Haec pagina emendata est
| 2. Ὄρθρου ἐγρηγόρησα ἐξ ὕπνου· ἀνέστην ἐκ τῆς κλίνης, ἐκάθισα, ἔλαβον ὑποδεσμίδας, καλίγια· ὑπεδησάμην· ἤιτησα ὕδωρ εἰς ὄψιν· νίπτομαι πρῶτον τὰς χεῖρας, εἶτα τὴν ὄψιν ἐνιψάμην· ἀπέμαξα· ἀπέθηκα τὴν ἐγκοίμητραν· ἔλαβον χιτῶνα πρὸς τὸ σῶμα· περιεζωσάμην, ἤλειψα τὴν κεφαλήν μου καὶ ἐκτένισα· ἐποίησα Ὄρθρου ἐγρηγόρησα ἐξ ὕπνου· ἀνέστην ἐκ τῆς κλίνης, ἐκάθισα, ἔλαβον ὑποδεσμίδας, καλίγια· ὑπεδησάμην· ἤιτησα ὕδωρ εἰς ὄψιν· νίπτομαι πρῶτον τὰς χεῖρας, εἶτα τὴν ὄψιν ἐνιψάμην· ἀπέμαξα· ἀπέθηκα τὴν ἐγκοίμητραν· ἔλαβον χιτῶνα πρὸς τὸ σῶμα· περιεζωσάμην, ἤλειψα τὴν κεφαλήν μου καὶ ἐκτένισα· ἐποίησα περί τὸν τράχηλον ἀναβόλαιον. ἐνεδυσάμην ἐπενδυτών λευκόν· ἐπάνω ἐνδύομαι φελόνην· προῆλθον ἐκ τοῦ κοιτῶνος σὺν τῶι παιδαγωγῶι καὶ σὺν τῆι τροφῶι ἀσπάσασθαι τὸν πατέρα καὶ τὴν μητέρα. ἀμφότερους ἠσπασάμην καὶ κατεφίλησα· καὶ οὕτως καταβαίνω ἐξ οἴκου. ἀπέρχομαι εἶς τὴν σχολήν. εἰσῆλθον· εἶπον· χαῖρε καθηγητά, καὶ αὐτός με κατεφίλησεν <καὶ> ἀντησπάσατο. ἐπιδίδωσίν μοι ὁ παῖς ὁ ἐμὸς καμπτροφόρος πινακίδας, θήκην γραφείων, παραγραφίδα. τῶι ἐμῶι τόπωι καθήμενος λειαίνω. παραγράφω πρὸς τὸν ὑπογραμμόν· γράψας δὲ δεικνύω τῶι διδασκάλωι· ἐδιώρθωσεν, ἐχάραξεν· κελεύει με ἀναγινώσκειν. κελευσθεὶς ἄλλωι δέδωκα. ἐκμανθάνω ἑρμηνεύματα, ἀπέδωκα. ἀλλ᾿ εὐθέως ὑπαγόρευσέν μοι συμμαθητής. Καὶ σύ, φησιν, ὑπαγόρευσέν μοι. εἶπον αὐτῶι· Ἀπόδος πρῶτον. καὶ εἶπέν μοι· Οὐκ εἶδες, ὅτε ἀπεδίδων πρότερόν σου; καὶ εἶπον· Ψεύδηι, οὐκ ἀπέδωκας. Οὐ ψεύδομαι. Εἰ ἀληθῆ λέγεις, ἀναδίδωμι. ἐν τούτοις κελεύσαντος καθηγητοῦ ἐγείρονται οἱ μικροὶ πρὸς τὰ στοιχεῖα καὶ τὰς συλλαβὰς κατέλεξεν τούτοις εἰς τῶν μειζόνων, ἄλλοι πρὸς τὸν ὑποδιδακτὴν τάξει ἀποδιδοῦσιν, ὀνόματα γράφουσιν, στίχους ἔγραψαν, καὶ ἐγὼ ἐν τῆι πρώτηι τάξει ἅμιλλαν ἐξέλαβον. ἔπειτα ὡς ἐκαθίσαμεν, διέρχομαι ὑπομνήματα, γλώσσας, τέχνην. φωνηθεὶς πρὸς ἀνάγνωσιν ἀκούω ἐξηγήσεις, διανοίας, πρόσωπα. ἐπερωτηθεὶς τέχνην ἀπεκρίθην. Πρὸς τίνα, λέγει. Τί μέρος λόγου; ἔκλινα γένη ὀνομάτων, ἐμέρισα στίχον. ὡς δὲ ταὐτ᾿ ἐπράξαμεν, ἀπέλυσεν εἰς ἄριοτον. ἀπολυθεὶς ἐπανέρχομαι ἐν τῶι οἴκωι. ἀλλάσσω, λαμβάνω ἄρτον καθαρόν, ἐλαίας, τυρόν, σχάδια, κάρυα. πίνω ὕδωρ ψυχρόν. ἠριστηκὼς ἐπανέρχομαι πάλιν εἰς τὴν σχολήν. εὑρίσκω καθηγητὴν ἐπαναγινώσκοντα, καὶ εἶπεν· Ἄρξασθε ἀπ᾿ ἀρχῆς. | 2. Ante lucem vigilavi de somno; surrexi de lecto, sedi, accepi pedules, caligas; calciavi me; poposci aquam ad faciem; lavo primo manus, deinde faciem lavi; extersi; deposui dormitoriam; accepi tunicam ad corpus; praecinxi me; unxi caput meum et pectinavi; feci circa collum pallam; indui me superariam albam; supra induo paenulam; processi de cubiculo cum paedagogo et cum nutrice salutare patrem et matrem; ambos salutavi et osculatus sum; et sic descendi de domo. eo in scholam. introivi, dixi: Ave magister, et ipse me osculatus est <et> resalutavit. porrexit mihi puer meus scriniarius tabulas, thecam graphiariam, praeductorium. loco meo sedeos deleo. praeduco ad praescriptum; ut scripsi, ostendo magistro; emendavit, induxit; iubet me legere. iussus alio dedi. edisco interpretamenta, reddidi. sed statim dictavit mihi condiscipulus. Et tu, inquit, dicta mihi. dixi ei: Redde primo. et dixit mihi: Non vidisti, cum redderem prior te? et dixi: Mentiris, non reddidisti. Non mentior. Si verum dicis, dicto. inter haec iussu magistri surgunt pusilli ad subductum et syllabas praebuit eis unus de maioribus, alii ad subdoctorem ordine reddunt, nomina scribunt, versus scripserunt, et ego in prima classe dictatum excepi. deinde ut sedimus, pertranseo commentaria, linguas, artem. clamatus ad lectionem audio expositiones, sensus, personas. interrogatus artificia respondi. Ad quem, dixit. Quae pars orationis? declinavi genera nominum, partivi versum. ut haec egimus, dimisit ad prandium. dimissus venio domi. muto, accipio panem candidum, olivas, caseum, caricas, nuces. bibo aquam frigidam. pransus revertor iterum in scholam. invenio magistrum perlegentem, et dixit: Incipite ab initio. |