Monumenta genuina - Julius | Opera quae exstant (Silvester I) |
2
[recensere]
ΕΠΙΣΤΟΛΗ ΙΝΝΟΚΕΝΤΙΟΥ ΡΩΜΗΣ ΑΡΧΙΕΡΕΩΣ ΠΡΟΣ ΑΡΚΑΔΙΟΝ ΑΥΤΟΚΡΑΤΟΡΑ.
1. Φωνὴ αἵματος τοῦ ἀδελφοῦ μου Ἰωάννου βοᾷ πρὸς τὸν Θεὸν κατὰ σοῦ, βασιλεῦ, ὥς ποτε Ἄβελ τοῦ δικαίου κατὰ τοῦ ἀδελφοκτόνου Καῒν, καὶ παντὶ τρόπῳ ἐκδικηθήσεται. Οὐ μόνον καὶ τοῦτο πέπραχας, ἀλλὰ καὶ ἐν καιρῷ εἰρήνης διωγμὸν μέγαν κατὰ τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τῶν ἱερέων αὐτοῦ συνεστήσω. Ἐξέωσας τὸν μέγαν τῆς οἰκουμένης διδάσκαλον ἐκ τοῦ θρόνου τῆς ἐπισκοπῆς αὐτοῦ ἀκρίτως, συνεκδιώξας αὐτῷ καὶ τὸν Χριστόν. Οὔτε γὰρ οὕτως ὀδύρομαι περὶ ἐκείνου (οὗτος γὰρ τὸν κλῆρον ἔλαχε μετὰ τῶν ἁγίων ἀποστόλων ἐν τῇ τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ βασιλείᾳ)· κᾂν ἀφόρητος ἡ συμφορά· ἀλλὰ θλίβομαι φροντίζων, πρῶτον μὲν τῆς σωτηρίας τῶν ὑμετέρων ψυχῶν, καὶ περὶ τῶν στερηθέντων καὶ λιμωξάντων τῆς ἐκείνου πανσόφου καὶ πνευματικῆς θείας διδαχῆς καὶ νουθεσίας. Οὐ γὰρ μόνον ἡ Κωνσταντινουπολιτῶν ἐκκλησία ἐζημιώθη τῆς ἐκείνου μελιῤῥύτου γλώττης, ἀλλὰ καὶ πᾶσα ἡ ὑφήλιος ἐχήρευσεν ἀπολέσασα τοιοῦτον ἔνθεον ἄνδρα, πειθηνίας μιᾶς γυναικὸς παραχωρησάσης τοῦτο γενέσθαι τὸ δραματούργημα. Πλὴν ἐκδέξηται τὴν ἐντεῦθεν τιμωρίαν καὶ τὴν μέλλουσαν ἀτελεύτητον κόλασιν, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας ἐπερχομένην αὐτῇ. Εἰ καὶ γὰρ ὁ μακάριος Ἰωάννης τὸν βίον κατέλιπε, τὴν πίστιν τηρήσας καὶ στηρίξας τοὺς σαλευομένους, ἀλλ' εἰς ἀλήκτους αἰῶνας τὴν ἀδαπάνητον τρυφὴν καὶ ἀθάνατον ζωὴν ἐκληρονόμησεν. Ἡ καὶ νέα Δαλιλὰ Εὐδοξία, ἡ κατὰ μικρὸν τῷ ξυρῷ τῆς πλάνης ξυρήσασά σε, ἐπήγαγεν ἑαυτῇ κατάραν ἐκ πολλῶν στομάτων, δεσμεὺσασα φορτίον ἁμαρτημάτων βαρὺ καὶ δυσβάστακτον, προσθεῖσα τοῦτο τοῖς πρώην αὑτῆς ἁμαρτήμασι.
2. Διὸ ἐγὼ ὁ ἐλάχιστος, καὶ ἁμαρτωλὸς, ὡς πιστευθεὶς τὸν θρόνον τοῦ μεγάλου ἀποστόλου Πέτρου, ἀφορίζω σέ τε κᾳκείνην τῆς μεταλήψεως τῶν ἀχράντων μυστηρίων Χριστου τοῦ Θεοῦ ἡμῶν· οὐ μὴν ἀλλὰ καὶ παντοῖον ἐπίσκοπον, ἢ κληρικὸν ὄντα τοῦ τάγματος τῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας τολμῶντας ἐπιχειρῆσαι καὶ μεταδοῦναι ὑμῖν, ἀφ' ἧς ὥρας ἀναγνῶτέ μου τὸν παρόντα δέσμον, ὑπὸ καθαίρεσιν εἶναι. Εἰ δὲ βιάσησθέ τινα, ὡς ἐξουσιασταὶ, καὶ παρεξελθῆτε τοὺς δοθέντας ὑμῖν κανόνας παρὰ τοῦ σωτῆρος διὰ τῶν ἁγίων ἀποστόλων, ἔσεσθε ἐπιστάμενοι ὡς πρώτον μὲν οὐ μικρὸν ὑμῖν τὸ ἁμάρτημα γενήσεται ἐν τῇ φοβέρᾳ ἡμέρᾳ τῆς κρίσεως, οὔτε οὐ δυνήσεται ἀξίωμα βιωτικόν τινα ὠφελῆσαι; ἐκείνων δὲ τὰ ἐντὸς ἐκχυθήσονται πρὸς ὑπόδειγμα πάντων. 3. Ἀρσάκιον δὲ, ὃν εἰσενήγετε εἰς τὸν θρόνον τῆς ἐπισκοπῆς ἀντὶ τοῦ μεγάλου Ἰωάννου, καὶ μετὰ θάνατον καθαιροῦμεν σὺν πᾶσι τοῖς συγκοινωνήσασιν αὐτῷ προθέσει ἐπισκόποις. Οὗτινος μηδὲ τὸ ὄνομα αὐτοῦ ἐγγραφέσθω τοῖς ἱεροῖς διπτύχοις; ἀνάξιος γάρ ἐστιν, ὡς μοιχεύσας τὴν ἐπισκοπὴν. Πᾶσα γάρ φυτεὶα μὴ φυτευθεῖσα παρὰ τοῦ Πάτρος ἡμῶν τοῦ ἐν οὐρανοῖς, ἐκριζωθήσεται. Προστιθέμεθα δὲ τῇ καθαιρέσει Θεοφίλου ἀφορισμὸν καὶ ἀναθεματισμὸν καὶ τελείαν ἀλλοτρίωσιν τοῦ χριστιανισμοῦ.
ΕΠΙΣΤΟΛΗ ΑΡΚΑΔΙΟΥ ΑΥΤΟΚΡΑΤΟΡΟΣ ΠΡΟΣ ΙΝΝΟΚΕΝΤΙΟΝ ΡΩΜΗΣ ΑΡΧΙΕΡΕΑ.
Πάντες ἄνθρωποι ἴσασιν οἱ εὐφρονοῦντες, ὅτι περ τὰ κατὰ ἄγνοιαν γινόμενα, οὔτε θεὸς, οὔτε νόμοι κολάζουσιν; ἀλλ' οὐδέ τις ὑπὲρ ἑτέρου δίκην εἰσπράττεται. Ὅθεν ταῦτα γέγραφα πληροφορῶν τὴν ὑμετέραν πρᾳότητα, ὡς ἐπιμαρτυροῦντος τοῦ φιλανθρώπου Θεοῦ, οὐκ ἔγνων τι τῶν συμβάντων τοῖς ἡμετέροις ἐπισκόποις καὶ κληρικοῖς, ἀλλ' ἀθῶός εἰμι τοῦ κρίματος αὐτῶν. Εἰ γὰρ ἤμην συμμέτοχος αὐτῶν, εἰς τοῦτο οὐκ εἶχον τούτους κακῶσαι. Περὶ καὶ τῆς σῆς θυγατρὸς Εὐδοξίας γνῶθι, ὅτι καὶ αὐτῇ ἀνταπέδωκα κατὰ τὸ σφάλμα αὐτῆς οὐ μετρίως, ὡς ἐκ τῆς τοιαύτης λύπης καὶ θλίψεως ἐν ἀῤῥωστίᾳ βαρυτάτῃ κατακεῖσθαι αὐτήν. Παρακαλῶ λοῖπον, ἵνα τοῦ ἀφορισμοῦ λύσῃς ἡμᾶς, καὶ μὴ ἐκδικήσῃς πολλαχῶς. Οὐ γὰρ πατάξει Κύριος δὶς ἐπὶ τὸ αὐτό.
ΕΠΙΣΤΟΛΗ ΙΝΝΟΚΕΝΤΙΟΥ ΡΩΜΗΣ ΑΡΧΙΕΡΕΩΣ ΠΡΟΣ ΑΡΚΑΔΙΟΝ ΑΥΤΟΚΡΑΤΟΡΑ.
Ἀπεδεξάμην ὑμῶν τὴν κατὰ Θεὸν σπουδὴν, ἥνπερ διὰ τὸ ὄνομα αὐτοῦ ἀνεδείξασθε. Ὅθεν τῶν ἱερῶν δεσμῶν ἀνεθέντες, ἐν τοῖς δεσποτικοῖς συμβόλοις προσέλθετε ἐῤῥωμένοι.