρνικόν. Φραγκίσκου Πρεσίρνου (Preschirn).

 XCIII XCV 

Ἡσυχίης ἄτερ ἔνθα καὶ ἔνθα πλανώμενον αἰεί,
      Ὅποι; μ’ ἀνείρονται φίλοι.
Ἄλλ' ἄγε δὴ ἠερίην νεφέλην ἐρεείνετε μάλλον
      Καὶ κῦμ’ ἔρεσθε πόντιον,
Κοίρανος εὖτε μέγας Βορέης κρατερῶς σφέα δεῦρο
      Καἰ κεῖς’ ἐπαιγίζων ἄγηι.
Ὅπποι δ’, οὐ νοέουσιν· εγὼ δ’ ἐμοὶ οὔτι σύνοιδα,
      Ὅποί φέρει μ’ ἀθυμίη.
Οἷον δ’ οἶδα σαφέως· οὐ γὰρ θέμις ἐστὶν ἔμοιγε
      Αὐτῆι προσελθεῖν, ἧς ἐρῶ,
Ουδέ που ἔστ’ ἐπὶ γῆι τόπος, ἐνθα τε κέν πως
      Τοῦτον λαθοίμην πήματος.