Paginae in lingua graeca scriptae/1

E Wikisource
< Paginae in lingua graeca scriptae
Jump to navigation Jump to search
Paginae in lingua graeca scriptae
IV saecolo

Fairytale left blue.png index Epistolae (Innocentius I) Fairytale right blue.png


ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΙΟΥΛΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΡΩΜΗΣ

Περὶ τῆς ἐν Χριστῷ ἑνότητος τοῦ σώματος πρὸς τὴν θεότητα.

Ἅγιον ἐξ ἀρχῆς γέννημα καλῶς ὁμολογεῖται καὶ κατὰ τὸ σῶμα ὁ κύριος, καὶ κατὰ τοῦτο διαλλάττει παντὸς σώματος. οὐδὲ γὰρ ὅλως ἐν μήτρᾳ συνελήφθη χωρὶς θεότητος, ἀλλ' ἡνωμένως πρὸς ταύτην. ὡς ὁ ἄγγελός φησιν. « Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον, κληθήσεται υἱὸς θεοῦ. » Καὶ νῦν οὐρανία κάθοδος οὐ μόνον γέννησις ἡ ἐκ γυναικὸς· εἴρηται γὰρ οὐ μόνον τὸ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἀλλὰ « καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ υἱὸς τοῦ ἀνθρώπου. » Καὶ οὐκ ἔστιν ἰδίως κτίσμα τὸ σῶμα εἰπεῖν, ἀχώριστον ὂν ἐκείνου πάντως οὗ σῶμά ἐστιν, ἀλλὰ τῆς τοῦ ἀκτίστου κεκοινώνηκεν ἐπωνυμίας καὶ τῆς τοῦ θεοῦ κλήσεως, ὅτι πρὸς ἑνότητα θεῷ συνήπται· καθὰ λέγεται « ὁ λόγος σὰρξ ἐγένετο. » Καὶ παρὰ τῷ ἀποστόλῳ « ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. » Δεῖ δὲ ἡμᾶς, ὥσπερ τὰ ἔνδοξα τῷ σώματι προσάπτομεν ἐκ τῆς θείας συλλήψεως καὶ τῆς πρὸς θεὸν ἑνότητος, οὕτω καὶ τὰ ἄδοξα τὰ ἀπὸ τοῦ σώματος μὴ ἀρνεῖσθαι, ἅπέρ ἐστι τὸ γενέσθαι ἐκ γυναικὸς κατὰ τὸν ἀπόστολον, καὶ τὸ πλασθῆναι ἐκ κοιλίας δοῦλον θεῷ κατὰ τὸν προφήτην, τὸ ὅλως ἄνθρωπον ὀνομάζεσθαι καὶ υἱὸν ἀνθρώπου, τὸ ἀριθμεῖσθαι μετὰ Ἀβραὰμ πολλὰς γενεὰς μεθ' ἃς γέγονεν ἄνθρωπος, ἀνθρωπίνως μέντοι καὶ λέγειν καὶ ἀκούειν χρή.

Ὥσπερ ὅτε ὅλον ἄνθρωπος καλεῖται, μήτις ἀρνήσηται τὴν θείαν οὐσίαν τὴν τῷ ὀνόματι μετὰ τοῦ σώματος δηλουμένην· καὶ ὅτε δοῦλος κατὰ τὸ σῶμα ὀνομάζεται, μήτις ἀρνήσηται τὴν κυριευτικὴν φύσιν δουλείας ὀνοματι μετὰ τοῦ σώματος δηλουμένην· καὶ πάλιν ὅτε καταβεβηκὼς ἐξ οὐρανοῦ κηρύσσεται ἄνθρωπος ἐπουράνιος, μήτις ἀρνήσηται τὴν τοῦ σώματος ἀπὸ γῆς πρὸς θεότητα συμπλοκὴν. Οὐ διατέμνεται μὲν γὰρ οὐδὲ πράγματι οὐδὲ ὀνόματι ὅτε δοῦλος ὁ κύριος καλεῖται, καὶ ὅτε πλαστὸς ὁ ἄκτιστος ὀνομάζεται, τῇ συναφείᾳ τῇ πρὸς τὴν τοῦ δούλου μορφὴν καὶ πρὸς τὸ πλασσόμενον σῶμα· ὁμολογεῖται δὲ ἐν αὐτῷ τὸ μὲν εἶναι κτιστὸν ἐν ἑνότητι τοῦ ἀκτίστου· τὸ δὲ ἄκτιστον, ἐν συγκράσει τοῦ κτιστοῦ, φυσεως μιᾶς ἐξ ἑκατέρου μέρους συνισταμένης, μερικὴν ἐνέργειαν καὶ τοῦ λόγου συντελέσαντος εἰς τὸ ὅλον μετὰ τῆς θεϊκῆς τελειότητος, ὅπερ ἐπὶ τοῦ κοινοῦ ἀνθρώπου ἐκ δύο μερῶν ἀτελῶν γίνεται, φύσιν μίαν πληροῦντων καὶ ἑνὶ ὀνόματι δηλουμένων· ἐπεὶ καὶ σὰρξ τὸ ὅλον καλεῖται, μὴ περιαιρουμένης ἐν τούτῳ τῆς ψυχῆς. καὶ ψυχὴ τὸ ὅλον προσαγορεύεται, οὐ περιαιρουμένου τοῦ σώματος, εἰ καὶ ἕτερόν τί ἐστι παρὰ τὴν ψυχήν.

Ὁ θεὸς οὖν ὁ ενανθρωπήσας ὁ κύριος καὶ προὔχων τῆς γεννήσεως, εἰ καὶ γεγέννηται ἀπὸ γυναικὸς, κύριος ὢν εἰ καὶ μεμόρφωται κατὰ τοὺς δούλους, πνεῦμα ὢν εἰ καὶ σὰρξ κατὰ τὴν ἔνωσιν τῆς σαρκὸς ἀποδέδεικται, οὐκ ἄνθρωπος ὢν κατὰ τὸν ἀπόστολον εἰ καὶ ἄνθρωπος ὑπὸ τοῦ αὐτοῦ κηρύσσεται, καὶ τὸ ὅλον εἰπεῖν. ἀόρατος θεὸς ὁρατῷ σώματι μεταμορφούμενος ἄκτιστος θεὸς κτιστῇ περιβολῇ φανερούμενος, κενώσας μὲν ἑαυτὸν κατὰ τὴν μόρφωσιν, ἀκένωτος δὲ καὶ ἀναλλοίωτος καὶ ἀνελάττωτος κατὰ τὴν θείαν οὐσίαν· οὐδεμία γὰρ ἀλλοίωσις περὶ θείαν φύσιν, οὐδὲ ἐλλαττοῦται, οὐδὲ αὐξάνεται· καὶ ὅτε λέγει, Δόξασόν με, ἀπὸ σώματος ἡ φωνὴ, καὶ περὶ σῶμα ὁ δοξασμὸς, ἐπὶ τοῦ ὅλου λεγόμενος· διότι τὸ ὅλον ἐστὶν ἕν. Καὶ πάλιν ἐπάγων Τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοὶ, τὴν ἔνδοξον ἀεὶ θεότητα δηλοῖ, εἰ καὶ ἰδίως θεότητι προσήκει τοῦτο, καὶ τοι κοινῶς ἐπὶ ὅλου ῥηθέν· Οὕτως καὶ θεῷ ὁμοούσιος κατὰ τὸ πνεῦμα τὸ ἀόρατον, συμπεριλαμβανομένης τῷ ὀνόματι καὶ τῆς σαρκὸς,ὅτι πρὸς τὸν ὁμοούσιον τῷ πατρὶ λόγον ἥνωται. Καὶ πάλιν ἀνθρώποις ὁμοούσιος, συμπεριλαμβανομένης καὶ τῆς θεότητος τῷ σώματι ὅτι πρὸς τὸ ἡμῖν ὁμοούσιον ἡνώθη· οὐκ ἐλαττουμένης τῆς τοῦ σώματος φύσεως ἐν τῇ πρὸς τὸν θεὸν ὁμοουσίῳ ἐνώσει, καὶ τῇ κοινωνίᾳ τοῦ ὁμοουσίου ὀνόματος· ὥσπερ οὐδὲ ἡ τῆς θεότητος ἤλλακται φύσις ἐν τῇ κοινωνίᾳ τοῦ ἀνθρωπείου σώματος, καὶ τῇ ὀνομασίᾳ τῆς ἡμῖν ὁμοουσίου σαρκός.

Καὶ γὰρ ὁ Παῦλος λέγων « Τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, » τὸν υἱὸν εἶπεν θεοῦ τὴν γέννησιν ταύτην ἀναδεδέχθαι, καὶ οὐχὶ τὴν σάρκα χωρὶς ὀνομάσας εἵρηκεν, Ἡ σὰρξ ἐγένετο ἐκ σπέρματος Δαβιδ. Καὶ ὅτε λέγει « Τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα θεῷ, » οὐ χωρίσας εἶπεν, Οὗ ἡ θεότης ἐν μορφῇ θεοῦ οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα θῷ καίτοι ἡ θεότης οὔτε Ἰησοῦς ὠνόμασται πρὸ τῆς ἐκπαρθένου γεννήσεως, οὔτε τὴν ἐν ἁγίῳ πνεύματι χρίσιν ἔσχηκεν, ὅτι δοτὴρ τοῦ πνεύματος ὁ τοῦ θεοῦ λόγος, οὐκ ἁγιαζόμενος ἐν πνεύματι. Καὶ λέγει ὑπὲρ αὐτῶν, Ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ· οὐ χωρίζων, καὶ λέγων, Ἀγιάζω ἐμαυτὸν. Καίτοι τῷ σκοποῦντι μετὰ ἀκριβείας οὐ δυνατὸν αὐτὸν ὑφ' ἑαυτοῦ ἁγιάζησθαι· εἰ γὰρ ὁ λὸγος ἁγιάζει, τί τὸ ἁγιαζόμενον; εἰ ὁ σύμπας ἁγιάζεται, τί τὸ ἁγιάζον; ἀλλ' ὅμως φυλάττων τὸ ἓν πρόσωπον, καὶ τὴν ἀμέριστον ἑνὸς ζώου δήλωσιν, τό τε ἁγιάζειν καὶ τὸ ἁγιάζεσθαι καθ ὅλου τέθεικεν ἵν' ἀκριβὲς ἡμῖν ᾖ καὶ σαφὲς ὅτι οὐ κατὰ τὸν προφητικὸν οὐδὲ κατὰ τὸν ἀποστολικὸν τρόπον ἄλλος ἄλλον ἁγιάζει, καθάπερ τὸ πνεῦμα τοὺς προφήτας καὶ τοὺς ἀποστόλους, ὥσπερ ὁ Παῦλός φησι περὶ τῆς πάσης ἐκκλησίας « Κλητοῖς ἁγίοις καὶ ἡγιασμένοις ἐν Χριστῶ Ἰησοῦ. » Καὶ αὐτὸς ὁ σωτὴρ περὶ τῶν ἀποστόλων « Ἁγίασον αὐτοὺς ἐν ἀληθείᾳ. » Ὅλη γὰρ ἡ ἀνθρωπίνη φύσις ἐν τῷ ἁγιάζειν. Καὶ τὸ ἀγγελικὸν τάγμα, ὡς αὐτὸς καὶ πᾶσα ἡ κτίσις ἁγιαζομένη ἔστι καὶ φωτιζομένη· ἁγιάζον δὲ τὸ πνεῦμα καὶ φωτίζον· ἁγιάζων δὲ ὁ λόγος διὰ τοῦ πνεῦματος καὶ φωτίζων, ἁγιαζόμενος δὲ οὐδαμῶς, κτίστης γὰρ καὶ οὐ κτίσμα. Ἀλλὰ ἐνταῦθα τὸ άγιάζεσθαι ἔνθα καὶ τὸ σεσωματῶσθαι· καὶ διῄρηται μὲν τὰ πράγματα, ἥνωται δὲ κατὰ τὴν τῆς σαρκὸς πρὸς θεότητα ἕνωσιν, ὥστε μὴ διαστέλλεσθαι ἕτερον τὸν ἁγιάζοντα καὶ ἕτερον τὸν ἁγιαζόμενον· καὶ αὕτη δὲ ὅλως ἡ σάρκωσίς ἐστιν ἁγιασμός.

Ὁ γὰρ σωτὴρ πρὸς τοὺς λέγοντας, Σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεὸν, ἀποδέδωκεν τῆς ἰδίας ἀνθρωπότητος τὸν λόγον λέγων « Ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς θεοῦ εἰμι; » τίνα λέγων ἐνταῦθα ἁγιασμὸν, ἢ τὸν τῆς σαρκὸς ὑπὸ τῆς θεότητος; οὕτω γὰρ ἔζησεν τὸ σῶμα θεότητος ἁγιασμῷ, καὶ οὐκ ἀνθρωπίνης ψυχῆς κατασκευῇ, καὶ ὅλως τὸ ὅλον ἐν συναφείᾳ, Καὶ ἐνταῦθα, « Ὃν πατὴρ, φησὶν, ἡγίασεν καὶ ἀπέστειλεν, » τὸ ἁγιάζον ἅμα καὶ τὸ ἁγιαζόμενον ἁγιάζεσθαι λέγει,, τῷ ἁγιαζομένῳ συνάψας τὸ ἁγιάζον. Καὶ ἑρμηνεύει γε ἀλλαχοῦ τὸν ἁγιασμὸν τοῦτον, ὅτι γέννησις ἦν ἐκ παρθένου. « Ἐγὼ γὰρ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. » Ἐκ θελήματος μὲν γὰρ σαρκὸς καὶ ἐκ θελήματος ἀνδρὸς ὁ κοινὸς ἄνθρωπος ψυχοῦται καὶ ζῇ, τῆς ἐκπεμπομένης σπερματικῆςὕλης ἐπιφερούσης τὴν ζωοποιὸν δύναμιν εἰς τὴν ὑποδεχομένην μήτραν· ἐκ δὲ πνεύματος ἐφόδου καὶ δυνάμεως ἐπισκιασμοῦ τὸ ἅγιον ἐκ τῆς παρθένου συνίσταται βρέφος, οὐ σπερματικῆς ὕλης ἐργαζομένης τὴν θείαν, ἀλλὰ πνευματικῆς καὶ θεῖκῆς δυνάμεως ἐνδιδούσης τῇ παρθένῳ τὴν θείαν κύησιν καὶ χαριζομένης τὸν θεῖον τοκετόν.

Οὕτω δὴ κατὰ τὸν τῆς ἑνότητος τρόπον, καὶ τὸ ὑψοῦσθαι Χριστὸν, καὶ τὸ χαρισθῆναι αὐτῷ τὸ ὑπὲρ πᾶν ὄνομα, καίτοι τῆς ὑψώσεως ἰδίως οὔσης ἐπὶ τῆς κατώθεν ἀναβαινούσης σαρκὸς· ἀλλ' ὅτι οὐκ ἰδιαζόντως ἀναβαίνει, διὰ τοῦτο κοινῶς ὀνομάζεται τὸ ὅλον ὑψούμενον, καὶ τὸ κεχαρίσθαι δὲ αὐτῷ περὶ τὴν ἐξ ἀδοξίας δοξαζομένην σάρκα συνίσταται. οὐ γὰρ τὸ ἀεὶ τὴν δόξαν ἔχοντι λόγῳ προστίθεται δόξα διὰ χάριτος· ὅπερ γὰρ ὑπῆρχεν καὶ μεμένηκεν, ἐν μορφῇ θεοῦ ὑπῆρχεν, καὶ ἦν ἶσα θεῷ· ἶσον εἶναι θεῷ καὶ ἐν τῇ σαρκὶ λέγει κατὰ τὸν Ἰωάννην, πατέρα ἴδιον αὐτοῦ λέγων εἶναι τὸν θεὸν, καὶ ἶσον ἑαυτὸν ποιῶν τῷ θεῷ οὐκ ἄρα μετέπεσεν ἡ πρὸς θεὸν ἰσότης, ἀλλ' ἀναλλοίωτος ἡ θεότης ἔμεινεν ἐν ταυτότητι· ἃ δὲ ἔχει, λαμβάνειν οὐ δυνατὸν· ὥσπερ τῆς σαρκὸς ὅπερ οὐκ ἔχει λαμβανούσης, τὸ ἀπαθὲς ἐκ τῶν παθημάτων, τὸ οὐράνιον ἐκ τῆς κατὰ γῆν διατριβῆς, τὸ βασιλικὸν ἐκ τῆς ὑπ' ἀνθρώποις δουλείας, τὸ προσκυνεῖσθαι ὑπό πάσης τῆς κτίσεως ἐκ τοῦ προσκυνεῖν· ἐπὶ τοῦ ὅλου λέγεται τὸ κεχαρίσθαι αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Καὶ εἴ τις χωρίζειν τολμᾷ τὸ τῆς χάριτος ῥῆμα, καὶ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, οὐδέτερον οἰκείως λεχθήσεται· εἰ γὰρ τῷ λόγῳ κεχάρισται ὡς οὐκ ἔχοντι, οὐδέποτε διὰ χάριτος δίδοται τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· καὶ εἰ οὐκ ἀπὸ δόσεως ἀλλ' ἀπὸ φύσεως ἔχει τοῦτο, ὥσπερ ἔχει κατὰ θεότητα, οὐ δυνατόν ἐστι τοῦτο δοθῆναι αὐτῷ· ὅθεν ἐξ ἀνάγκης καὶ τὸ σωματικὸν καθόλου, καὶ τὸ θεϊκὸν καθόλου λέγεται· καὶ ὁ μὴ δυνάμενος ἐν τοῖς ἡνωμένοις διαφόροις εἰδέναι τί τὸ ἴδιον ἑκατέρου, ἐναντιώμασιν ἀσυμφώνως περιπεσεῖται· ὁ δὲ καὶ τὰ ἴδια γινώσκων καὶ τὴν ἕνωσιν φυλάσσων, οὐτε τὴν φύσιν ψεύσεται, οὔτε τὴν ἕνωσιν ἀγνοήσει.

ΙΟΥΛΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΡΩΜΗΣ ΕΓΚΥΚΛΙΟΝ.

Τοῖς πανταχοῦ ἐπισκόποις τῆς καθολικῆς ἐκκλησίας ἀγαπητοῖς ἀδελφοῖς Ἰούλιος ἐν Χριστῷ χάριν. Πέπεισμαι μὴν, ἀγαπητοὶ ἀδελφοὶ, τὴν πίστιν ἡμῶν τὴν περὶ τὸν κύριον καὶ θεὸν καὶ βασιλέα, ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας, ἀπὸ τοῦ Ὠσηὲ τοῦ προφὴτου περὶ τοῦ Θεοῦ λόγου καὶ τοῦ πατρὸς ὡς περὶ κυρίου· « Οὐ μὴ ἐγκαταλείπω τοῦ ἐξαλειφθῆναι τὸν Ἰακὼβ· ὅτι θεὸς ἐγώ εἰμι, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος· καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν· ὁπίσω κυρίου πορεύσομαι. » Ταῦτα καὶ διὰ τούτων ὅσα ὁ θεὸς λόγος ἐνανθρωπήσας, πρὸς τοὺς ἄνθρωπον αὐτὸν ἁπλῶς ἅγιον, ἀλλ' οὐ θεὸν εἶναι ὁμολογοῦντας, Θεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνθρωπος. Πιστεύω τῇ ἐν μιᾷ θεότητι καὶ οὐσίᾳ δόξαζομένῃ τε καὶ προσκυνουμένῃ τριάδι, τουτέστι πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι· καὶ τῇ ἐξ οὐρανῶν καθόδῳ, καὶ ἐξ ἁγίας παρθένου Μαρίας σαρκώσει, καὶ ἐπιφανείᾳ τοῦ θεοῦ λόγου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν ἀνθρώποις φανερώσει αὐτοῦ ὄντος θεοῦ καὶ ἀνθρώπου· οὺκ ἀλλου μὴν θεοῦ, ἄλλου δὲ ἀνθρώπου, ἀλλὰ μίαν ὑπόστασιν καὶ ὲν πρόσωπον τοῦ θεοῦ λόγου καὶ τῆς ἐκ Μαρίας σαρκὸς, ἐκ θεοῦ καὶ ἐκ γυναικὸς, τοῦ αὐτοῦ παθητοῦ καὶ ἀπαθοῦς, σαρκὶ μὴν πάσχοντος καὶ τὸ ἡμέτερον πάθος ἀναδεχομένου, θεότητι δὲ πάθος διαλύσαντος, καὶ θανάτῳ σωτηρίῳ τὸν ἡμέτερον θάνατον καταλύσαντος, φωτίσααντος δὲ ζωὴν καὶ ἀφθαρσίαν πιστοῖς δωρουμένου, μελλόντων ἀπαθῶν ἀγόλαυσιν, καὶ βασιλείας οὐρανίου καὶ θεϊκῆς σὺν δόξῃ κληρονομίαν.( Maii Coll. t. VII, p. 165.)

ΙΟΥΛΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΡΩΜΗΣ

Πρὸς τοὺς κατὰ τῆς θείας τοῦ λόγου σαρκώσεως ἀγωνιζομένους προφάσει τοῦ ὁμοουσίου. Μηδεὶς κατευτελιζέτω τὴν δεσποτικὴν καὶ σωτήριον σάρκα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προφάσει τοῦ ὁμοουσίου· οὔτε γὰρ ἡμεῖς, οὔτε ἡ ἡμετέρα σύνοδος, οὄτε τίς τῶν ἀνθρώπινον λογισμὸν ἐχόντων, σῶμα καθ' ἑαυτὸ ὁμοούσιον λέγει ἢ φρονεῖ· ἀλλ' οὐδ' ἐξ οὐρανοῦ τὴν σάρκα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγομεν, ἀλλ' ἐκ τῆς ἁγίας παρθένου Μαρίας ὁμολογοῦμεν σεσαρκῶσθαι τὸν θεὸν λόγον· καὶ οὐ διαιροῦμεν αὐτὸν ἀπὸ τῆς αὐτοῦ σαρκὸς, ἀλλ' ἔστιν ἓν πρόσωπον, μία ὑπόστασις, ὅλος ἄνθρωπος, ὅλος θεός· εἰ οὖν καθ' ὁμοιότητα τοῦ ἀνθρώπου πιστεύομεν ἐληλυθέναι τὸν δεσπότην ἡμῶν Ἰησοῦν Χριστὸν, ἐξ αὐτῆς τῆς παρθενικῆς συλλήψεως καθ' ἣν καὶ θεοτόκος ἀποδέδεικται ἡ παρθένος, καὶ τοῦτό ἐστι τὸ μυστήριον τῆς σωτηρίας ἡμῶν τὸ σαρκωθῆναι τοῦ θεοῦ λόγον, ἀχώριστός ἐστι καὶ ἀμέριστος τῆς ἑαυτοῦ σαρκὸς· καὶ κατὰ τὴν πρὸς θηὸν λόγον ἕνωσιν τῆς κατὰ τὴν ψύσιν ὁμοουσιότητος τοῦ λόγου τῆς πρὸς τὸν πατέρα ἐπικοινωνεῖ τῷ ὀνόματι ἡ νοερῶς ψυχωθεῖσα σὰρξ αὐτοῦ, οὗ καὶ σάρξ ἐστιν· εἴ γε ἀληθῶς σάρκα ὁμολογοῦμεν γεγενῆσθαι τοῦ θεοῦ λόγον· εἰ δὲ μὴ ἐπικοινωνεῖ, πάντη ἀπηλλοτρίωται· οὔτε γὰρ σωτηρία ἐκ τῆς σαρκώσεως ἐπηκολούθει τοῖς πιστοῖς ἐκτὸς τῆς θείας τριάδος ὑπαρχούσης· οὐδὲν γὰρ προσκυνητὸν οὐδὲ σωτήριον ἐκτὸς τῆς θείας τριάδος· ἀλλὰ περιττὴ τίς καὶ ἄκαιρος αὐτοῖς ἀποδειχθήσεται ἡ σάρκωσις, ψεῦδος δὲ εὐρεθήσεται κατ' αὐτοὺς καὶ τὰ τῶν θείων γραφῶν, οἷον τὸ, « Ὁ λόγος σὰρξ ἐγένετο » καὶ τὸ « Ἐτέχθη ἡμῖν σήμερον Ἰησοῦς Χριστὸς ἐν πόλει Δαβίδ » Ψεῦδος δὲ καὶ τὸ, Θεὸς ἰσχυρὸς, καὶ τὸ Παιδίον καὶ πάντα τὰ τούτοις ὅμοια· ἀλλ' οὐδὲ θεοτόκος ἡ παρθένος ἔτι πιστευθήσεται, ὅπερ ἀθέμιτον, καὶ ἀσεβὲς τὸ τοιοῦτον, καὶ ἀλλότριον πάσης θεοσεβοῦς ψυχῆς· ἀνατραπήσεται γὰρ αὐτοῖς πᾶσα ἐλπὶς χριστιανῶν, καὶ αὐτὸς ὁ χριστιανισμὸς εἰς οὐδὲν λογισθήσεται· οὐδὲ γάρ τὸ μέγα καὶ τίμιον δῶρον τὸ χριστιανῶν τὸ εἰς τὸν θάνατον τοῦ Χριστοῦ τελούμενον λουτρὸν, θεῖόν τι λογισθήσεται ἀλλὰ ἀνθρώπινον, εἴ γε οὐδὲ ἐναρίθμιός ἐστι τῇ θείᾳ τριάδι ἡ σάρκωσις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ἡμῖν δὲ ὁμολογητὲον υἱὸν θεοῦ καὶ ἀληθινὸν τὸν πρὸ αἰῶνος, τὸν ὁμοούσιον τῷ πατρὶ Χριστὸν Ἱησοῦν τὸν κύριον ἡμῶν, ὃν ἡ παρθένος ἐγέννησε σωτῆρα καὶ λυτρωτὴν· καὶ τούτῳ τὴν προσκύνησιν ὀφειλόντως προσφέρομεν· καὶ οὐκ ἀφορίζεται τῆς προσκυνήσεως ἡ σὰρξ αὐτοῦ· ἀδύνατον γὰρ μὴ διοριζομένης τῆς θείας ζωῆς, διορίζεσθαι τὰ τῆς προσκυνήσεως· οὗ γάρ τις τὴν σάρκα οὐ προσκυνεῖ, τοῦτον οὐ προσκυνεῖ· οὐκοῦν ἐν τῇ ἑνώσει τοῦ λόγου πρὸς τὴν ἔμψυχον καὶ λογικὴν αὐτοῦ σάρκα, ὡς ἑνὶ υἱῷ μία καὶ προσκύνησις προσφέρεται παρ' ἡμῶν, ὡς ὁ εὐαγγελιστὴς μίαν ζωὴν τοῦ λόγου καὶ τῆς σαρκὸς εὐαγγελιζόμενος, « Ὁ λόγος, φησὶ, σὰρξ ἐγένετο. » Οὐκοῦν εἰ σὰρξ ὁ λόγος γέγονεν, τὸν λόγον προσκυνῶν τις, τὴν σάρκα προσκυνεῖ· καὶ τὴν σάρκα προσκυνῶν τις, τὴν θεότητα προσκυνεῖ· καὶ οἱ προσκυνοῦντες τὸν Χριστὸν Ἰησοῦν ἀπόστολοι τῷ σώματι προσκυνοῦντες, τὸν θεὸν λόγον προσεκύνουν· καὶ ἄγγελοι δὲ αὐτῷ διηκόνουν ὡς ἂν ἰδίῳ δεσπότῃ τῷ σώματι προσιόντες· καὶ ἡ παρθένος ἀπ' ἀρχὴς σάρκα τεκοῦσα, τὸν λόγον ἔτικτεν, καὶ ἦν θεοτόκος· καὶ ἰουδαῖοι τὸ σῶμα σταυρώσαντες, τὸν θεὸν ἐσταύρωσαν· καὶ οὐδεμία διαίρεσις τοῦ λόγου καὶ τῆς σαρκὸς αὐτοῦ ἐν ταῖς θείαις προφέρεται γραφαῖς, ἀλλ' ἔστι μία φύσις, μία ὑπόστασις, μία ἐνέργεια, ἓν πρόσωπον, ὅλος θεὸς, ὅλος ἄνθρωπος ὁ αὐτὸς· οὐσία γὰρ αὐτοῦ κατὰ μὲν τὸ ἀόρατον ἡ θεότης, κατὰ δὲ τὸ ὁρατὸν ἡ σὰρξ· οὔτε οὖν ἠλλοτρίωται, οὔτε μεμέρισται τῆς θείας τριάδος ἡ σάρκωσις τοῦ κυρίου ἡμῶν Ἰησου Χριστοῦ· καὶ γὰρ ἐν τῇ τῆς τριάδος ἐξαριθμήσει ἔφη τὸ βάπτισμα τὸ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ σαρκὸς ἀνάστασιν διδόμενον, ὅπέρ ἐστι θεότητος ἔργον καὶ οὐ κτιστής φύσεως· ἓν γὰρ καὶ ταυτὸν τὸ σῶμα καὶ ὁ θεὸς, οὗ τὸ σῶμα· οὐ μεταβληθείσης τῆς σαρκὸς εἰς τὸ ἀσματον, ἀλλ' ἐχούσης καὶ τὸ ἴδιον τὸ ἐξ ἡμῶν κατὰ τὴν ἐκ παρθένου γέννησιν, καὶ τὸ ὑπὲρ ἡμᾶς κατὰ τὴν τοῦ θεοῦ λόγου σύγκρασιν ἤτοι ἕνωσιν. ( Indidem. )


α'. Ἀνέγνων τὰ γράμματα τὰ διὰ τῶν πρεσβυτέρων μου Ἐλπιδίου καὶ Φιλοξένου ἀποκομισθέντα, καὶ ἐθσύμασα, πῶς ἡμεῖς μὲν ἀγάπῃ καὶ συνειδήσει ἀληθείας ἐγράψαμεν, ὑμεῖς δὲ μετὰ φιλονεικίας, καὶ οὐχ ὡς ἔπρεπεν, ἐπεστείλατε. ὑπεροψία γὰρ καὶ ἀλαζονεία τῶν γραψάντων διὰ τῆς ἐπιστολῆς ἐδείκνυτο. ταῦτα δὲ ἀλλότρια τῆς ἐν Χριστῷ πίστεώς ἐστιν. ἔδει γὰρ τὰ μετὰ ἀγάπης γραφέντα, ἀμοιβῆς τῆς ἴσης μετὰ ἀγάπης τυχεῖν, καὶ μὴ μετὰ φιλονεικίας. ἢ οὐχὶ ἀγάπης ἐστὶ γνώρισμα πρεσβυτέρους ἀποστεῖλαι συμπαθεῖν τοῖς πάσχουσι, προτρέψασθαί τιὺς γράψαντας ἐλθεῖν, ἵνα πάντα θᾶττον λύσιν λαβόντα διορθωθῆναι δυνηθῆ, καὶ μηκέτι μὴτε οἱ ἀδελφοὶ ἡμῶν πάσχωσι μὴτε ὑμᾶς τινες διαβάλλωσιν; ἀλλ' οὐκ οἰδά τι τὸ δόξαν οὔτως ὑμᾶς διατεθῆναι, ὥστε καὶ ἡμᾶς ποιῆσαι λογίζεσθαι, ὃτι καὶ ἐν οἷς ἐδόξατε ῥήμασιν ἡμᾶς τιμᾷν, ταῦτα μετασχηματιζόμενοι μετὰ εἰρωνείας τινὸς εἰρήκατε. καὶ γὰρ καὶ οἱ πρεσβύτεροι οἱ ἀποσταλέντες, οὓς ἕδει μετὰ χαρᾶς ἐπανελθεῖν, τούναντίον λυπούμενοι ἐπανῆλθον, ἐφ' οἷς ἑωράκασιν ἐκεῖ γενομένοις. καὶ ἔγωγε τοῖς γράμμασιν ἐντυχὼν, πολλὰ λογισάμενος, κατέσχον παρ' ἐμαυτῷ τὴν ἐσπιστολὴν, νομίζων ὃμως ἥξειν τινὰς, καὶ μὴ χρείαν εἶναι τῆς ἐπιστολῆς, ἵνα μὴ καὶ ἐς φανερὸν ἐλθοῦσα, πολλοὺς τῶν ἐν ταῦτα λυπήσῃ. ἐπειδὴ δὲ, μηδενὸς ἐλθόντος, ἀνάγκη γέγονεν αὐτὴν προκομισθῆναι, ὁμολογῶ ὑμῖν, πάντες ἐθαύμασαν, καὶ ἐγγὺς ἀπιστίας γεγόνασιν, εἰ ὅλως παρ' ὑμῶν τοιαῦτα ἐγράφη. φιλονεικίας γὰρ μᾶλλον καὶ οὐκ ἀγάπης ἦν ἡ ἐπιστολή. εἰ μὲν οὕν φιλοτιμίας λόγων ἕνεκεν ὁ ὑπαγορεύσας ἔγραψεν, ἄλλων τὸ τοιοῦτον ἐπιτήδευμα. ἐν γὰρ τοῖς ἐκκλησιαστικοῖς οὐ λὸγων ἐπιδειξίς ἐστιν, ἀλλὰ κανόνες Ἀποστολικοὶ, καὶ σπουδὴ τοῦ μὴ σκανδαλίζειν ἕνα τῶν μικρῶν τῶν ἐν τῇ ἐκκλησίᾳ. συμφέρει γὰρ, κατὰ τὸν ἐκκλησιαστικὸν λόγον, μύλον ὀνικὸν κρεμασθῆναι εἰς τὸν τράχηλον καὶ καταποντισθῆναι, ἢ σκανδαλίσαι κᾂν ἕνα τῶν μικρῶν. εἰ δὲ ὡς τινῶν λελυπημένων διἀ τὴν πρὸς ἀλλήλοις μικροψυχίαν, οὐ γὰρ ἂν εἴποιμι πάντων εἶναι ταύτην γνώμην, τοιαύτη γέγονεν ἡ ἐπιστολὴ, ἔπρεπε μὲν μηδὲ ὃλως λυπηθῆναι, μηδὲ ἐπιδῦναι τὸν ἥλιον ἐπὶ τῇ λύπῃ· ἔδει δὲ ὅμως μὴ εἰς τοσοῦτον παραχθῆνσι, ὥστε καὶ ἔγγραφον αὐτὴν ἐπιδείξασθαι.


β'. Τί γὰρ καὶ γέγονεν ἄξιον λύπης, ἢ ἐν τίνι ἦν ἄξιον λυπηθῆναι ὑμᾶς οἷς καὶ ἐγράψαμεν; ἢ ὃτι προετρεψάμεθα εἰς σύνοδον ἀπαντῆσαι; ἀλλὰ τοῦτο μᾶλλον ἔδει μετὰ χαρᾶς δέξασθαι. οἱ γὰρ παῤῥησίαν ἔχοντες; ἐφ' οἷς πεποιήκασι, καὶ, ὡς αὐτοὶ λέγουσιν, κεκρίκασιν, οὐκ ἀγανακτοῦσιν εἰ παρ' ἑτέρων ἐξετάζοιτο ἡ κρίσις, ἀλλὰ θαῤῥοῦσιν, ὅτι ἀ δικαίως ἔκριναν, ταῦτα ἄδικα οὖκ ἄν ποτε γένοιτο. διὰ τοῦτο καὶ οἱ ἐν τῇ κατὰ Νίκαιαν μεγάλῃ συνόδῳ συνελθόντες ἐπίσκοποι, οὐκ ἄνευ θεοῦ βουλὴσεως συνεχώρηται ἐν ἑτέρᾳ συνόδῳ τὰ τῆς προτέρας ἐξετάζεσθαι, ἵνα καὶ οἱ κρίνοντες, πρὸ ὠφθαλμῶν ἔχοντες τὴν ἐσομένην δευτέραν κρίσιν, μετὰ πάσης ἀσφαλείας ἐξετάζωσι, καὶ οἰ κρινόμενοι πιστεύωσι, μὴ καθ' ἔχθραν τῶν προτέρων, ἀλλὰ κατὰ τὸ δίκαιον ἑαυτοὺς κρίνεσθαι. εἰ δὲ τοιοῦτὸν ἔθος παλαιὸν τυγχάνον, μνημονευθὲν δὲ καὶ γραφὲν ἐν τῇ μεγάλῃ συνόδῳ ὑμεῖς τοῦτο παρ' ὑμῖν ἰσχύειν οὐ θέλετε, ἀπρεπὴς μὲν ἡ τοιαύτη παραίτησις. τὸ γὰρ ἅπαξ συνήθειαν ἐσχηκὸς ἐν τῇ ἐκκλησίᾳ. καὶ ὑτὸ συνόδων βεβαιωθὲν, οὐκ εὔλογον ὑπὸ ὀλίγων παραλύεσθαι. ἄλλως τε οὐδὲ ἐν τούτῳ δικαίως ἂν φανεῖεν λυπηθέντες. οἱ γὰρ παρ' ὑμῶν τῶν περὶ Εὐσέβιον ἀποσταλέντες μετὰ γραμμάτων, λέγω δὴ Μακάριος ὁ πρεσβύτερος, καὶ Μαρτύριος καὶ Ἡσύχιος οἱ διάκονοι ἀπαντὴσαντες ἐνταῦθα, ὡς οὐκ ἠδυνήθησαν πρὸς τοὺς ἐλθόντας Ἀθανασίου πρεσβυτέρους ἀντιστῆναι, ἀλλ' ἐν πᾶσι διετρέποντο καὶ διηλέγχοντο, τὸ τηνικαῦτα ἠξίωσαν ἡμᾶς, ὥστε σύνοδον συγκρυτῆσαι, καὶ γράψαι καὶ Ἀθανασίῳ τῷ ἐπισκόπῳ εἰς Ἀλεξανδρείαν, γράψαι δὲ καὶ τοῖς περὶ Εὐσέβιον, ἵνα ἐπὶ παρουσίᾳ πάντων ἡ δίκαια κρίσις ἐξενεχθῆναι δυνηθῇ· τότε γὰρ καὶ ἀποδεικνύναι πάντα τὰ κατὰ Ἀθανάσιον ἐπηγγείλαντο. κοινῇ γὰρ ὑφ' ἡμῶν διηλέγχθησαν οἱ περὶ Μαρτύριον καὶ Ἡσύχιον, καὶ οἱ Ἀθανασίου τοῦ ἐπισκόπου τῆς Ἀλεξανδρείας πρεσβύτεροι μετὰ πεποιθήσεως ἀνθίσταντο, οἱ δὲ περὶ Μαρτὺριον, εἰ δεῖ τ' ἀληθὲς εἰπεῖν, ἐν πᾶσι διετρέποντο, ὃθεν καὶ ἠξίωσαν σύνοδον γενέσθαι. εἰ τοίνυν μηδὲ τῶν περὶ Μαρτύριον καὶ Ἡσύχιον ἀξιωσάντων γενέσθαι σὺνοδον, προτρεψάμενος ἢμην ἐγὼ σκύλαι τοὺς γράψαντας ἕνεκεν τοὺ ἀδελφῶν ἡμῶν τῶν αἰτιωμένων ἀδικίαν πεπονθέναι, καὶ οὒτως εὒλογος ἦν καὶ δικαία ἡ προτροπὴ, ἔστι γὰρ ἐκκλησιαστικὴ καὶ Θεῷ ἀρέσκουσα. ὅτε δὲ οὓς ὑμεῖς αὐτοὶ οἱ περὶ Εὐσέβιον ἀξιοπίστους ἡγήσασθε, καὶ οὗτοι ἠξiacgr;ωσαν ἡμᾶς συγκαλέσαι, ἀκόλουθον ἦν τοὺς κληθέντας μὴ λυπηθῆναι, ἀλλὰ μᾶλλον προθύμως ἀπαντῆσαι. οὐκοῦν ἡ μὲν δόξασα ἀγανάκτησις τῶν λυπηθέντων προπετής. ἡ δὲ παραίτησις τῶν μὴ θελησάντων ἀπαντῆσαι ἀπρεπὴς καὶ ὓποπτος ἐκ τοὺτων δείκνυται. αἰτιᾶταί τις, ὃπράττων αὐτὸς ἀποδέχεται, εἰ παρ' ἑτέρου γινόμενα βλέποι;

γ'. Εἰ γὰρ, ὡς γράφεθε, ἀσαλυτον ἒχει τὴν ἰσχὺν ἑκάστη σὺνοδος, καὶ ἀτιμάζετται ὁ κρίνος, ἰὰν παρ' ἑτέρων ἡ κρίσις ἐξετάζηται, σκοπεῖτε, ἀγαπητοι, τίνες εἰσὶν οἱ σύνοδον ἀτιμάζοντες, καὶ τίνκς τὰ τῶν φθασάντων κρῖναι διαλύουσι. καὶ ἵνα μὴ τὰ καθ' ἒκαστον νῦν ἔξετάζων ἐπιβαρεῖν τινας δοκῶ, ἀλλὰ τόγε τελευταῖον γενόμενον, ἐφ' ᾧ καὶ φρίξειεν ἄν τις ἀκούων ἀρκεῖ πρὸς ἀπόδειξιν πάντων τῶν παραλειφθέντων. Οἱ ρειανοὶ οἱ ἀπὸ τοῦ τῆς μακαρίας μνήμης Ἀλεξάνδρου τοῦ γενομένου ἐπισκόπου τῆς Ἀλεξανδρείας ἐπὶ ἀσεβείᾳ ἐκβληθέντες, οὐ μόνον ὑπὸ τῶν καθ' ἑκάστην πόλιν ἀπεκηρύχθησαν, ἀλλὰ καὶ ὑπὸ πάντων τῶν κοινῇ συνελθόντων ἐν τῇ κατὰ Νίκαιαν μεγάλῃ συνόδῳ ἀνεθεματίσθησαν. οὐ γὰρ ἦν αὐτῶν τὸ τυχὸν πλημμέλημα, οὐδὲ εἰς ἄνθρωπον ἦσαν ἁμαρτήσαντες, ἀλλ' εἰς αὐτὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Ξριστὸν τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος. καὶ ὅμως οἱ ὑπὸ πάσης τῆς οἰκουμένης ἀποκηρυχθέντες, καὶ κατὰ πᾶσαν ἐκκλησίαν στηλιτευθέντες, νῦν λέγονται δεδέχθαι, ἐφ' ᾧ καὶ ὑμᾶς ἀκούσαντας χαλεπαίνειν δίκαιον ἡγοῦμαι. τίνες οὖν εἰσιν οἱ σύνοδον ἀτιμάζοντες; οὐχὶ οἱ τῶν τριακοσίων τὰς ψήφους παρ' οὐδὲν θέμενοι, καὶ ἀσέβειαν εὐσεβείας προκρίναντες; ἡ μὲν γὰρ τῶν Ἀρειομανιτῶν αἵρεσις ὑπὸ πάντων τῶν ἁπανταχοῦ ἐπισκόπων κατεγνώσθη καὶ ἀπεκηρύχθη· Ἀθανάσιος δὲ καὶ Μάρκελλος οἱ ἐπίσκοποι πλείονας ἔχουσι τοὺς ὑπὲρ ἑαυτῶν λέγοντας καὶ γράφοντας. Μάρκελλος μὲν γὰρ ἐμαρτυρήθη ἡμῖν, καὶ ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ τοῖς τὰ Ἀρείου φρονοῦσιν ἀντειρηκώς. Ἀθανάσιος δὲ ἐμαρτυρήθη, μηδὲ ἐν Τύρῳ καταγνωσθεὶς, ἐν δὲ τῷ Μαρεώτῃ μὴ παρεῖναι ἒνθα τὰ ὑπομνήματα κατ' αὐτοῦ γεγενῆσθαι λέγεται. οἴδατε δὲ, ἀγαπητοὶ, ὅτι τὰ κατὰ μονομέρειαν ἰσχὺν οὐκ ἔχει, ἀλλ' ὕποπτα τυγχάνει. καὶ ὅμως τούτων ὄντων, ἡμεῖς ὑπὲρ ἀκριβείας, οὒτε τοῖς ὑπὲρ αὐτῶν γράψασι πρόκριμα ποιοῦντες, προετρεψάμεθα τους γράψαντας ἐλθεῖν, ἵν' ἐπειδὴπλείους εἰσὶν οἱ ὑπὲρ αὐτῶν γράψαντες, ἐπὶ συνὸδου πάντα ἐξετασθῇ· πρὸς τὸ μηδὲ τόν ἀναίτιον κατακριθῆναι. μήτε τὸν ὑπεύθυνον ὡς καθαρὸν λογισθῆναι. οὐκοῦν οὐ παρ' ἡμῶν ἀτιμάζεται σύνοδος, ἀλλὰ παρ' ἐκείνων τῶν ἁπλῶς καὶ ὡς ἔτυχε τοὺς παρὰ πάντων κατακριθέντας Ἀρεια· νοὺς, καὶ παρὰ γνώμην τῶν κρινάντων, δοξαμένων. οἱ γὰρ πλείονες ἢδη ἀναλύσαντές εἰσι σὺν Χριστῷ· οἱ δὲ ἒτι καὶ νῦν ἐν τῷ βίῳ τούτῳ ἐξετάζονται, ἀγανακτοῦντες ὅτι τὴν αὑτῶν κρίσιν ἔλυσάν τινες.


δ'. Τοῦτο δὲ καὶ ἀπὸ τῶν γενομένων μὲν ἐν τῇ Ἀλεξανδρείᾳ ἔγνωμεν. καὶ γὰρ καὶ Καρπώνης τις ἐκβληθεὶς ὑπὸ Ἀλεξάνδρου διὰ τὴν Ἀρείου αἵρεσιν μετά τινων, καὶ αὐτῶν ἐκβληθέντων διὰ τὴν αὐτὴν αἵρεσιν, ἐληλύθασιν ἐνταῦθα, ἀποσταλέντες παρὰ Γρηγορίου τινός. ὁμῶς δὲ ἐμάθομεν καὶ παρὰ Μακαρίου τοῦ πρεσβυτέρου, καὶ Μαρτυρίου καὶ Ἡσυχίου τῶν διακόνων· πρὸ τῶν γὰρ ἀπαντῆσαι τοὺς Ἀθανασίου πρεσβυτέρους, προετρέποντο ἡμᾶς γράφειν ἐν Ἀλεξανδρείᾳ Πιστῷ τινι, ἡνίκα καὶ Ἀθανάσιος ὁ ἐπίσκοπος ἐν Ἀλεξανδρείᾳ ἦν. τοῦτον δὲ τὸν Πιστὸν οἱ Ἀθανασίου τοῦ ἐπισκόπου πρεσβύτεροι παραγενόμενοι ἀπέδειξαν εἶναι Ἀρειανὸν, ἐκβληθέντα μὲν ὑπὸ Ἀλεξάνδρου τοῦ ἐπισκόπου καὶ τῆς κατὰ Νίκαιαν συνόδου, κατασταθέντα δὲ ὑπὸ Σεκούνδου τινὸς, ὃν ἡ μεγάλη σύνοδος Ἀρειανὸν ὅντα ἐξέβαλε. τοῦτο δὲ οὐδὲ αὐτοὶ οἱ περὶ Μαρτύριον ἀντέλεγον, οὐδὲ ἠρνοῦντο τὸν Πιστὸν ὑπὸ Σεκούνδου ἐσχηκέναι τὴν κατάστασιν. σκοπεῖτε τοίνυν καὶ ἐκ τούτων, τίνες ἂν ὑπὸ μέμψιν δικαίως γίνοιντο, οἱ μὴ πεισθέντες ἡμεῖς, ὥστε Πιστῷ τῷ Ἀρειανῷ γράψαι, ἢ οἱ συμβουλεύοντες ἀτιμάσαι τὴν μεγάλην σύνοδον, καὶ τοῖς ἀσεβέσιν ὡς εὐσεβέσι γράψαι; καὶ γὰρ καὶ Μακάριος ὁ πρεσβύτερος. ὁ παρὰ Εὐσεβίου μετὰ τῶν περὶ Μαρτύριον ἀποσταλεὶς, ὡς ἢκουσεν ἐπιστάντας τοὺς πρεσβυτέροὺς Ἀθανασίου, ἐκδεχομένων ἡμῶν τὴν παρουσίαν αὐτοῦ μετὰ τῶν περὶ Μαρτύριον καὶ Ἡσύχιον, ἀπεδήμησε νυκτὸς, καίτοι νοσῶν τῷ σώμασι, ὡς ἐκ τούτου λοιπὸν ἡμᾶς ἀκολούθως στοχάζεσθαι, ὅτι αἰσχυνόμενος τὸν κατὰ Πιστοῦ ἔλεγχον, ἀνεχώρησεν. ἀδύνατον γὰρ τὴν κατάστασιν Σεκούδου τοῦ Ἀρειανοῦ, ἐν τῇ καθολικῇ ἐκκλησίᾳ ἰσχύσαι. ἀτιμία γὰρ ἀληθῶς αὓτη κατὰ τῆς συνόδου καὶ τῶν ἐν αὐτῇ συνελθόντων ἐπισκόπων, ἐὰν τὰ μετὰ τοσαύτῃς σπουδῆς καὶ εὐλαβείας ὡς θεοῦ παρόντος γενόμενα, ἀντὶ μηδενὸς λυθῇ.


ε'. Εἴπερ οὖν, ὡς γράφετε, ἐκ τοῦ κατὰ Νοβάτον καὶ τὸν Σαμοσατέα Παῦλον παραδείγματος τὰ τῶν συνόδων ἰσχύειν δόγματα χρὴ, ἔδει μᾶλλον μὴ λυθῆναι τῶν τριακοσίων τὴν ψῆφον, ἔδει τὴν καθολικὴν σύνοδον ὑπὸ τῶν ὀλίγων μὴ ἀτιμασθῆναι. αἱρετικοὶ γὰρ οἱ Ἀρειανοὶ, ὥσπερ κᾀκεῖνοι, καὶ ὅμοιαι αἱ κατὰ τούτων ψῆφοι ταῖς κατ' ἐκείνων. τούτων δὲ τολμηθέντων, τίνες εἰσὶν οἱ φλόγα διχονοίας ἀνάψαντες; ἡμᾶς γὰρ τοῦτο πεποιηκέναι γράψαντες, ἐμέμψασθε. ἆρ' οὖν ἡμεῖς διχονοίας εἰργασάμεθα, οἱ συναλγοῦντες τοῖς πάσχουσιν ἀδελφοῖς, ααὶ κατὰ κανόνα πάντα πεποιηκότες, ἢ οἱ φιλονείκως καὶ παρὰ κανόνα τῶν τριακοσίων τὴν ψῆφον λύσαντες, καὶ κατὰ πάντα τὴν σύνοδον ἀτιμάσαντες; οὐ γὰρ μόνον οἱ Ἀρειανοὶ ἐδέχθησαν, ἀλλὰ καὶ ἀπὸ τόπου εἶς τόπον μεμελετὴκασιν ἐπίσκοποι διαβαίνειν. Εἰ οὖν ἀληθῶς ἴσην καὶ τὴν αὐτὴν ἡγεῖσθε τιμὴν τὴν ἐπισκόπων, καὶ μὴ ἐκ τοῦ μεγέθους τῶν πόλεων, ὡς γράφετε, κρίνετε τοὺς ἐπισκόπους· ἔδει τὸν πεπιστευμένον μικρὰν, μένειν ἐν τῇ πιστευθείσῃ, καὶ μὴ ἐξουθενεῖν μὲν τὸ πεπιστευμένον, μεταβαίνειν δέ εἰς τὴν μὴ ἐγχειρισθεῖσαν, ἵνα τῆς μὲν παρὰ θεοῦ δοθείσης καταφρονῇ, τὴν δὲ τῶν ἀνθρώπων κενοδοξίαν ἀγαπήσῃ.


ϛ'. Οὐκοῦν, ἀγαπητοὶ, ἔδει ἀπαντῆσαι, καὶ μὴ παραιτήσασθαι· ἵνα καὶ τέλος λάβῃ τὸ πρᾶγμα· τοῦτο γὰρ ὁ λόγος ἀπαιτεῖ ἀλλ' ἴσως ἡ προθεσμία ἐνεπόδισε· γράψαντες γὰρ ἐμέμψασθε, ὅτι στεντὴν τὴν προθεσμίαν τῆς συνόδου ὡρίσαμεν. ἀλλά καὶ τοῦτο, ἀγαπητοὶ, πρόφασίς ἐστιν. εἰ μὲν γὰρ ἐρχομένους τινὰς συνέκλεισεν ἡ ἡμέρα, στενὸν ἂν τὸ διάστημα τῆς προθεσμίας ἠλέγχθη. εἰ δὲ οἱ ἐλθεῖν μὴ βουλόμενοι, κατεσχήκασι καὶτούς πρεσβυτέρους ἕως αὐτοῦ τοῦ Ἰανουαρίου μηνὸς, μὴ θαῤῥούντων ἐστὶν ἡ πρόφασις ἦλθον γὰρ ἃν, ὡς προεῖπον, εἰ ἐθάῤῥουν, οὐ πρὸς τὸ διάστημα τῆς ὁδοῦ σκοποῦντες, οὐδὲ πρὸς τὴν προθεσμίαν ὁρῶντες, ἀλλ' ἐπὶ τοῖς δικαίοις καὶ τοῖς εὐλόγοις παῤῥησιαζόμενοι.


ζ'. Ἀλλ' ἴσως διὰ τὸν καιρὸν οὐκ ἀπήντησαν· τοῦτο γὰρ γράφοντες πάλιν ἐδηλώσατε, ὡς ἄρα ἔδει ἡμᾶς σκοπήσαντας τὸν ἐπὶ τῆς ἑώας καιρὸν μὴ προτρέψασθαι ὐμᾶς ἀπαντῆσαι. εἐ μὲν οὖν διὰ τὸ τοιοῦτον εἶναι τὸν καιρὸν οὐκ ἀπηντήσατε, ὣς φατε, ἔδει προτέρους ὑμᾶς τὸν καιρὸν τοῦτον σκοπήσαντας μὴ αἰτίους σχίσματος, μηδὲ ὀλολυγῆς καὶ θρήνων ἐν ταῖς ἐκκλησίαις γένεσθε. νῦν δὲ οἱ ταῦτα πεποιηκότες ἔδειξαν μὴ τὸν καιρὸν αἲτιον, ἀλλὰ τὴν προαίρεσιν τῶν μὴ θελησάντων ἀπαντῆσαι.


η'. Θαυμάζω δὲ κᾀκεῖνο τὸ μέρος τῆς ἐπιστολῆς, πῶς ὄλως κᾀν ἐγράφη παρ' ὑμῶν, ὅτι δὴ τοῖς περὶ Εὐσέβιον μόνοις, καὶ οὐ πᾶσιν ὑμῖν, μόνος ἒγραψα. εὐχέρειαν γὰρ τῶν μεμψαμένων μᾶλλον ἄν τις εὕροι, ἤπερ ἀλήθειαν. ἐγὼ γὰρ οὐκ ἄλλοθεν λαβ;ὼν κατὰ Ἀθανασίου γράμματα, ἢ διὰ τῶν περὶ Μαρτύριον καὶ Ἡσύχιον, ἐκείνοις ἀνάγκῃ ἔγραψα τοῖς καὶ γράψασι κατ' αὐτοῦ. ἒδει τοίνυν ἣ αὐτοὺς περὶ Εὐσέβιον μὴ μόνους χωρὶς πάντων ὑμῶν γράψαι, ἒ ὑμᾶς, οἷς μὴ ἔγραψα, μὲ λυπεῖσθαι, εἰ ἐκείνοις ἐγράφη τοῖς καὶ γράψασιν. εἰ γὰρ ἐχρῆν καὶ πᾶσιν ὑμῖν ἐπιστεῖλαι, ἔδει καὶ ὑμᾶς σὺν ἐκείνοις γράψαι. νῦν δὲ τό ἀκόλουθον σκοποῦντες, ἐκείνοις ἐγράψαμεν τοῖς καὶ δηλώσασιν ἡμῖν, καὶ τοῖς ἀποστείλασι πρὸς ἡμᾶς. εἰ δὲ καὶ μόνον ἐμὲ γεγραψέναι ἐκείνοις ἐκίνησεν ὑμᾶς, ἀκὸλουθόν ἐστιν ὑμᾶς ἀγανακτεῖν, ὃτι καὶ μόνῳ ἐμοὶ ἔγραψαν. ἀλλὰ καὶ ἐν τούτῳ πιθανὴ μὲν καὶ οὐκ εὒλογος ἡ πρόφασις, ἀγαπητοί. ὃμως δὲ γνωρίσαι ὑμῖν ἀναγκαῖον, ὃτι εἰ καὶ μόνος ἒγραψα, ἀλλ' οὐκ ἐμοῦ μόνου ἐστὶν αὓτη ἡ γνώμη. ἀλλὰ καὶ πάντων τῶν κατὰ τὴν Ἰταλίαν, καὶ τῶν ἐν τούτοις τοῖς μέρεσιν ἐπισκόπων. καὶ ἔγωγε τοὺς πάντας οὐκ ἠθέλησα ποιῆσαι γράψαι, ἵνα μὴ παρὰ πολλῶν τὸ βάρος ἔχωσιν. ἀμέλει καὶ νῦν τῇ ὁρισθείσῃ προθεσμίᾳ συνῆλθον ἐπίσκοποι, καὶ ταύτης τῆς γνώμης γεγόνασιν, ἣν πάλιν γράψων ὑμῖν σημαίνω. ὥστε, ἀγαπητοὶ, εἰ καὶ μόνος ἐπιστέλλω, ἀλλὰ πάντων γνώμην ταύτην εἶναι γινώσκετε. ταῦτα μὲν οὖν περὶ τοῦ μὴ εὐλόγους τινὰς ἐξ ὑμῶν προφάσεις, ἀλλὰ ἀδίκους καὶ ὑπόπτους πορίσασθαι.


θ'. Περὶ δὲ τοῦ μὴ εὐχερῶς μηδὲ ἀδίκως ἡμᾶς ὑποδεδέχθαι εἰς κοινωνίαν τοὺς συνεπισκόπους ἡμῶν Ἀθανάσιον καὶ Μάρκελλον εἰ καὶ τὰ προλεχθέντα ἱκανὰ, ὅμως διὰ βραχέων εὒλογον ὑμῖν δεῖξαι. ἒγραψαν οἱ περὶ Εὐσέβιον πρότερον κατὰ τῶν περὶ Ἀθανάσιον, ἐγράψατε δὲ καὶ νῦν ὑμεῖς, ἒγραψαν δὲ καὶ πλεῖστοι ἐπίσκοποι ἀπὸ τῆς Αἰγύπτου καὶ ἐξ ἄλλων ἐπαρχιῶν ὑπὲρ Ἀθανασίου. πρῶτον μὲν οὖν τὰ κατ' αὐτοῦ γράμματα παρ' ὑμῶν μάχεται πρὸς ἑαυτὰ, καὶ οὐδεμίαν συμφωνίαν ἔχει τὰ δεύτερα πρὸς τὰ πρῶτα, ἀλλ' ἐν πολλοῖς τὰ πρῶτα ὑπὸ τῶν δευτέρων λύεται, καὶ τὰ δεύτερα ὑπὸ τῶν πρώτων διαβάλλεται. ἀσυμφώνων δὲ ὄντων τῶν γραμμάτων, οὐδεμία πίστις περὶ τῶν λεγομένων ἐστὶν. ἔπειτα εἰ τοῖς παρ' ὑμῶν γραφεῖσιν ἀξιοῦτε πιστεύειν, ἀκόλουθόν ἐστι καὶ τοῖς ὑπὲρ αὐτοῦ γράψασι μὴ ἀπιστῆσαι. καὶ μάλιστα, ὅτι ὑμεῖς μὲν πόῤῥωθεν, ἐκεῖνοι δὲ ἐν τοῖς τόποις ὄντες, καὶ εἰδότες τὸν ἄνδρα καὶ τὰ ἐκεῖ γινόμενα πράγματα, γράψουσι μαρτυροῦντες αὐτοῦ τῷ βίῳ, καὶ διαβεβαιούμενοι ἐν πᾶσιν αὐτὸν συσκευὴν πεπονθέναι· καὶ πάλιν Ἀρσένιός τις ἐpgr;ίοκοπος ἐλέχθη ποτέ ὡς ἀναιρεθεὶς παρὰ Ἀθανασίου· ἀλλὰ τοῦτον ἐμάθομεν ζῇν, ἀλλὰ καὶ φιλίαν ἔχειν πρὸς αὐτόν.


ι'. Τὰ ὑπομνὴματα τὰ ἐν Μαρεώτῃ γενόμενα διεβεβαιώσατο κατὰ μονομέρειαν γεγενῆσθαι. μήτε γὰρ ἐκεῖ παρεῖναι Μακάριον τὸν πρεσβύτερον τὸν κατηγορούμενον, μέτε αὐτὸν τὸν ἐπίσκοπον αὐτοῦ Ἀθανάσιον, καὶ τοῦτο οὐ μόνον ἐκ τῶν αὐτοῦ λόγων, ἀλλὰ καὶ ἐκ τῶν ὑπομνημάτων ὦν ἐκόμισαν ἡμῖν οἱ περὶ Μαρτύριον καὶ Ἡούχιον, ἔγνωμεν. ἀναγνόντες γὰρ εὓρομεν, ὃτι ὁ μὲν κατὴγορος Ἰσχύρας ἐκεὶ παρῆν, οὒτε δὲ Μακάριος, οὒτε ὁ ἐπίσκοπος Ἀθανάσιος, ἀλλὰ καὶ τοὺς πρεσβυτέρους Ἀθανασίου ἀξιοῦντας παρεῖναι, καὶ μὴ συγχωρηθέντας. ἔκει δὲ, ἀγαπητοὶ, εἴπερ μετὰ ἀληθείας ἐγίνετο τὸ κριτήριον, μὴ μόνον τὸν κατήγορον, ἀλλὰ καὶ τὸν κατηγορούμενον παρεῖναι. ὥσπερ γὰρ ἐν τῇ Τύρῳ Μακάριος παρῆν ὁ κατηγορούμενος, καὶ Ἰσχύρας ὀ κατήγορος, καὶ οὐδὲν ἐδείχθη· οὓτως ἒδει καὶ ἐν τῷ Μαρεώτῃ μὴ μόνον ἀπελθεῖν τὸν κατήγορον, ἀλλὰ καὶ τὸν κατηγορούμενον, ἳνα παρὼν ἢ ἐλεγχθῇ, ἢ μὴ ἐλεγχθεὶς, δείξῃ τὴν συκοφαντίαν. νῦν δὲ τούτου μὴ γενομένου, ἀλλὰ μόνου ἀπελθόντος τοῦ κατηγόρου, μεθ' ὧν παρῃτήσατο Ἀθανάσιος, ὕποπτα τὰ πράγματα φαίνεται. ᾐτιᾶτο δὲ καὶ τοὺς ἀπελθόντας εἰς τὸν Μαρεώτην, παρὰ γνώμην αὐτὸν ἀπεληλυθέναι· ἔλεγε γὰρ, ὃτι Θεόγνιον, καὶ Μάριν, καὶ Θεόδωρον, Οὐρσάκιον, καὶ Οὐαλεντα, καὶ Μακεδόνιον, ὑπόπτους ὄντας ἀπέστειλαν.


ια'. Καὶ τοῦτο οὐκ ἐκ τῶν λόγων αὐτοῦ μόνον, ἀλλὰ καὶ ἐκ τῆς ἐπιστολῆς Ἀλεξάνδρου τοῦ γενομένου τῆς Θεσσαλονίκης ἐδείκνυε. προήνεγκε γὰρ ἐπιστολὴν αὐτοῦ γραφεῖσαν πρὸς Διονύσιον τὸν ἐν τῇ συνόδῳ κόμητα ( Reg. ms. κύμιτα), ἐν ᾗ δηλοῖ φανερὰν συσκευὴν γενέσθαι κατὰ Ἀθανασίου. καὶ αὐτοῦ δὴ τοῦ κατηγόρου Ἰσχύρα προεκόμισε χεῖρα ὁλόγραφον αὐθεντικὴν, ἐν ᾗ μάρτυρα τὸν θεὸν τὸν παντοκράτορα ἐπικαλούμενος, μήτε ποτηρίου κλάσιν, μήτε τραπέζης ἀνατροπὴν γεγενῆσθαι ἔλεγεν, ἀλλ' ὑποβεβλῆσθαι ἑαυτόν ὑπό τινων, πλάσασθαι ταύτην τὴν κατηγορίαν. ἀπαντήσαντες δὲ καὶ τρεσβύτεροι τοῦ Μαρεώτου, διεβεβαιώσαντο μήτε τὸν Ἰσχύραν πρεσβύτερον εἶναι τῆς καθολιῆῆς ἐκκλησίας, μήτε τι τοιοῖτον πεπλημμεληκέναι Μακάριον, ὁποῖον ἐκεῖνος κατηγὸρησεν. οἱ πρεσβύτεροι δὲ καὶ διάκονοι ἀπαντήσαντες ἐνταῦθα, οὐκ ὀλίγα, ἀλλὰ καὶ πολλὰ ἐμαρτύρησαν ὑπὲρ τοῦ ἐπισκόπου Ἀθανασίου, διαβεβαιούμενοι μηδὲν ἀληθὲς εἶναι τῶν κατ' αὐτοῦ λεγομένων, συσκευὴν δὲ α' ;υτὸν πεπονθέναι. καὶ οἱ ἀπὸ τῆς Αἰγύπτου δὲ καὶ Αιβύης πάντες ἐπίσκοποι γράφοντες διεβεβαιώσαντο, καὶ τὴν κατάστασιν αὐτοῦ ἔννομον καὶ ἐκκλησιαστικὴν γεγονέναι, καὲ πάντα τὰ παρ' ὑμῶν λεγόμενα κατ' αὐτοῦ, ςἶναι ψευδῆ· οὔτε γὰρ φόνον γεγενῆσθαι, οὒτε τινὰς ἀναιρεθῆναι δι' αὐτὸν, αὒτε κλᾶσιν ποτηρίου γεγενῆσθαι, ἀλλὰ πάντα εἶναι ψευδῆ.


ι'. Καὶ ἐκ τῶν ὑπομνημάτων δὲ, τῶν ἐν Μαρεώτῇ κατὰ μονομέρειαν γεγενημένον, ἐδείκνυεν ὁ ἐπίσκοπος Ἀθανάσιος ἕνα κατηχούμενον ἐξετασθέντα καὶ εἰπόντα, ἒνδον εἶναι μετὰ Ἰσχύρα, ὃτε Μακάριος ὁ πρεσβύτερος Ἀθανασίου, ὡς λέγουσιν, ἑπέστη τῷ τόπῳ· καὶ ἄλλοις δὲ ἐξετασθέντας καὶ εἰπόντας, τὸν μὲν ἐν κελλίῳ μικρῷ, τὸν δε ὅπισθεν τῆς θύρας κατακεῖσθαι τὸν Ἰσχύραν τότε νοσοῦντα, ὅτε Μακάριον λέγουσιν ἀπηντηκέναι ἐκεῖ. ἀπὸ δὴ τούτων ὧν ἔλεγε καὶ ἡμεῖς ἀκολούθως στοχαζόμεθα, ὅτι πῶς οἷόντε τὸν ὄπισθεν τῆς θύρας νόσῳ κατακείμενον τὸτε ἑστηκέναι, καὶ λειτουργεῖν, καὶ προσφέρειν·, ἢ πῶς οἷόντε ἦν προσφορὺν προκεῖσθαι, ἔνδον ὄντων των κατηχουμένων, εἰ γὰρ ἔνδον ἦσαν οἱ κατηχούμενοι, οὒπω ἦν ὁ καιρὸς σῆς προσφορᾶς. ταῦτα, ὥσπερ εἴρηται, ἔλεγεν ὁ ἐπίσκοπος Ἀθανάσιος, καὶ ἑκ τῶν ὑπομνημάτων ἐδείκνυε, διαβεβαιουμένων καὶ τῶν σὺν αὐτῷ, μηδὲ ὅλως αὐτὸν πρεσβύτερον γεγενῆσθαί ποτε ἰν τῇ καθολικῇ ἐκκλησίᾳ, μηδὲ συνῆχθαι αὐτόν ποτε ἐν τῇ ἐκκλησίᾳ ὡς πρεσβύτερον· οὐδὲ γὰρ οὐδε ὃτε Ἀλέξανδρος εδέχετο κατὰ φιλανθρωπίαν τῆς μεγάλης συνόδου, τοὺς ἀπὸ τοῦ ςχίσματος Μελετίου, ὠνομᾶσθαι αὐτὸν ὑπὸ Μελετίου μετὰ τῶν αὐτοῦ διεβεβαιοῦντο· ὃ καὶ μέγιστόν ἐστι τεκμήριον, μὴ εἶναι αὐτὸν μήτε Μελετίου· εἰ γὰρ ἦν, πάντως καὶ αὐτὸς αὐτοῖς συνηρῖθμεῖτο. ἄλλως τε καὶ ἐν ἄλλοις ὁ Ἰσχύρας ψευσάμενος ἐδείκνυτο ὑπὸ Ἀθανασίου ἐκ τῶν ὑπομνημάτων. κατηγορησας γὰρ ὡς βιβλίων κεκαυμένων, ὅτε, ὡς λέγουσι, μακάριος ἐπέστη, ἠλέγχθη ὐφ' ὧν αὐτὸς ἤνεγκε μαρτύρων ψευσάμενος.


ιγ'. Τούτων τοίνυν οὕτως λεγομένων, καὶ τοσούτων μὲν ὄντων τῶν μαρτύρων τῶν ὑπὲρ αὐτοῦ, τοσούτων δὲ δικαιωμάτων προφερομέngr;ων ὑπ' αὐτοῦ, τέ ἒδει ποιεῖν ἡμᾶς ἢ τί ὁ ἐκκλησιαστικὸς κανὼν ἀπιτεῖ, ἢ μὴ καταγνῶναι τοῦ ἀνδρὸς, ἀλλὰ μᾶλλον ἀποδέξασθαι καὶ ἒχειν αὐτὸν ἐπίσκοπον, ὣσπερ καὶ εἴχομεν; καὶ γὰρ πρὸς τοὺτοις πᾶσὶ, παρέμεινεν ἐνταῦθα ἐνιαυτὸν καὶ ἓξ μῆνας ἐκαεχόμενος τὴν παρουσίαν ὑμῶν, ἢ τῶν βουλομένων ἐλθεῖν, τῇ δὲ παρουσίᾳ ἐδυσώπει πάντας, ὅτι οὐκ ἂν παρῆν, εἰ μὴ ἐθάῤῥει καὶ γὰρ οὐκ ἀφ' ἑαυτοῦ ἐλήλυθεν, ἀλλὰ κληθεὶς καὶ λαβὼν γράμματα παρ' ἡμῶν, καθάπερ καὶ ὑμῖν ἐγράψαμεν, καὶ ὅμως μετὰ τοσαῦτα, ὑμεῖς ὡς παρὰ κανόνας ποιήσαντας ἠμᾶς ἐμέρψαςθε.


ιδ'. Σκοπεῖτε τοίνυν, τίνες εἰσὶν οἱ παρὰ κανόνας πράξαντες, ἡμεῖς οἱ μετὰ τοσούτων ἀποδειξεων τὸν ἄνδρα δεξάμενοι, ἢ οἱ ἀπὸ τριάκοντα καὶ ἓξ μηνῶν ἐν Ἀντιοχείᾳ ὀνομάσαντές τινα ὁς ἐπίσκυπον ξένον, καὶ ἀποστείλαντες εἰς τὴν Ἀλεξάνδρειαν μετὰ στρατιωτικῆς ἐξουσίας; ὅπερ οὐ γέγονεν, οὐδὲ εἰς Γαλλίας αὐτοῦ ἀποσταλέντος· ἐγεγὸνει γὰρ ἂν καὶ τότε, εἰ ὄντως ἦν καταγνωσθεὲς. ἀμέλει ἐπανελθὼν σχολάζουσαν καὶ ἐκδεχομένην αὐτὸν τὴν ἐκκλησίαν εὗρεν Ἀλλὰ νῦν οἶκ οἷδα, ποίῳε τρόπῳ γέγονε τὰ γενόμενα. πρῶτον μὲν γὰρ, εἰ δεῖ τ' ἀληθὲς εἰπεῖν, οὐκ ἐδει γραψάντων ἡμῶν σύνοδον γενέθαι, προλαβεῖν τινας τὴν ἐκ τῆς συνόδου κρίσιν. ἔπειτα, οὐκ ἔδει τοιαύτην καινοτομίαν κατὰ τῆς ἐκκλησίας γενέσθαι. ποῖος γὰρ κανὼν ἐκκλησιαστικὸς, ἢ ποία παράδοσις ἀποστολικὴ τοιαύτη, ὥστε εἰρηνευούσης ἐκκλησίας, καὶ ἐπισκόπων τοσούτων ὁμόνοιαν ἐχόντων πρὸς τὸν ἐπίσκοπον τῆς Ἀλεξανδρείας Ἀθανάσιον, ἀποσταλῃναι Γρηγόριον, ξένον μὲν τῆς πόλεως, μήτε ἐκεῖ βαπτισθέντα, μήτε γινωσκόμενον τοῖς πολλοῖς, μὴ αἰτηθέντα παρὰ πρεσβυτέρων, μὴ παρ' ἐπισκόπων, μὴ παρὰ λαῶν, ἀλλὰ κατασταθῆναι μὲν ἐν Ἀντιοχείᾳ, ἀποσταλῆναι δὲ εἰς Ἀλεξάνδρειαν, οὐ μετὰ πρεσβυτέρων, οὐ μετὰ διακόνων τῆς πόλεως, οὗ μετὰ ἐπισκόπων τῆς Αἰγύπτου, ἀλλὰ μετὰ στρατιωτῶν; τοῦτο γὰρ ἒλεγον καὶ ᾐτιῶντο οἱ ἐνταῦθα ἐλθόντες. Εἰ γὰρ καὶ μετὰ τὴν σύνοδον ὑπεύθυνος ἦν εὐρεθεὶς ὁ Ἀθανάσιος, οὐκ ἕδει τὴν κατάστασιν οὓτως παρανόμως καὶ παρὰ τὸν ἐκκλησιαστικὸν κανόνα γενέσθαι· ἀλλὰ ἐπ' αὐτῆς τῆς εκκλησίας, ἀπ' αὐτοῦ τοῦ ἱερατείου, ἀπ' αὐτοῦ τοῦ κλήρου, τοὺς ἐν τῇ ἐπαρχίᾳ ἐπισκὸπους ἔδει καταστῆσαι, καὶ μὴ νῦν τοὺς ἀπὸ τῶν ἀποστόλων κανόνας παραλύεσθαι. ἆρα γὰρ εἰ καθ' ἑνὸς ὑμῶν ἐγεγόνει τοιοῦτον, οὐκ ἂν ἐβοήσατε, οὐκ ἂν ἠξιώσατε ὡς παραλελυμένων τῶν κανόνων ἐκδικηθῆναι; ἀγαπητοὶ, ὡς θεοῦ παρόντος, μετὰ ἀληθείας φθεγγόμεθα καὶ λέγομεν, οὐκ ἤστι τοῦτο εὐσεβὲς, οὐδὲ νόμιμον, οὐδε ἐκκλησιαστικόν. καὶ γὰρ καὶ τὰ λεγόμενα γεγενῆσθαι παρὰ Γρηγορίου ἐν τῇ εἰσόδῳ αὐτοῦ, δεικνῦσι τὴν τῆς καταστάσεως τάξιν· ἐν γὰρ τοιούτοις εἰρηνικοῖς καιροῖς, ὡς αὐτοὶ οἱ ἐλθόντες ἀπὸ τῆς Ἁλεξανδρείας ἀπήγγειλαν, καθὼς καὶ οἱ ἐπίσκοποι ἔγραψαν, ἡ ἐκκλησία ἐμπρησμὸν ὑπέμεινε, παρθένοι ἐγυμνώθησαν, μονάζοντες κατεπατήθησαν, πρεσβύτεροι καὶ πωλλοὶ τοῦ λαοῦ ᾐκίσθησαν καὶ βίαν πεπόνθασιν, ἐπίσκοποι ἐφυλακίσθησαν, περιεσύρησαν πολλοὶ, τὰ ἅγια μυστήρια, εφ' οἷς ᾐτιῶντο Μακάριον τὸν πρεσβύτερον, ὑπὸ ἐθνικῶν διηρπάζετο καὶ εἰς γῆν κατεβάλλετο, ἵνα τὴν Γρηγορίου τινὲς κατάστασιν δέξωνται. τὰ δὲ τοιαῦτα δεικνῦσι τοὺς παραλύοντας τοὺς κανόνας. εἰ γὰρ νομίμη ἦν ἡ κατάστασις, οὐκ ἂν διὰ παρανομίας ἠνάγκαζε πείθεσθαι τοὺς νομίμως ἀπειθοῦντας αὐτῷ. καὶ ὃμως τοιούτων γενομένων, γράφετε εἰρήνην μεγάλην γεγενῆσθαι ἐν τῆ Ἀλεξανδρεάα κα. τῇ Αἰγύπτῳ. ἐκτὸς εἰ μὴ ἀντιμεταβέβληται τὸ ἒργον τῆς εἰρὴνης, καί τὰ τοιαῦτα εἰρὴνην ὀνομάζτε.


ιε'. Κἂκεῖνο δὲ ὑμῖν ἀναγκαῖον ἐνόμισα δηλῶσαι, ὅτι Ἀθανάσιος διεβεβαιοῦτο Μακάριον ἐν Τύρῳ ὑπὸ στρατιώτας γεγενῆσθαι, καὶ μόνον τὸν κατήγορον ἀπεληλυθέναι μετὰ τῶν ἀπελθόντων εἰς τὸν Μαρεώτην, καὶ τοὺς μὲν πρεσβυτέρους ἀξιοῦντας παρεῖναι ἐν τῇ ἐξετάσει μὴ συγκεχωρῆσθαι, τὴν δὲ ἐξετασιν γεγενῆσθαι περὶ ποτηρίου καὶ τραπέζης ἐπὶ παρουσίᾳ τοῦ ἐπάρχου καὶ τῆς τάξεως αὐτοῦ, παρόντων ἐθνικῶν καὶ Ἰουδαίων. τοῦτο δὲ κατὰ τὰς ἀρχὰς ἄπιστον ἦν, εἰ μὴ καὶ ἐκ τῶν ὑπομνημάτων ἐδείκνυτο. ἐφ' ᾧ καὶ ἐθαυμάσαμεν, νομίζω δὲ καὶ ὑμᾶς ἐπιθαυμάζειν, ἀγαπητοὶ· πρεσβύτεροι μὲν οὐκ ἐπιτρέπονται παρεῖναι, οἱ καί τῶν μυστηρίων λειτουργοὶ τυγχάνοντες, ἐπὶ δὲ ἐξωτικοῦ δικαστοῦ, παρόντων κατηχουμένων, καὶ τόγε χείριστον, ἐπὶ ἐθνικῶν καὶ Ἰουδαίων, τῶν διαβεβλημένων περὶ τὸν Χριστιανισμὸν, ἐξέτασις περὶ αἵματος Χριστοῦ καὶ σώματος Χριστοῦ γίνεται. εἰ γὰρ καὶ ὅλως ἐγεγόνει τι πλημμέλημα, ἒδει ἐν τῇ ἐκκλησίᾳ ὑπὸ κληρικῶν νομίμως ἐξετάζεσθαι τὰ τοιαῦτα, καὶ μὴ ὑπὸ ἐθνικῶν τῶν τὸν λόγον βδέλυσσομένων καὶ μὴ εἰδότων τὴν ἀλήθειαν. τοῦτο δὲ τὸ ἁμάρτημα ἥλικον καὶ ὁποῖόν ἐστι, συνορᾷν καὶ ὑμᾶς καὶ πάντας πεπίστευκα. περὶ μὲν Ἀθανασίου τοιαῦτα.


ις'. Περὶ δὲ Μαρκέλλου ἐπειδὴ καὶ περὶ αὐτοῦ ὡς ἀσεβοῦντος εἰς τὸν Χριστὸν ἐγράψατε, δηλῶσαι ὑμῖν ἐσπούδασα, ὃτι ἐνταῦθα γενόμενος, διεβιβαιώσατο μὲν μὴ εἶναι ἀληθῆ τὰ περὶ αὐτοῦ γραφέντα παρ' ὑμῶν. ὃμως δὲ ἀπαιτούμενος παρ' ἡμῶν εἰπεῖν περὶ τῆς πίστεως, οὓτως μετὰ παῤῥήσίας ἀπεκρίνατο δι' ἑαυτοῦ, ὡς ἐπιγνῶναι μὲν ἡμᾶς, ὃτι μηδὲν ἔξωθεν τῆς ἀληθείας ὁμολογεῖ. οὕτως γὰρ εὐσεβῶς περὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὡμολόγησε φρονεῖν, ὥσπερ καὶ ἡ καθολικὴ ἐκκλησία φρονεῖ, καὶ οὖ νῦν ταῦτα πεφρονηκέναι, διεβεβαιώσατο, ἀλλὰ καὶ ἐκ πάλαι. ὥσπερ οὖν καὶ οἱ ἡμέτεροι πρεσβύτεροι, τότε ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ γενόμενοι, ἐμαρτύρησαν αὐτοῦ τῇ ὀρθοδοξίᾳ· καὶ γὰρ καὶ τότε καὶ νῦν κατὰ τῆς αἰρέσεως τῶν Ἀρειανῶν πεφρονηκέναι διϊσχυρίσατο. ἐφ' ᾧ καὶ ὑμᾶς ὑπομνῆσαι δίκαιόν ἐστιν, ἵνα μηδεὶς τὴν τοιαύτην αἵρεσιν ἁποδέχηται, ἀλλὰ βδελύττηται ὡς ἀλλοτρίαν τῆς ὑγιαινούσης διδασκαλίας. ὀρθὰ τοίνυν αὐτὸν φρονοῦντα καὶ ἐτὶ ὀρθοδοξίᾳ μαρτυρούμενον, τί πάλιν καὶ ἐπὶ τούτου ἔδει ποιεῖν ἡμᾶς, ἢ ἔχειν αὐτὸν, ὥσπερ καὶ εἴχομεν, ἐπίσκοπον, καὶ μὴ ἀποβάλλειν τῆς κοινωνίας.


ιζ'. Ταῦτα μὲν ἐγὼ, οὐχ ὡς ὑπεραπολογούμενος αὐτῶν γέγραφα· ἀλλὰ ἑνεκα τοῦ πιστεῦσαι ὑμᾶς ὅτι δικαίως καὶ κανονικῶς ἐδεξάμεθα τοὺς ἄνδρας, καὶ μάτην φιλονεικεῖτε. ὑμᾶς δὲ δίκαιόν ἐστι σπουδάσαι, καὶ πάντα τρόπον καμεῖν, ἵνα τὰ μὲν παρὰ κανόνα γενόμενα, διορθώσεως τύχῃ, αἱε δὲ ἐκκλησίαι εἰρήνην ἔξωσι, πρὸς τὸ τὴν τοῦ κυρίου εἰρήνην τὴν δοθεῖσαν ἡμῖν παραμεῖναι, καὶ μὴ σχίζεσθαι τὰς ἐκκλησίας. μὴ δὲ ὑμᾶς ὡς αἰτίους σχίσματος μέμψιν ὑπομεῖναι. ὁμολογῶ γάρ ὑμῖν, τὰ γενόμενα, οὐκ εἰρήνης, ἀλλὰ σχίσματος προφάσεις εἰσίν.


ιη'. Οὐ γὰρ μόνον οἱ περὶ Ἀθανάσιον καὶ Μάρκελλον οἱ ἐπίσκοποι ἐληλύθασιν ἐνταῦθα, αἰτιώμενοι κατ' αὐτῶν ἀδικίαν γεγονέναι· ἀλλὰ καὶ πλεῖστοι ἄλλοι ἐπίσκοποι ἀπὸ Θρᾴκης, ἀπὸ Κοίλης, Συρίας, ἀπὸ Φοινίκης καὶ Παλαιστίνης, καὶ πρεσβὺτεροι μὲν οὐκ ὀλίγοι, ἄλλοι δέ τινες ἀπὸ Ἀλεξανδρείας, καὶ ἄλλοι ἐξ ἄλλων μερῶν, ἀπήντησαν εἰς τὴν ἐνταῦθα σύνοδον, ἐπὶ πάντων τῶν συνελεόντων ἐπισκόπων, πρὸς τοῖς ἄλλοις, οἷς ἔλεγον, ὅτι ( f. ετι) καὶ ἀπωδύροντο, βίαν καὶ ἀδικίαν τὰς ἐκκλησίας πεπονθέναι, καὶ ὅμοια τῶν κατὰ Ἀλεξάνδρειαν, καὶ τὰς ἑαυτῶν, καὶ ἐν ἄλλαις ἐκκλησίαις γεγενῆσαθαι διεβεβαιοῦτο, οὐ λόγῳ μόνον, ἀλλὰ καὶ πράγμασι. καὶ Αἰγύπτου δὲ καὶ τῆς Ἀλεξανδρείας πάλιν ἐλθόντες νῦν πρεσβύτεροι μετὰ γραμμάτων, ἀπωδύροντο, ὃτι πολλοὶ ἐπισκοποι καὶ πρεσβύτεροι θέλοντες ἐλθεῖν εἰς τὴν σύνοδον, ἐκωλύθησαν. μέχρι γὰρ νῦν καὶ μετὰ τὴν τοῦ ἐπισκόπου Ἀθανασίου ἀποδημίαν, ἔλεγον ἐπισκόπους ὁμολογητὰς κατακόπτεσθαι πληγαῖς, καὶ ἄλλους φυλακίζεσθαι. ἤδη δέ καὶ ἀρχαίους, πλεῖστον ὅσον χρόνον ἔχοντας ἐν τῇ ἐπισκοπῇ, εἰς λειτουργίας δημοσίας παραδίδοσθαι, καὶ σχεδόν πάντας τοὺς τῆς καθολικῆς Ἐκκλησίας κληρικοὺς καὶ λαοὺς ἐπιβουλεύεσθαι καὶ διώκεσθαι. καὶ γὰρ καὶ τινας ἐπισκόπους καὶ τινας ἀδελφοὺς ὕπερορίους ἒλεγον γεγενῆσθαι, δι' οὐδεν ἕτερον, ἢ ἵνα καὶ ἄκοντες ἀναγκάζωνται κοινωνεῖν Γρηγορίῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς· καὶ Ἀγκύρᾳ δὲ τῆς Γαλατίας οὐκ ὀλίγα γεγενῆσθαι, ἀλλὰ τὰ αὐτὰ πάλιν τοῖς κατὰ Ἀλεξὰνδρειαν γενομένοις ἠκούσαμεν καὶ παρ' ἑτέρων, καὶ Μάρκελλος δὲ ὁ ἐπίσκοπος διεμαρτύρατο. πρὸς δὲ τούτοις καὶ τοιαύτας κατηγορίας καὶ οὓτω δεινὰς κατά τινων ἐξ ὑμῶν, ἵνα μὴ λέγω τὰ ὀνόματα, οἱ ἀπταντήσαντες εἰρὴκασιν, ἃς ἐγὼ μὲνγράψαι παρῃτησάμην· ἴσως δὲ καὶ ὑμεῖς παρ' ἑτέρων ἀκηκόατε. διὰ τοῦτο γὰρ μάλιστα καὶ ἔγραψα, προτρεπόμενος ὑμᾶς ἕλθεῖν. ἴνα καὶ παρόντες ἀκούσητε, καὶ πάντα διορθωθῆνααι, καὶ θεραπευθῆναι δυνηθῇ. ἐπὶ δὲ τούτων προθυμοτέρως ἔδει τοὺς κληθέντας ἀπαντῆσαι, καὶ μὴ παραιτὴσασθαι. ἵνα μὴ τέως ὕποπτοι περὶ τὰ λεχθέντα, ἔαν μὴ ἁπαντήσωσι, νομισθῶσιν, ὡς μὴ δυνάμενοι ἐλέγξαι ἃ ἔγραψαν.


ιθ'. Τούτων τοίνυν οὕτως λεγομένων, καὶ οὔτως τῶν ἐκκλησιῶν πασχουσῶν καὶ ἐπιβουλευομένων, ὡς οἱ ἀπαγγέλλοντες διεβεβαιοῦντο, τίνες εἰσὶν οἱ φλόγα διχονοὶας ἀνάψαντες; ἡμεῖς οἱ λυπούμενοι ἐπὶ τοὶς τοιούτοις καὶ συμπάσχοντες τοῖς πάσχουσιν ἀδελφοῖς, ἢ οἱ τὰ τοιαῦτα ἐργασάμενοι; θαυμάζω γὰρ πῶς τοιαύτης καὶ τοσαύτης ἐκεῖ ἀκαταστασίας καθ' ἑκάστην ἐκκλησίαν οὒσης (δι' ἢν κααὶ οί ἀπαντὲσαντες ἦλθον ἐνταῦθα), γράφετε ὑμεῖς ὁμόνοιαν γεγενῆσθαι ἐν ταῖς ἐκκλησίαις. τὰ δὲ τοιαῦτα οὐκ ἐπὶ οἰκοδομῇ τῆς ἐκκλησίας, ἀλλ' ἐπὶ καθαιρέσει ταύτης γίνεται. καὶ οἱ ἐν τούτοις δὲ χαίροντες, οὐκ εἰσὶν εἰρηνης υἱοὶ, ἀλλὰ ἀκαταστασίας. ὁ δὲ θεὸς ἡμῶν οὐκ ἔστιν ἀκαταστασίς, ἀλλ' εἰρήνης. διόπερ, ὡς οἶδεν ὂ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κηδόμενος μὲν τῆς ὑμῶν ὑπολήψεως, εὐχόμενος δὲ καὶ τὰς ἐκκλησίας μὴ ἐν ἀκαταστασίᾳ εἶναι, ἀλλὰ διαμένειν ὥσπερ ὑπὸ τῶν ἀποστόλων ἐκανονίσθη, γράψαι ὑμῖν ταῦτα ἀναγκαῖον ἡγησάμην, ἵνα ἤδη ποτὲ δυσωπήσητε τοὺς διὰ τὴν πρὸς ἀλλήλους ἀπέχθειαν, οὓτως διαθεμένους τὰς ἐκκλησίας. ἤκουσα γὰρ ὅτι τινὲς εἰσιν ὀλίγοι οἱ τοῦτων πάντων αἴτιοι τυγχάνοντες. σπουδάσατε, ὡς σπλάγχνα ἔχοντες οἰκτιρμοῦ, διορθώσασθαι, ὡς προεῖπον, τὰ παρὰ κανόνα γενόμενα, ἵνα εἰ καί τι προελήφθη, τοῦτο τῇ ὑμετέρᾳ σπουδῇ θεραπευθῇ.


κ'. Καὶ μὴ γράφητε, ὅτι τὴν Μαρκέλλου καὶ Ἀθανασίου, ἢ τὴν ἡμῶν ἑλοῦ κοινωνίαν· οὀ γὰρ εἰρήνης, ἀλλὰ φιλονεικίαας καὶ μισαδελφίας τὰ τοιαῦτα γνωρὶσματα. διὰ τοῦτο οὖν κᾀγὼ τὰ προειρημένα ἔγραψα, ἵνα μαθόντες ὅτι οὐκ ἀδίκως ἐδεξάμεθα αὐτοὺς, παύσησθε τῆς τοιαύτης ἒριδος. εἰ μὲν γὰρ ἐλόντων ὑμῶν ἦσαν καταγνωσθέντες, εἰ μὴ εὐλόγους ἀποδείξεις ἒχειν ἐφαίνοντο ὑπὲρ ἑαυτῶν, καλῶς ἂν τὰ τοιαῦτα ἐγεγραφήκειτε. ἐπειδὴ, δὲ, ὡς προεῖπον, κανονικῶς, καὶ οὐκ ἀδίκως τὴν πρὸς αὐτοὺς ἔσχομεν κοινωνίαν, παρακαλῶ ὑπὲρ Χριστοῦ, μὴ ἐπιτρέψητε διασχισθῆναι τὰ μὲλη τοῦ Χριστσῦ, μηδὲ τοῖς προλήμμασι πιστεύσητε, ἀλλὰ τὴν τοῦ κυρίου εἰρήνην προτιμήσατε. οὐ γὰρ ὅσιον οὐοὲ δίκαιον, δι' ὀλίγων μικροψυχίαν, τοὺς μὴ καταγνωσθέντος ἀποῤῥίπτεῖν, καὶ λυπεῖν ἐν τούτῳ τὸ πνηῦμα.

XXI. Si reos illos putant, Romam conveniant, et ibi eos praesentes convincant. Quod si arbitramini posse quaedam adversus illos probari, et coram eos convinci; veniant quibus id placuerit. Nam se paratos esse polliciti sunt ad ea, quae nobis denuntiarunt, liquido confutanda. Certiores igitur nos, dilectissimi, ea de re facite, quo et illis, et episcopis huc rursum conventuris scribamus: ut praesentibus omnibus qui rei sunt convincantur; nec ulterius perturbatio in ecclesiis exsistat. Sufficiunt enim quae facta sunt, sufficit quoque praesentibus episcopis episcopos in exsilium actos esse: qua de re non est prolixior sermo habendus, ne gravari videantur qui tum adfuere. Nam si verum est dicendum, minime decuit ad haec usque facinora procedere, aut eo usque has dissensiones progredi. Esto, sint Athanasius et Marcellus, uti scribitis, de suis sedibus moti; sed quid de aliis dicatur cum episcopis, tum presbyteris, qui ex diversis locis, quemadmodum praedixi, huc se contulere? nam et isti quoque se abreptos, et istiusmodi calamitatibus afflictos esse testati sunt.

κα'. Εἰ δὲ νομίζετε δύνασθαί τινα κατ' αὐτῶν ἀποδεῖξαι, καὶ εἰς πρόσωπον αὐτοὺς ἐλέγξαι, ἐλθέτωσαν οἱ βουλόμενοι. ἑτοίμους γὰρ ἑαυτοὺς καὶ αὐτοὶ εἶναι ἐπηγγείλαντο, ὥστε καὶ ἀποδεῖξαι καὶ διελέγξαι, περὶ ὦν ἡμῖν ἀπήγγειλαν. Σημάνατε οὖν ἡμῖν, ἀγαπητοὶ, περὶ τούτου, ἵνα κᾀκείνοις γράψωμεν, καὶ τοῖς ὀφείλουσι πάλιν συνελθεῖν ἐπισκόποις· πρὸς τὸ πάντων παρόντων τοὺς ὑπευθύνους καταγνωσθῆναι, καὶ μηκέτι ἀκαταστασίαν ἐν ταῖς ἐκκλησίαις γενέσθαι. ἀρκεῖ γὰρ τὰ γενόμενα· ἀρκεῖ ὅτι παρόντων ἐπισκόπων ἐπίσκοποι ἐξωρίζοντο· περὶ οὗ οὐδὲ μακρηγορεῖν δεῖ, ἵνα μὴ βαρεῖσθαι οἱ παρόντες τότε δοκῶσιν. εἰ γὰρ δεῖ τ' ἀληθὲς εἰπεῖν, οὐκ ἒδει μέχρι τούτων φθάσαι, οὐδὲ εἰς τοσοῦτον ἐλθεῖν τὰς μικροψυχίας. ἔστω δὲ Ἀθανάσιος καὶ Μάρκελλος, ὡς γράφετε, μετετέθησαν ἀπὸ τῶν ἰδίων τόπων· τί καὶ περὶ τῶν ἄλλων ἄν τις εἴποι, τῶν ἐκ διαφόρων τόπων, ὡς προεῖπον, ἐλθόντων ἐνταῦθα ἐπισκόπων καὶ πρεσβυτέρων; καὶ αὐτοὶ γὰρ πάλιν ἡρπᾶσθαι ἑαυτοὺς καὶ τοιαῦτα πεπονθέναι ἕλεγον.


κβ'. Ὦ ἀγαπητοὶ, οὐκτι κατὰ τὸ εὐαγγέλιον, ἀλλὰ λοιπὸν ἐπὶ ἐξορισμῷ καὶ θανάτῳ αἰ κρίσεις τῆς ἐκκλησίας εἰσὶν. εἰ γὰρ καὶ ὃλως, ὣς φατε, γέγονέ τι εἰς αὐτοὺς ἁμάρτημα, ἒδει κατὰ τόν ἐκκλησιαστικὸν κανόνα, καὶ οὓτως γεγενῆσθαι τὴν κρίσιν. ἒδει γραφῆναι πᾶσιν ἡμῖν, ἳνα οὺτως παρὰ πάντων ὁρισθῇ τὸ δίκαιον· ἐπίσκοποι γὰρ ἦσαν οἱ πάσχοντες, καὶ οὐχ αἱ τυχοῦσαι ἐκκλησίαι αἱ πάσχουσαι, ἀλλ' ὧν αὐτοὶ οἱ ἀπόστολοι δι' ἑαυτῶν καθηγήσαντο. διατί δὲ περὶ τῆς Ἀλεξανδρέων ἐκκλησίας μάλιστα οὐκ ἐγράφητο ἡμῖν; ἢ ἀγνοεῖτε ὅτι τοῦτο ἒθος ἦν, πρότερον γράφεσθαι ἡμῖν, καὶ οὓτως ἒνθεν ὁρίζεσθαι τὰ δίκαια. εἰ μὲν οὖν τι τοιοῦτον ἦν ὑποπτευθὲν εἰς τὸν ἐπίσκοπον τὸν ἐκεῖ, ἒδει πρὸς τὴν ἐνταῦθα ἐκκλησίαν γραφῆναι. νῦν δὲ οἱ ἡμᾶς μὴ πληροφορήσαντες, πράξαντες δὲ αὐτοὶ ὡς ἠθέλησαν, λοιπὸν καὶ ἡμᾶς οὐ καταγνόντας βούλονται συμψήφους εἶναι. οὐχ οὓτως αἱ Παύλου διατάξεις, οὐχ οὓτως οἱ πατέρες παραδεδώκασιν. ἄλλος τύπος ἐστὶν οὗτος, καὶ καινόν τὸ ἐπιτήδευμα. παρακαλῶ, μετὰ προθυμίας ἐνὲγκατε· ὑπὲρ τοῦ κοινῇ συμφέροντός ἐστι, ἃ γράφω. ἃ γὰρ παρειλήφαμεν παρὰ τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου, ταῦτα καὶ ὑμῖν δηλῶ. καὶ οὐκ ἂν ἒγραψα, ψανερὰ ἡγούμενος εἶναι ταῦτα παρὰ πᾶσιν, εἰ μὴ τὰ γενόμενα ἡμᾶς ἐτάραξεν. ἐπίσκοποι ἁρπάζονται καὶ ἐκτοπίζονται, ἄλλοι δὲ ἀλλαχόθεν ἀντιτίθενται, καὶ ἄλλοι ἐπιβουλεύονται. ὣστε ἐπὶ μὲν τοῖς ἁρπαθεῖσιν αὐτοὺς πενθεῖν, ἐπὶ δὲ τοῖς πεμπομένοις ἀναγκάζεσθαι. ἵνα οὓς μὲν θέλουσι μὴ ἐπιζητῶσιν, οὖς δὲ μὴ βούλονται, δέχωνται. ἀξιῶ ἡμᾶς μηκέτι τοιαῦτα γίνεσθαι. γράψατε δὲ μᾶλλον κατὰ τῶν τὰ τοιαῦτα ἐπιχειρούντων, ἵνα μηκέτι τοιαῦτα τάσχωσιγ αἱ ἐκκλησίαι, μηδὲ τις ἐπίσκοπος ἢ πρεαβύτερος ὓβριν πάσχῃ, ἢ παρὰ γνώμην, ὥσπερ ἐδήλωσαν ἡμῖν, ἀναγκάζηταί τις ποιεῖν. ἵνα μὴ καὶ παρὰ τοῖς ἒθνεσι γέλωτα ὀφλήσωμεν, καὶ πρὸς γε πάντων, ἵνα μὴ τὸν θεὸν παροξύνωμεν. ἕκαστος γὰρ ἡμῶν ἀποδώσει λόγον ἐν ἡμέρᾳ κρίσεως, περὶ ὧν ἐνταῦθα ἔπραξε. γένοιτο δὲ πάντας κατὰ θεὸν φρονῆσαι, ἵνα καὶ αἱ ἐκκλησίαι, τοὺς ἐπισκόπους αὐτῶν ἀπολαβοῦσαι, χαίρωσι διαπαντὸς ἐν Χριστῷ Ιησοῦ κυρίῳ ἡμῶν, δι' οὗ τῷ πατρι ἣ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμὴν. ἐῤῥῶσθαι ὑμᾶς ἐν κυρίῳ εὔχομαι, ἀγαπητοὶ καὶ ποθεινότατοι ἀδελφοί.



Ἰούλιος πρεσβυτέροις καὶ διακόνοις, καὶ λαῷ παροικοῦντι Ἀλεξάνδρειαν. α'. Συγχαίρω κᾀγὼ ὑμῖν, ἀγαπητοὶ ἀδελφοὶ, ὅτι τὸν καρπὸν τῆς ἑαυτῶν πiacgr;στεως ἐπ' ὀphgr;θαμῶν λοιπὸν ὁρᾶτε. τωῦτο γὰρ καὶ ἀληθῶς ἄν τις ἴδοι γενόμενον ἐπὶ τοῦ ἀδελφοῦ καὶ συνεπισκόπου μου Ἀθανασίου, ὃν διὰ τὴν καθαρότητα τοῦ βίου, καὶ διὰ τὰς ὑμετέρας εὐχὰς, θεὸς ὑμῖν ἀποδίδωσιν. ἐκ δὴ τούτου συνορᾷν ἐστι, καθαρὰς ὑμᾶς καὶ μεστὰς ἀγάπης ἀεὶ τὰς εὐχὰς ἀνενηνοχέναι πρὸς τὸν θεόν. μνήμονες γὰρ ὄντες τῶν οὐρανίων ἐπαγγελιῶν, καὶ τῆς πρὸς αὐτὰς ἀγωγῆς, ἣν ἐκ τῆς διδασκαλίας τοῦ προειρημένου ἀδελφοῦ που ἐπαιδεύθητε, ἔγνωτε ἀληθῶς καὶ κατὰ τὴν προσοῦσαν ὑμῖν ὀρθὴν πίστιν κατειλήφατε, ὡς οὐκ ἂν εἰς τέλος ἀφ' ὑμῶν ἀποσχοινισθήσεται οὗτος, ὃν ταῖς θεοσεβεστάταις ὑμῶν ψυχαῖς ἀεὶ ὡς παρόντα ἐσχήκατε. οὐκοῦν, οὐ πολλῶν μοι χρεία λόγων πρὸς ὑμᾶς ἐπιστέλλοντι. ὅσα γὰρ ὑμῖν ἂν λεχθῇ παρ' ἐμοῦ, τοῦτα ἡ ὑμετέρα πίστις προὔλαβε, καὶ πεπλήρωκε κατὰ θεοῦ χάριν τὰ τῆς κοινῆς πάντων ἡμῶν εὐχῆς. συγχαίρω τοίνυν ὑμῖν, πάλιν γὰρ ἐρῶ, ὅτι τὰς ψυχὰς ἀκαταμαχήτους ἐν τῇ πίστει τετηρήκατε. καὶ αὐτῷ δὲ τῷ ἀδελφῷμου Ἀθανασίῳ οὐκ ἔλαττον συγχαίρω, ὅτι καίπερ πολλὰ πάσχων λυπηρὰ οὐδεμίαν ὥραν ἐπιλήσμων γέγονε τῆς ὑμετέρας ἀγάπης καὶ τοῦ ὑμετέρου πόθου. εἰ γὰρ καὶ τῷ σώματι πρὸς καιρὸν ἔδοξεν ἀφ' ὑμῶν ἀφελκυσθῆναι, ἀλλὰ τῷ πνεύματι διαπαντὸς ώς συνὼν ὑμῖν διῆγεν.

2[recensere]

β'. Καὶ ἔγωγε, ἀγαπητοὶ, τὸν γενόμενον κατ' αὐτοῦ πάντα πειρασμὸν οὐκ ἄδοξον ἡγοῦμαι γεγενῆσθαι. καὶ γὰρ καὶ ἡμετέρα, καὶ ἡ τούτου πίστις ἐγνώσθη παρὰ πᾶσι καὶ δεδοκίμασται. εἰ γὰρ μὴ τοσαῦτα συμβήκει, τίς ἂν ἐπίστευσεν, ἢ ὑμᾶς τοσαύτην κρίσιν καὶ τοσαύτην ἀγαπὴν περὶ τὸν τηλικοῦτον ἐπίσκοπον ἔχειν, ἢ ἐκεῖνον τοσαύταις ἀρεταῖς περιβεβλῆσθαι, δι' ἃς καὶ τῆς ἐν οὐρανοῖς ἐλπίδος οὐκ ἀλλότριος γένοιτο; ἐπέτυχε τοίνυν οἰῳδήποτε τρόπῳ καὶ ἐν τῷ νῦν, καὶ ἐν τῷ μέλλοντι, καὶ ὁμολογίας ἔνδοξον μαρτυρίαν. διαφόρως γὰρ κατὰ τε γῆν καὶ κατὰ θάλατταν πολλὰ πειρασθεὶς, τὴν σκευωρίαν πᾶσαν τῆς ἀρειανῆς αἱρέσεως κατεπάτησε, καὶ πολλάκις διὰ φθόνον καὶ εἰς κίνδυνον ἐπιβουλευθεὶς κατεφρόνησε θανάτου, φρορούμενος ὑπὸ τοῦ παντοκράτορος θεοῦ, καὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ· Χριστοῦ· ἐλπίζων ἅμα καὶ τὰς ἐπιβουλὰς ἐκκλινεῖν, καὶ ἀποκατασταθήσεσθαι πρὸς ὑμετέραν παράκλησιν, φέρων ὑμῖν ἅμα ἐκ τῆς ὑμετέρας συνειδήσεως μείζονα τὰ τρόπαια, ἐν οἷς καὶ ἄχρι τερμάτων πάσης τῆς γῆς ἔνδοξος ἐγνώσθη, δοκιμασθεὶς ἐκ τοῦ βίου. παῤῥησιασάμενος μὲν τῇ προθέσει καὶ τῇ οὐρανίᾳ διδασκαλίᾳ, ἀποδειχθεὶς δὲ ἀθανάτῳ κρίσει παρ' ὑμῶν ἀγαπώμενος.


γ'. Ἐπανέρχεται τοίνυν πρὸς ὑμᾶς λαμπρότερος νῦν, ἢ ὅτε παρ' ὑμῶν ἀπεδήμησεν. εἰ γὰρ καὶ τὰς τιμίας ὕλας χρυσὸν δὴ καὶ ἄργυρον εἰς καθαρότητα τὸ πῦρ δοκιμάζεί. τί ἄν τι εἴποι κατ' ἀξίαν τοῦ τοσούτου ἀνδρὸς, ὃς κινδύνους τοσούτων θλίψεων νικήσας, ἀποδίδοται ὑμῖν, ἀθῶος οὐ παρ' ἡμῶν μόνον, ἀλλὰ καὶ παρὰ πάσης τῆς συνόδου ἀποδεχθείς; ὑποδέξασθε τοίνυν, ἀγαπητοὶ ἀδελφοὶ, μετὰ πάσης τῆς κατὰ θεὸν δόξης καὶ χαρᾶς, τὸν ἐπίσκοπον ὑμῶν Ἀθανάσιον, μετὰ τούτων οἵτινες αὐτῷ καὶ τῶν τοσούτων καμάτων κοινωνοὶ γεγόνασι. καὶ χαίρετε τῶν εὐχῶν ἑαυτῶν ἀπολαύοντες, οἳ τὸν ποιμένα τὸν ὑμέτερον, ἵν' οὕτως εἴπω, ποθοῦντα καὶ διψῶντα τὴν ὑμετέραν θεοσέβειαν, σωτηρίοις γραφαῖς ἐθρέψατε καὶ ἐποτίσατε καὶ γὰρ τῆς ἐπὶ ξένης αὐτοῦ διατριβῆς ὑμεῖς παραμυθία γεγόνατε. καὶ διωκόμενον καὶ ἐπιβουλευόμενον ἐθάλψατε ταῖς πιστοτάταις ἑαυτῶν ψυχαῖς καὶ διανοίαις. ἐμὲ δὲ ἤδη εὐφραίνει ἐννοούμενον καὶ προορῶντα τῷ λογισμῷ τὴν ἐπὶ τῇ ἐπανόδῳ ἑκάστου ὑμῶν χαρὰν, καὶ τοῦ πλήθους τὰς θεοσεβεστάτας ἀπαντήσεις, καὶ τὸ ἔνδοξον τῆς τῶν συντρεχόντων ἑορτῆς. καὶ τίς ἐκείνη ἡ ἡμέρα ὑμῖν καὶ ποία ἔσται, ἐπανερχομένου μὲν τοῦ ἀδελφοῦ μου, παυομένων δὲ τῶν προγενομένων, καὶ τῆς πολυτιμήτου καὶ κατ' εὐχὴν ἐπανόδου εἰς εὐφροσύνην τινὰ πληρεστάτης χαρᾶς συναπτούσης τοὺς πάντας; ἡ τοιαύτη δὲ χαρὰ κατὰ τὸ μέγιστον μέχρις ἡμῶν φθάνει, οἷς θεόθεν καὶ τοῦτο συγχωρεῖσθαι συνέστηκεν, ὅπως εἰς γνῶσιν τοῦ τηλικούτου ἀνδρὸς ἐλθεῖν δυνηθῶμεν. εἰς εὐχὴν δὴ οὖν τὴν ἐπιστολὴν τελειῶσαι καλόν.


δ'. Ὁ θεὸς ὁ παντοκράτωρ, καὶ ὁ τούτου υἱὸς ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς, διηνκῆ τὴν χάριν ὑμῖν παράσχοι, διδοὺς ἔπαθλον τῇ θαυμαστῇ ὑμῶν πίστει, ἣν περὶ τὸν ἐπίσκοπον ὑμῶν ἐνδόξῳ μαρτυρίᾳ ἐνεδείξασθε· ἵνα ὑμῖν τε καὶ τοῖς μεθ' ὑμᾶς, ἐνταῦθα ἐν τῷ μέλλοντι, τὰ βελτίονα νέμοι, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοὶμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ τῷ παντοκράτορι θεῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. ἐῤῥῶσθαι ὑμᾶς ἐν κυρίῳ εὕχομαι, ἀγαπητοὶ ἀδελφοί.



Κυρίῳ μακαριωτάτῳ πάπᾳ Ἰουλίῳ Οὑρσάκιος καὶ Οὐαλης.

Ἐπειδὴ συνέστηκεν ἡμᾶς πρὸ τούτου πολλά τε καὶ δεινὰ περὶ Ἀθανασίου τοῦ ἐπισκόπου διὰ γραμμάτων ὑποβεβληκέναι, γράμμασί τε τῆς σῆς χρηστότητος μεθοδευθέντες, τοῦ πράγματητος χάριν περὶ οὗ ἐδηλώσαμεν, οὐκ ἠδυνήθημεν λόγον ἀποδοῦνκι, ὁμολογοῦμεν παρὰ τῇ σῇ χρηστότητι, παρόντων τῶν ἀδελφῶν ἡμῶν πάντων τῶν πρεσβυτέρων, ὅτι πάντα τὰ πρὸ τούτου ἐλθόντα εἰς ἀκρὰς ὑμῶν περὶ τοῦ ὀνόματος τοῦ προειρημένου Ἀθανασίου, ψευδῆ καὶ πλαστά ἐστι, πάσῃ τε δυνάμει ὰλλότρια αὐτοῦ τυγχάνει. διά τε τοῦτο ἡδέως ἀντιποιούμεθα τῆς κοινωνίας τοῦ προειρημένου Ἀθανασίου, μάλιστα ὅτι ἡ θεοσέβειά σου, κατὰ τὴν ἔμφυτον ἑαυτῆς καλοκᾀγαθίαν, τῇ πλάνῃ ἡμῶν πατηξίωσε συγγνώμην δοῦναι. ὁμολογοῦμεν δὲ καὶ τοῦτο, ὅτι ἄν ποτε ἡμᾶς οἱ Ἀνατολικοὶ θελήσωσιν, ἢ καὶ αὐτὸς Ἀθανάσιος, κακοτρόπως περὶ τούτου εἰς κρίσιν καλέσαι, μὴ ἀπέρχεσθαι παρὰ γνώμην τῆς σῆς διαθέσεως. τὸν δὲ αἱρετικὸν Ἄρειον, καὶ τοὐς ὑπερασπίζοντας αὐτοῦ, τοὺς λέγοντας, Ἦν ποτε, ὅτε οὐκ ἦν μἱὸς, καὶ ὅτι ἐκ τοῦ μὴ ὄντος ὁ υἱός ἐστι, καὶ τοὺς ἀρνουμένους τὸν Χριστὸν θεὸν εἶναι θεοῦ υἱὸν πρὸ αἰώνων, καθὼς καὶ ἐν τῷ προτέρῳ λιβέλλῳ ἑαυτῶν ἐν τῇ Μεδιολάνῳ ἐπιδεδώκαμεν, καὶ νῦν καὶ ἀεὶ ἀναθεματίζομεν. Ταῦτα δὲ τῇ χειρὶ ἑαυτῶν γράψαντες, ὁμολογοῦμεν πάλιν, ὅτι τὴν Ἀρειανὴν αἵρεσιν, καθὰ προείπομεν, καὶ τοὺς πάντας αὐθέντας κατεκρίναμεν εἰς τὸν αἰῶνα. ἐγὼ Οὐρσάκιος τῇ ὁμολογίᾳ μου ταῦτῃ παρὼν ὑπέγραψα, ὁμοίως καὶ Οὐάλης.


Τῷ μακαριωτάτῳ συλλειτουργῷ Ἰουλίῳ Μάρκελλος ἐν χριστῷ χαίρειν.

α'. Ἐπειδή τινες τῶν καταγνωσθέντων πρότερον ἐπὶ τῷ μὴ ὀρθῶς πιστευειν, οὒς ἐγὼ ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ διήλεγξα, κατ' ἐμοῦ γράψαι τῇ θεοσεβείᾳ σοῦ ἐτόλμησαν, ὡς ἂν ἐμοῦ μὴ ὀρθῶς μήτε ἐκκλησιαστικῶς φρονοῦντος, τὸ ἑαυτῶν ἔγκλημα εἰς ἐμὲ μετατεθῆναι σπουδάζοντες· τούτου ἕνεκεν ἀναγκαῖον ἡγησάμην ἀπαντήσας εἰς τὴν Ῥώμην ὑπομνῆσαί σε, ἵνα τοὺς κατ' ἐμοῦ γράψαντας μεταστείλῃ, ὑπὲρ τοῦ ἀπαντήσαντος (Leg. ἀπαντήσαντας) αὐτοὺς ἐπ' ἀμφοτέροις ἐλεγχθῆναι ὑπ' ἐμοῦ, ὅτι τε καὶ ἃ γεγράφασι κατ' ἐμοῦ, ψευδῆ ὄντα τάγχάνει, καὶ ὅτι ἔτι καὶ νῦν ἐπιμένουσι τῇ ἑαυτῶν προτέρᾳ πλάνῃ, καὶ δεινὰ κατά τε τῶν τοῦ θεοῦ ἐκκλησιῶν, καὶ ἡμῶν τῶν πρόεστώτων αὐτῶν τετολμήκασιν. ἐπεὶ τοίνυν ἀπαντῆσαι οὐκ ἠβουλήθησαν, ἀποστείλαντός σου πρεσβυτέρους πρὸς αὐτοὺς, καὶ ταῦτα ἐμοῦ ἐνιαυτὸν καὶ τρεῖς ὅλους μῆνας ἐν τῇ Ῥώμῃ πεποιηκότος, ἀναγκαῖον ἡγησάμην μέλλων ἐντεῦθεν ἐξιέναι, ἔγγραφόν σοι τὴν ἐμαυτοῦ πίστιν μετὰ πάσης ἀληθείας τῇ ἐμαυτοῦ χειρὶ γράψας ἐπιδοῦναι, ἣν ἔμαθον, ἔκ τε τῶν θείων γραφῶν ἐδιδάχθην καὶ τῶν κακῶς ὑπ' αὐτῶν λεγομένων ὑπομνῆσαί σε· ἵνα γνῷς οἷς χρώμενοι πρὸς ἀπάτην τῶν ἀκουόντων λόγοις, τὴν ἀλήθειαν κρύπτειν βούλονται.

II. Aiunt quippe omnipotentis Dei filium Dominum nostrum Jesum Christum non proprium ac verum illius Verbum, sed aliud esse ipsius Verbum, et aliam sapientiam ac virtutem; eumque, postquam factus est ab ipso, Verbum et sapientiam ac virtutem esse nominatum. Atque ex hac eorum sententia consequens est, ut et aliam a Patre diversam substantiam esse praedicent. Praeterea ex iis quae scribunt, Patrem ante Filium exsistere, manifeste declarant ipsum vere Filium ex Deo non esse. Sed etsi ex Deo illum esse dicunt, hoc ea ratione dicunt, qua caetera omnia ab eo exsistunt. Ad haec, fuisse aliquando cum non esset, ac rem creatam et factam esse, affirmare non dubitant, eumque a Patre separant. Itaque eos qui haec asserunt, a catholica Ecclesia alienos esse persuasum habeo.

β'. Φασὶ γὰρ μὴ ἴδιον καὶ ἀληθινὸν λόγον εἶναι τοῦ παντοκράτορος θεοῦ τὸν υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Κριστὸν, ἀλλ' ἕτερον αὐτοῦ λόγον εἶναι, καὶ ἑτέραν σοφίαν καὶ δύναμιν· τοῦτον γενόμενον ὑπ' αὐτοῦ ὠνομάσθαι λόγον καὶ σοφίαν καὶ δύναμιν. καὶ διὰ τὸ οὕτωσ αὐτοὺς φρονεῖν, ἄλλην ὑπόστασιν διεστῶσαν τοῦ πατρὸς εἴναί φασιν. ἔτι μέν τοι καὶ προυπάρχειν τοῦ υἱοῦ τὸν πατέρα, δι' ὧν γράφουσιν, ἀποφαίνονται μὴ εἶναι αὐτὸν ἀληθῶς υἱὸν ἐκ τοῦ θεοῦ. ἀλλὰ κᾂν λέγουσιν ἐκ τοῦ θεοῦ, οὕτως λέγουσιν ὡς κagr;τὰ πάντα. ἔτι μὴν καὶ ὅτι ἦν ποτε, ὅτι (Leg. ὅτε) οὐκ ἦν, λέγειν τολμῶσι, καὶ κτίσμα αὐτὸν καὶ ποίημα εἶναι, διορίζοντες αὐτὸν ἀπὸ τοῦ πατρός. τοὺς οὖν ταῦτα λέγοντας ἀλλοτρίους τῆς καθολικῆς ἐκκλησίας εἶναι πεπίστευμαι.


γ'. Πιστεύω δegvgr;, ἑπόμενος ταῖς θείαις γραφαῖς, ὅτι εἷς θεὸς, καὶ ὁ τούτου μονογενὴς υἱὸς λόγος, ὁ ἀεὶ συνυπάρχων τῷ πατρὶ, καὶ μηδεπώποτε ἀρχὴν τοῦ εἶναι ἐσχηκὼς, ἀληθῶς ἐκ τοῦ θεοῦ ὑπάρχων, οὐ κτισθεὶς, οὐ ποιηθεὶς, ἀλλὰ ἀεὶ ὢν, ἀεὶ συμβασιλεύων τῷ θεῷ καὶ πατρὶ, οὗ τῆς βασιλείας, κατὰ τὴν τοῦ ἀποστόλου μαρτυρίαν, οὐκ έσται τέλος. οὗτος υἱὸς, οὗτος δύναμις, οὗτος σοφία, οὗτος ἴδιος καὶ ἀληθὴς τοῦ θεοῦ λόγος ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀδιαίρετος δύναμις τοῦ θεοῦ, δι' οὗ τὰ γενόμενα γέγονε, καθὼς τὸ εὐαγγέλιον μαρτυρεῖ λέγον, Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. οὗτός ἐστιν ὁ λόγος, περὶ οὗ καὶ Λουκὰς ὁ εὐαγγελιστὴς μαρτυρεῖ λέγων, Καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου. περὶ τούτου καὶ Δαβὶδ ἔφη· ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. οὕτω καὶ ὁ κύριος ὴμῶν Ἰησοῦς Χριστὸς ἡμᾶς διδάσκει διὰ τοῦ εὐαγγελίου λέγων, Ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον, καὶ ἥκω. οὗτος ἐπ' ἐσχάτων τῶν ἡμερῶν κατελθὼν διὰ τὴν ἡμετέραν σωτηρίαν, καὶ ἐκ τῆς παρθένου Μαρίας γεννηθεὶς τὸν ἄνθρωπον ἔλαβε.


δ'. Πιστεύω οὖν εἰς θεὸν παντοκράτορα, καὶ εἰς Χριστὸν Ἰησοῦν τὸν υἱὸν αὐτοῦ μενογενῆ τὸν κύριον ἡμῶν, τὸν γεννηθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, τὸν ἐπὶ Ποντίου Πιλάτου σταυρωθέντα, καὶ ταφέντα, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάντα ἐκ τῶν νεκρῶν, ἀναβάντα εἰς τοὺς οὐρανοὺς, καὶ καθήμενον ἐν δεξίᾳ τοῦ πατρὸς, ὅθεν ἔρχεται κρίνειν ζῶντας καὶ νεκρούς. καὶ εἰς τὸ ἅγιον πνεῦμα, ἁγίαν ἐκκλησίαν, ἄφεσιν ἁμαρτιῶν, σαρκὸς ἀνὰστασιν, ζωὴν αἰώνιον. ἀδιαίρετον εἶναι τὴν θεότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, παρὰ τῶν θείων μεμαθήκαμεν γραφῶν. εἰ γάρ τις χωρίζει τὸν υἱὸν, τουτέστι τὸν λόγον τοῦ παντοκράτορος θεοῦ, ἀνάγκη αὐτὸν ἢ δύο θεοὺς εἶναι νομίζειν, ὅπερ ἀλλότριον τῆς θείας διδασκαλίας εἶναι νενόμισται, ἢ τὸν λόγον μὴ εἶναι θεὸν ὁμολογεῖν, ὅπερ καὶ αὐτὸ ἀλλότριον τῆς ὁρθῆς πίστεως εἶναι φαίνεται, τοῦ εὐαγγελίου λέγοντος, Καὶ θεὸς ἦν ὁ λόγος· ἐγὼ δέ ἀκριβῶν μεμάθηκα ὅτι ἀδιαίρετος καὶ ἀχώριστός ἐστιν ἡ δύναμις τοῦ πατρὸς ὁ υἱός. αὐτὸς γὰρ ὁ σωτὴρ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός φησι, Ἐν ἐμοὶ, ὁ πατὴρ, κᾀγὼ ἐν τῷ πατρί· καὶ, Ἐγὼ καὶ, ὁ πατὴρ ἕν ἐσμεν· καὶ, Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα.


ε'. Ταύτην καὶ παρὰ τῶν θείων γραφῶν εἰληφὼς τὴν πίστιν, καὶ παρὰ τῶν κατὰ θεὸν προγόνων διδαχθεὶς, ἔν τε τῇ τοῦ θεοῦ ἐκκλησίᾳ κηρύττω, καὶ πρός σε νῦν γέγραφα, τὸ ἀντίγραφον τούτου περ' ἐμαυτῷ κατασχών. καὶ ἀξιῶ τὸ ἀντίτυπόν σε τούτου τῇ πρὸς τοὺς ἐπισκόπους ἐπιστολῇ ἐγγράψαι. ἵνα μή τινες τῶν ἀκριβῶς μὴ εἰδότων ἡμᾶς, κᾳκείνοις τοῖς ὑπ' αὐτῶν γραφεῖσι προσέχοντες, ἀπατηθῶσιν. ἔῤῥωσθε. πεπλήρωται.