Jump to content

Paginae in lingua graeca scriptae/4

Checked
E Wikisource
Paginae in lingua graeca scriptae
V saecolo

 Opera quae exstant (Silvester I) Epistolae (Cornelius) 


Ὑπομνηστικὸν τοῦ ἁγιωτάτου ἐπισκόπου Κυρίλλου γενόμενον πρὸς Ποσειδώνιον ἀποσταλέντα παρ' αὐτοῦ ἐν τῇ Ῥώμῃ τῶν κατὰ Νεστόριον ἕνεκεν.

Ἡ Νεστορίου πίστις, μᾶλλον δὲ κακοδοξία, ταύτην ἔχει τὴν δύναμιν· φησὶν ὅτι ὁ Θεὸς λόγος προεγνωκὼς ὅτι ὁ ἐκ τῆς ἁγίας παρθένου γενὁμενος, ἅγιος ἔσται καὶ μέγας, εἰς τοῦτ' ἐξελέξατο αὐτὸν, καὶ παρεσκεύασε μὲν γεννηθῆναι δίχα ἀνδρός ἐκ τῆς παρθένου, ἐχαρίσατο δὲ αὐτῷ τὸ καλεῖσθαι τοῖς αὐτοῦ ὀνόμασιν, καὶ ἤγειρεν αὐτόν. Ὥστε κᾂν ἐνανθρωπήσας λέγηται ὁ μονογενὴς τοῦ Θεοῦ λόγος, ὅτι συνῆν ἀεὶ, ὡς ἀνθρώπῳ ἁγίῳ τῷ ἐκ τῆς παρθένου, διὰ τοῦτο λέγεται ἐνανθρωπῆσαι· ὥσπερ δὲ συνῆν τοῖς προφήταις, οὕτω, φησὶ, καὶ τούτῳ κατὰ μείζονα συνάφειαν. Διὰ τοῦτο φεύγει πανταχοῦ τὸ λέγειν τὴν ἕνωσιν, ἀλλ' ὀνομάζει συνάφειαν, ὥσπερ ἐστὶν ὃς ἔξωθεν, καὶ ὡς ἂν λέγῃ πρὸς Ἰησοῦν, ὅτι καθ' ὡς ἦν μετὰ Μωϋσῇ, οὕτως ἔσομαι μετά σου. Κρύπτων δὲ τὴν ἀσέβειαν λέγει, ὅτι ἐκ μήτρας συνῆν αὐτῷ.

Διὰ τοῦτο οὔτε Θεὸν ἀληθινὸν αὐτὸν εἶναι λέγει, ἀλλ' ὡς εὐδοκίᾳ τοῦ Θεοῦ κεκλημένον οὕτως· κᾂν Κύριος ὠνομάσθη, οὕτως πάλιν αὐτὸν βούλεται Κύριον, ὡς τοῦ Θεοῦ λόγου χαρισαμένου αὐτῷ τὸ καλεῖσθαι καὶ οὕτω.

Μή φησιν ὅτι ὅπερ λέγομεν, ἀποθανεῖν ὑπὲρ ἡμῶν τὸν υἱὸν τοῦ Θεοῦ, καὶ ἀναστῆναι, ὁ ἄνθρωπος ἀπέθανε, καὶ ὁ ἄνθρωπος ἀνέστη· καὶ οὐδὲν τοῦτο πρὸς τὸν τοῦ Θεοῦ λόγον.

Καὶ ἡμεῖς μὲν γὰρ ὁμολογοῦμεν ὅτι καὶ ἀθάνατός ἐστιν ὁ τοῦ Θεοῦ λόγος καὶ ζωή ἐστιν· ἀλλὰ πιστεύομεν ὅτι γέγονε σὰρξ, τουτέστιν ἑνώσας ἑαυτῷ τὴν σάρκα μετὰ ψυχῆς λογικῆς, ἔπαθε σαρκὶ κατὰ τὰς γραφάς· καὶ ἐπειδὴ τὸ σῶμα αὐτοῦ πέπονθεν, αὐτὸς λέγεται παθεῖν, καίτοι τὴν φύσιν ἀπαθὴς ὤν· καὶ ἐπειδὴ τὸ σῶμα αὐτοῦ ἀνέστη, οὐ γἀρ εἶδε διαφθορὰν ἡ σὰρξ αὐτοῦ, λέγεται ὅτι αὐτὸς ἀνέστη ὑπὲρ νεκρῶν. Ἐκείνῳ δὲ οὐ ταῦτα δοκεῖ, ἀλλά φησιν ὅτι ἀνθρώπου γέγονε τὸ πάθος, καὶ ἀνθρώπου ἡ ἀνάστασις, καὶ ἐν τοῖς μυστηρίοις σῶμά ἐστιν ἀνθρώπου τὸ προκείμενον· ἡμεῖς δὲ πιστεύομεν ὅτι τοῦ λόγου ἐστὶ σὰρξ ζωοποιεῖν ἰσχύουσα διὰ τοῦτο, ὅτι τοῦ τὰ πάντα ζωοποιοῦντος λόγου γέγονε σὰρξ καὶ αἷμα.

Ταῦτα οὐκ ἀνέχων λέγειν ἐκεῖνος, Κελέστιον παρεσκεύασεν ἐπιδοῦναι λιβέλλους κατὰ Φιλίππου τοῦ πρεσβυτέρου, ἐλέγχοντα αὐτὸν καὶ μηκέτι θελήσαντα συναφθῆναι μετ' αὐτοῦ διὰ τὴν αἵρεσιν· ἐν δὲ τοῖς λιβέλλοις αἰτία τις ἦν ὅτι Μανιχαῖός ἐστιν. Εἶτα κέκληκε τὸν ἄνθρωπον εἰς συνέδριον· κᾀκεῖνος ἦλθεν, πρᾶγμα ποιῶν κανονικὸν, ἑτοίμως ἔχων ἀπολογήσασθαι. Ἐπειδὴ δὲ οὐδὲν εἶχε δεῖξαι ὁ Κελέστιος, ἀφανῆ ἑαυτὸν κατέστησε, καὶ οὐκ ἀπῆλθεν εἰς τὸ συνέδριον.

Οὐχ εὑρὼν αὐτὴν τὴν ἀφορμὴν, ἐφ' ἑτέραν ἐχώρησεν. Ἔφη γὰρ, ὅτι τίνος ἕνεκεν παρασύναξιν ἐποίησας, καὶ ἐν τῇ οἰκίᾳ προσφορὰν ἐτέλεσας; παντὸς σχεδὸν τοῦ κληροῦ λέγοντος, ὅτι καὶ ἡμῶν ἕκαστος ἐν καιρῷ καὶ χρείαις τοῦτο ποιεῖ, ἐξένεγκεν ἀπόφασιν καθαιρέσεως κατὰ τοῦ ἀνθρώπου.

Ἰδοὺ ἔχεις τόμους ἔχοντας κεφάλαια τῶν βλασφημιῶν Νεστορίου.


Τῷ ἀγαπητῷ ἀδελφῷ Κυρίλλῳ Κελεστῖνος.

Τῇ ἡμετέρᾳ στυγνότητι τὰ διὰ τοῦ υἱοῦ ἡμῶν Ποσειδονίου τοῦ διακόνου ἀποσταλέντα παρὰ τῆς σῆς ἁγιότητος γράμματα ἀπέδωκεν εὐθυμίαν, καὶ ἀντικατηλλαξάμεθα τὸ ἧδος πρὸς τὸ λυποῦν. Ἀποβλέποντες γὰρ καὶ ἐννοοῦντες ἅπερ εἶπεν ὁ τὴν ἐν Κωνσταντινουπόλει Ἐκκλησίαν διεστραμμέναις προσομιλίαις ταράττειν ἐπιχειρῶν, οὐ σμικρῷ κατ' αὐτὴν τὴν ψυχὴν πεπληγμένοι πόνῳ, διαφόροις σκέψεων κέντροις βασανιζόμεθα, ἐννοοῦντες ὅπως βοηθεῖν εἰς τὸ ἐμμένειν τῇ πίστει. Ὡς δὲ τὴν ἡμετέραν διάνοιαν εἰς τὰ παρὰ τῆς σῆς ἀδελφότητος γραφέντα μετεστήσαμεν, ὤφθη ἡμῖν εὐθὺς ἑτοιμοτάτη θεραπεία, δι' ἧς ἡ λοιμώδης νόσος ὑγιεινῷ φαρμάκῳ ἀπελαθείη· φημὶ δὴ τὴν τῆς καθαρᾶς πηγῆς ἔκροιαν, τὴν ἀπὸ τοῦ λόγου τῆς σῆς ἀγάπης ἐκρέουσαν, δι' οὗ πᾶσα καθαριεῖται ἡ ἰλὺς τοῦ κακῶς διαχεομένου ῥείθρου, καὶ πᾶσιν ἀνοίγεται ὁ τρόπος τῆς δεούσης περὶ τὴν ἡμετέραν πίστιν ἐννοίας. ὥσπερ οὖν ἐκεῖνον καὶ στίζομεν καὶ μεμφόμεθα, οὕτω τὴν σὴν ἁγιότητα, ὥσπερ παροῦσαν ἐν τοῖς ἰδίοις γράμμασι, τῇ τοῦ κυρίου ἀγάπῃ περιπλεκόμεθα, ὁρῶντες ὅτι ἓν καὶ τὸ αὐτὸ περὶ τοῦ δεσπότου φρονοῦμεν. Καὶ θαυμαστὸν οὐδὲν τὸν προνοητικώτατον τοῦ κυρίου ἱερέα ὑπὲρ τοῦ τῆς πίστεῳς ἔρωτος τοιαύτῃ διαμάχεσθαι ἀρετῇ, ὥστε τῇ ἀτόπῳ τῶν ἐναντίων τόλμῃ ἀνθίστασθαι, καὶ τοὺς ἑαυτῷ ἐμπεπιστευμένους τοιαύταις ὑπομνήσεσι βεβαιοῦν. Ὥσπερ ἐκεῖνα ἡμῖν πικρὰ, οὕτω ταῦτά ἐστιν ἡδέα· ὥσπερ ἐκεῖνα ἰλυώδη, οὕτω ταῦτα καθαρά. Καὶ χαίρομεν τοσαύτην ἐνεῖναι ὁρῶντες τῇ σῇ εὐλαβείᾳ ἐγρήγορσιν, ὡς ἤδη σε νενικηκέναι τὰ ὑποδείγματα τῶν σου προηγησαμένων, γενομένων ἀεὶ καὶ αὐτῶν ἐκδίκων τοῦ ὀρθοδόξου δόγματος. Ἀληθῶς τε ἐπὶ σοῦ ἁρμόσει ἡ εὐαγγελικὴ μαρτυρία ἡ λέγουσα· Ὁ ποιμὴν ὁ ἀγαθὸς τὴν ψυχὴν αὐτοῦ τίθεσιν ὑπὲρ τῶν ἰδίων προβάτων. Ἀλλ' ὥσπερ σὺ ποιμὴν ἀγαθὸς, οὕτως ἐκεῖνος οὐδὲ ὡς κακὸς μισθωτὸς κατηγορεῖσθαι ἄξιος· ὃς οὐ διὰ τοῦτο διαβάλλεται, ὡς τὰ ἑαυτοῦ καταλιπὼν πρόβατα, ἀλλ' ὅτι ηὑρέθη αὐτὸς διασπαράττων αὐτά.

Προσθεῖναι δέ τινα καὶ ἡμεῖς ἐμέλλομεν, ἀγαπητὲ ἀδελφὲ, εἰ μὴ ἑωρῶμέν σε τὰ αὐτὰ φρονοῦντα πάντα, ἅπερ φρονοῦμεν καὶ ἐν τῇ βεβαιώσει τῆς πίστεως ἐδοκιμάζομέν σε ἔκδικον ἰσχυρότατον. Ἀπεδόθη γὰρ ἡμῖν πάντα κατὰ τάξιν διὰ τοῦ υἱοῦ ἡμῶν Ποσειδωνίου τοῦ διακόνου, ὅσα περὶ τούτου τοῦ πράγματος ἡ σὴ ἁγιότης γεγράφηκε. Πάντα τὰ δίκτυα τῆς δολίας προσομιλίας ἐγύμνωσας, καὶ οὕτω τὴν πίστιν ὠχύρωσας, ὡς μὴ δύνασθαι τὴν καρδίαν τῶν τῷ Χριστῷ τῷ Θεῷ ἡμῶν πιστευόντων εἰς ἕτερον ἑλκυσθῆναι μέρος. Μέγας οὗτός ἐστι τῆς ἡμετέρας πίστεως ὁ θρίαμβος, τὸ ἀποδεῖξαι τὰ ἡμέτερα οὕτως ἰσχυρῶς, καὶ οὕτω νενικηκέναι τὰ ἐναντία διὰ τῆς τῶν θείων γραφῶν μαρτυρίας. Τί λοιπὸν διαπράξεται; ἢ ποῦ ἑαυτὸν ἐκεῖνος περιστρέψει; ὃς γενόμενος ἐραστὴς ἀσεβοῦς νεωτερισμοῦ, ὡς ἐβούλετο μᾶλλον ταῖς ἑαυτοῦ ἐννοίαις δουλεύειν ἑαυτῷ, ἢ τῷ Χριστῷ, τὸν ἐμπιστευθέντα ἑαυτῷ δῆμον βλάψαι ἠθέλησε τῷ τῆς ἰδίας προσομιλίας δηλητηρίῳ· δέον καὶ ἀναγνῶναι τοῦτο καὶ κατέχειν, ὅτι τὰ μάταια ζητήματα, καὶ μὴ προκόπτοντα εἰς ὑγίειαν, ἀλλὰ χωροῦντα εἰς ψυχῶν ἀπώλειαν, φεύγειν μᾶλλον, ἢ ἐπιζητεῖν δεῖ.

Ἀλλ' ὅμως εἰς κρημνοῦς αὐτοὺς ἐπειγόμενον, μᾶλλον δὲ ἤδη ἐν αὐτῷ τῷ κρημνῷ, ὅθεν πεσεῖται, διάγοντα, εἴ γε δυνάμεθα, ἀνακαλεῖσθαι ὀφείλομεν, μὴ τὴν πτῶσιν αὐτοῦ τῷ βοηθεῖν προσωθήσωμεν. Ὁ Χριστὸς ὁ Θεὸς ἡμῶν, ᾧ ἐπάγεται ζήτησις περὶ τῆς ἰδίας γεννήσεως, ἐδίδαξεν ἡμᾶς κάμνειν ὑπὲρ προβάτου ἑνὸς, θέλων καὶ διὰ τῶν ἰδίων ὤμων ἀνακαλεῖσθαι, ὡς μὴ ἐκκέηται τῷ λύκῳ εἰς ἁρπαγήν. Εἶτα ὁ διδάξας ἡμᾶς οὕτω δραμεῖν ὑπὲρ σωτηρίας προβάτου ἑνὸς, πῶς ἄρα ἡμᾶς κάμνειν βούλεται ὑπὲρ αὐτοῦ τοῦ τῶν προβάτων ποιμένος; ὃς τῆς προσηγορίας ταύτης καὶ τοῦ ἐπαγγέλματος ἐπίλελησμένος, αὐτὸς ἑαυτὸν εἰς ἁρπάγην λύκου μετήλλαξεν, ἐπιθυμῶν ἀπολέσαι τὴν ἀγέλην, ἣν αὐτὸς ὤφειλε συντηρῆσαι. Τοῦτον οὖν ἡμεῖς ἀπό τῆς περικλείσεως τῶν ἀμνῶν ἀποκινῆσαι ὀφείλομεν, ἐὰν μὴ αὐτὸν, ὡς θέλομεν, διορθωσώμεθα. Εἴη ἔτι συγγνώμης ἐλπὶς διορθουμένῳ· θέλομεν γὰρ ἵνα ὑποστρέψῃ καὶ ζήσῃ, εἰ μὴ αὐτὸς τὴν ζωὴν τῶν ἐμπεπιστευμένων ἑαυτῷ ἀπολέσειεν. Εἴη δὲ τις φανερὰ ἀπόφασις κατ' αὐτοῦ ἐμμένοντος. Ἐκκοπτέον γὰρ τὸ τοιοῦτον τραῦμα, δι' οὗ οὐχ ἓν μέλος βλάπτεται, ἀλλὰ πᾶν τὸ σῶμα τῆς ἐκκλησίας διατιτρώσκεται. Τί γὰρ ποιεῖ μετὰ τῶν ἀλλήλοις ὁμονοούντων, ὃς μόνος ἑαυτῷ φρονεῖν δοκῶν ἀπὸ τῆς ἡμετέρας διχονοεῖ πίστεως; ὅθεν μενέτωσαν ἐν τῇ κοινωνίᾳ, οὓς αὐτὸς ἀντιλέγοντας αὐτῷ ἀπεκίνησε τῆς κοινωνίας. Καὶ γινωσκέτω ὅτι αὐτὸς τὴν ἡμετέραν κοινωνίαν ἔχειν οὐ δυνήσεται, ἐὰν ἐν ταύτῃ τῇ τῆς διαστροφῆς ὁδῷ παραμείνῃ, ἐναντιούμενος τῇ ἀποστολικῇ διδαχῇ.

Συναφθείσης σοι τοίνυν τῆς αὐθεντίας τοῦ ἡμετέρου θρόνου τῇ ἡμετέρᾳ διαδοχῇ χρησάμενος, ταύτην ἐκβιβάσεις ἀκριβεῖ στεῤῥότητι τὴν ἀπόφασιν, ἵνα ἢ ἐντὸς δέκα ἡμερῶν ἀριθμουμένων ἀπό τῆς ήμέρας τῆς ὑπομνήσεως ταύτης, τὰ κακὰ κηρύγματα ἑαυτοῦ ἐγγράφῳ ὁμολογίᾳ ἀθετήσῃ, καὶ ἑαυτὸν διαβεβαιώσηται ταύτην κατέχειν τὴν πίστιν περὶ τῆς γεννήσεως τοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἣν καὶ ἡ Ῥωμαίων καὶ ἡ τῆς σῆς ἁγιότητος ἐκκλησία, καὶ ἡ καθόλου καθοσίωσις κατέχει· ἢ ἐὰν μὴ τοῦτο ποιήσῃ, εὐθὺς ἡ σὴ ἁγιότης ἐκείνης τῆς ἐκκλησίας προνοησαμένη, μάθῃ αὐτὸν παντὶ τρόπῳ ἀπὸ τοῦ ἡμετέρου σωματίου ἀποκινητέον, ὃς οὔτε τὴν τῶν θεραπευόντων ἴασιν ἠθέλησε καταδέξασθαι, καὶ εἰς ἀπώλειαν αὐτοῦ τε καὶ πάντων τῶν αὐτῷ πεπιστευμένων κακῶς λοιμώδης ἠπείχθη.

Τὰ δὲ αὐτὰ ἐγράψαμεν πρὸς τοὺς ἁγίους ἀδελφοὺς καὶ συνεπισκόπους ἡμῶν Ἰωάννην, Ῥοῦφον, Ἰουβενάλιον, καὶ Φλαβιανόν· ἵνα φανερὰ ᾖ ἡ περὶ αὐτοῦ ἡμῶν, μᾶλλον δὲ ἡ τοῦ Χριστοῦ ἡμῶν θεῖα ἀπόφασις.


Τῷ ἀγαπητῷ ἀδελφῷ Ἰωάννῃ Κελεστῖνος.

Εὐχόμεθα μὲν ὥσπερ μία ἐστὶ τῆς θεότητος οὐσία, οὕτω καὶ παρὰ πᾶσι τοῖς ὁπουδήποτε οὖσιν ἀνθρώποις μίαν τῆς ὀρθῆς πίστεως ἀλήθειαν ἔχειν. Ἐλάττων δὲ ὅμως ὁ στεναγμός ἐστιν, ἐάν τινες αυτοῦς ἐκτὸς τῆς ἀγέλης τῆς δεσποτικῆς ἀποχωρίζοντες, καὶ διὰ γωνιῶν καὶ συσκίων τόπων λανθάνοντες, ἑαυτοῖς ἢ καὶ ὀλίγοις τισὶ συμβουλεύωσιν, ὁμονοοῦσιν ἑαυτοῖς ἐν τῇ λανθανούσῃ πλάνῃ. Ὅτε δὲ ἐν τῇ τοῦ Θεοῦ ἱερᾷ Ἐκκλησίᾳ ὁ προβεβλημένος ὑπὸ τῷ ὀνόμοτι τοῦ ἱερέως αὐτοῦ τὸν τοῦ Χριστοῦ δῆμον ἀπὸ τὴς ὁδοῦ τῆς ἀληθείας κατὰ κρημνῶν ἀποστρέφει τῇ οὐκ ὀρθῇ συμβουλῇ, καὶ τοῦτο ἐν τῇ μεγίστῃ πόλει, εἰς ἣν διὰ τὴν τιμὴν τοῦ ἐνοικοῦντος βασιλείου ἀπὸ παντὸς τοῦ κόσμου συντρέχει τὸ πλῆθος, τότε δηλαδὴ διπλασιαστέος ἐστὶν ὁ θρῆνος, καὶ μείζων ἡ φροντὶς, ἵνα μή τι ἡ ἁρπαγὴ τοῦ λύκου παραγενομένου κατισχύσῃ. Ἐλάττων γάρ ἐστιν ἡ φροντὶς πολιορκοῦντος τοῦ ἐχθροῦ, ἢ ἐντὸς τειχῶν ἐκβακχεύοντος· καὶ κουφότερον παρενοχλεῖ ὁ λύκος ἐκτὸς τῶν ποιμνίων ἀποπλανώμενος, ἤπερ ἐν αὐτῇ τῇ ἀγέλῃ τόπον ποιμένος ἐπιλαβόμενος· ἐπειδήπερ πλέον τοῦ ἐμφυλίου πολέμου ἐστὶν, ὅταν ἐντὸς τῆς ἐκκλησίας, τουτέστιν ἐντὸς αὐτοῦ τοῦ οἴκου τοῦ Θεοῦ, δόρατα ἀκοντίζηται τῆς ἀσεβοῦς θρησκείας. ὅθεν πάνυ συντετάρακται ἡμῶν τὰ σπλάγχνα, ὅτι οὗτος, ὅστις δοκεῖ κατέχειν τὴν ἐκκλησίαν Κωνσταντινουπόλεως, τοῖς καθὡσιωμένοις τοῦ Χριστοῦ δήμοις διεστραμμένα τινὰ ἐκχέει, ὑπεναντία τῆς τιμῆς καὶ αἰδοῦς τοῦ τοκετοῦ τῆς ἁγίας παρθένου, καὶ ὑπεναντία τῆς ἐλπίδος τῆς ἡμετέρας σωτηρίας. Ταῦτα εἰσῆλθεν ὑποβαλλούσης τῆς ἀλγηδόνος τῶν πιστῶν, ἃ ἐγνωρίσθη διὰ τῶν βιβλίων, ἅπερ αὐτὸς ἔπεμψε· καὶ ὅπερ μείζονος ἀποδείξεως ἦν, πεμφθεισῶν ἐπιστολῶν πρὸς ἡμᾶς, ὑπογραφῇ αὐτοῦ τοῦ αὐθέντου ὠχυρωμένων, ὡς ἀμφιβληθῆναι παρ' ἑτέρων μὴ ἐξὸν εἶναι.

Ὅθεν ἐπειδὴ ὑπὲρ τοιούτων αἰτιῶν οὐκ ἔστιν ἀσφαλὴς ἡ μακροτέρα παρενθύμησις· τοιοῦτον γάρ ἐστι σχεδὸν ἔγκλημα παρενθυμεῖσθαι τὰ τοιαῦτα, ὁποῖόν ἐστι μῦσος τοιαῦτα ἱερόσυλα λέγειν· καὶ τὸν ἐπίσκοπον Νεστόριον, καὶ εἴ τις ἄλλος αὐτῷ ἀκολουθήσας τοιαῦτα λέγει, ἀπὸ τῆς ἡμετέρας κοινωνίας ἀποχωρίζομεν, ἕως οὗ δι' ἐγγράφου ὁμολογίας πεμφθείσης, τὴν διαστροφὴν, ἣν ἤρξατο διδάσκειν, κατακρίνῃ, καὶ ταύτην ἑαυτὸν περὶ τοῦ παρθενικοῦ τόκου, τουτέστι περὶ τῆς σωτηρίας τοῦ τῶν ἀνθρώπων γένους, τὴν πίστιν ὁμολογήσῃ κατέχειν, ἥν τινα κατὰ τὴν ἀποστολικὴν διδασκαλίαν ἡ Ῥωμαίων καὶ ἡ Ἀλεκανδρέων, καὶ ἡ καθολικὴ πανταχοῦ ἐκκλησία κατέχει, προσκυνήσῃ τε καὶ ὁμολογήσῃ. Εἴ τις δὲ ἢ ἀπὸ Νεστορίου, ἢ ἀπὸ τῶν ἄλλων αὐτῷ ἐξακολουθησάντων, ἀφ' οὗ τὰ τοιαῦτα ἤρξατο λαλεῖν, ἢ ἀκοινώνητος ἐγένετο, ἢ ἐγυμνώθη τῆς τοῦ ἱερέως ἀξίας, ἢ τῆς τοῦ κληρικοῦ, τοῦτον ἐν τῇ ἡμετέρᾳ κοινωνίᾳ καὶ μεμενηκέναι, καὶ μένειν εἰς τὸ ἑξῆς ὡμολόγηται· καὶ οὐδὲ λέγομεν αὐτὸν ἀποκεκινῆσθαι· ἐπειδήπερ οὐδὲ ἠδύνατό τινα ἡ τούτου ἀπόφασις ἀποκινεῖν, ὅστις ἑαυτὸν παρέσχεν ἤδη ἀποκινητέον.

Ταῦτα, ἀδελφὲ τιμιώτατε, πρὸς τὴν σὴν ἁγιωσύνην ἐγράψαμεν, ἵνα ἐνδυναμωθεὶς ἐν τῷ δεσπότῃ, καὶ τὸν οἰκεῖον τῷ στήθει θώρακα καὶ τὴν ἐλπίδα τῆς καθολικῆς ὁμολογίας ἐνδυσάμενος, τὴν ἀγέλην τοῦ ἡμετέρου δεσπότου Ἰησσοῦ Χριστοῦ, ὅστιν ὑπὲρ ἡμῶν ἐγεννήθη καὶ ἔπαθεν, ὅστις καὶ ἀνοιγέντων τῶν καταχθονίων καὶ τοῦ θανάτου ἡττηθέντος, ὑπὲρ ἡμῶν τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη, ἀπό τῆς πονηρᾶς καὶ αἰσχίστης διδασκαλίας ἑλκύσῃς.

Ὥσπερ δὲ καὶ πρὸς τὸν ἁγιώτατον ἀδελφὸν καὶ συνεπίσκοπον ἡμῶν Κύριλλον, τὸν ἀκριβῆ τῆς καθολικῆς ἐκκλησίας καὶ πίστεως ἔκδικον, ἐγράψαμεν, περὶ τοῦ αὐτοῦ Νεστορίου γινωσκέτω ἡ σὴ ἀγιωσύνη παρ' ἡμῶν, μᾶλλον δὲ ὑπ' αὐτοῦ τοῦ δεσπότου Χριστοῦ καὶ Θεοῦ ἐξενηνεγμένην εἶναι σὴν ἀπόφασιν, ἵνα ἢ ἐντὸς δέκα ἡμερῶν ἀριθμουμένων ἀφ' ἧς ἡμέρας ὑπομνησθεὶς τὰς ἱεροσύλους αὐτοῦ διδασκαλίας περὶ τῆς τοῦ Χριστοῦ γεννήσεως ἐγγράφῳ ὁμολογίᾳ καταδικάσῃ, καὶ ταύτῃ ἑαυτὸν ὁμολογήσῃ τῇ πίστει ἀκολουθεῖν, ἥν τινα καὶ ἡ Ῥωμαίων, καὶ ἡ Ἀλεξανδρέων, καὶ ἡ καθολικὴ φυλάττειν Ἐκκλησία· ἢ ἀπὸ τῆς συνόδου τῶν ἐπισκόπων ἀποκινηθεὶς, γινωσκέτω οἰκείῳ ἑαυτὸν βεβλάφθαι ὀλέθρῳ. Ἵνα δὲ ταῦτα τὰ παρ' ἡμῶν ἀποφανθέντα σπουδαιότερον ἐξανυσθείη, διὰ τοῦ ἡμετέρου υἱοῦ Ποσειδωνίου τοῦ διακόνου τῆς Ἀλεξανδρέων ἐκκλησίας τὰς ἡμετέρας ἐπιστολὰς πρὸς τὴν σὴν διάθεσιν ἠβουλήσθημεν πιστότερον διακομισθῆναι. Ὁ Θεὸς ὑγιαίνοντά σε διαφυλάττοι, ἀδελφὲ τιμιώτατε.


Τῷ ἀγαπητῷ ἀδελφῷ Νεστορίῳ Κελεστῖνος.

Ἐφ' ἡμέρας τινὰς τῆς ζωῆς ἡμῶν μετὰ τὸ ἀνόσιον καὶ πολλάκις κατακριθὲν δόγμα Πελαγίου καὶ Κελεστίου ἢ καθολικὴ πίστις εἰρήνευσεν, ὁπότε ἐκείνους μετὰ τῶν ἑπομένων τῇ δόξῃ αὐτῶν ἥτε ἀνατολὴ καὶ ἡ δύσις ἀκοντίῳ συμφωνούσης ἀποφάσεως ἔπληξεν. Αὐτίκα ὁ τῆς ἁγίας μνήμης Ἀττικὸς, ὁ διδάσκαλος τῆς καθολικῆς πίστεως, καὶ ἀληθῶς τοῦ μακαρίου Ἰωάννου καὶ εἰς ταῦτα διάδοχος, οὕτως ἐκείνους ἐδίωξεν ὑπὲρ τοῦ κοίνου βασιλέως, ὥστε αὐτοῖς μὴ τοῦ ἐκεῖ ἱστάναι ἄνεσιν συγχωρηθῆναι. Ἔσχεν ἡμᾶς μετὰ τὴν ἐκείνου ἔξοδον οὐχ ἡ τυχοῦσα φροντὶς ἐκδεχομένους, πότερον ὁ ἐκεῖνον διαδεξάμενος εἴη αὐτοῦ καὶ εἰς τὴν πίστιν διάδοχος. Ἐπειδὴ δυσχερές ἐστιν ἐκτείνεσθαι τὰ καλά· πολλάκις γὰρ ἑαυτὰς ἀμοιβαδὸν αἱ ἐναντιότητες διαδέχονται. Ἀλλ' ἐσχήκαμεν μετ' ἐκεῖνον τὸν μέλλοντα ἡμᾶς ταχέως καταλιπεῖν, τὸν ἁγίον Σισίνιον, εὐδοκιμήσαντα ἐπί τε τῇ ἁπλότητι κοινωνὸν, αὐτὴν τὴν πίστιν, ἣν εὗρε, κηρύττοντα· ἀνεγνώκει δηλαδὴ ἐκείνη ἡ ἁπλῆ εὐλάβεια καὶ εὐλαβὴς ἁπλότης, δεῖν μᾶλλον φοβεῖσθαι, ἢ ἰδίας συνέσεως βάθος ζητεῖν· καὶ ἀλλαχοῦ, μὴ δεῖν ἀνερευνᾷν τὰ βαθύτερα· καὶ πάλιν, Εἴ τις ἄλλο κηρύξειε καὶ νομοθετήσειε παρ' ὃ ἐκηρύξαμεν, ἀνάθεμα ἔστω. Ἀλλὰ καὶ τούτου ἐκ τοῦ κόσμου μεθισταμένου, ὡς ἡ ἡμετέρα φροντὶς ἐπὶ τοσοῦτον ἑαυτὴν ἐξέτεινεν, ἐφ' ὅσον ὁ Κύριος ἐπέτρεψεν, ἐχαροποίησεν ἡμῶν τὴν ψυχὴν ἡ διήγησις τῶν ἐρχομένων ἀγγέλων, ἣν εὐθέως ἐβεβαίωσεν ἡ τῶν ἡμετέρων κοινωνῶν ἀναφορὰ τῶν παραγενομένων τῇ σῇ χειροτονίᾳ· οἵ τινες τοσοῦτόν σοι ἐμαρτύρησαν, ὅσον ἐχρὴν τῷ ἀλλαχόθεν ἐπιλεχθέντι. Μετὰ τοσαύτης πρότερον ὑπολήψεως ἔζησας, ὥστε καὶ ἐφθόνησε τοῖς σοῖς ἀλλοτρία πόλις· μετὰ τοσαύτης δὲ νῦν ἀτοπίας φευκτέον σεαυτὸν παρασκεύασασ, ὡς τοὺς σοὺς ἐν ἀλλοτρίοις ὁρᾷν, ὅπως ἀπηλλάγησαν.

Πρώην ἐδεξάμεθα τὰς σὰς ἐπιστολὰς, αἷς ἐν στενῷ οὐκ ἠδυνήθημεν ἀποκρίνασθαι· ἔδει γὰρ τὸν λόγον εἰς Ῥωμαϊκὸν μεταβληθῆναι. Ὅπερ ὡς βραδέως διὰ τὴν ἀνάγκην ἐποιοῦμεν, ἐδεξάμεθα τοιαῦτα περὶ σοῦ γράμματα τοῦ ἁγίου ἀδελφοῦ καὶ συνεπισκόπου μου Κυρίλλου, τοῦ δοκιμωτάτου ἱερέως, διὰ τοῦ υἱοῦ μου Ποσειδωνίου τοῦ διακόνου, ἀφ' ὧν σφόδρα ἐλυπήθημεν ἀπολωλέναι τῶν περὶ σοῦ ἀνενεγκόντων τὴν μαρτυρίαν· καλὰς γάρ σου τὰς ἀρχὰς κακὴ, ὡς ὁρῶμεν, ἀπόβασις διεδέξατο· καλάς φημι ἀρχὰς, τὰς παρ' ἡμῖν οὕτω φημισθείσας, ὡς δεῖξαι ἡμᾶς ἐν τῇ ἀποκρίσει τῇ πρός τὴν ἀναφορὰν τῶν ἀδελφῶν, ὅπως ἦμεν κοινωνοὶ τῆς χαρᾶς. Ἀλλὰ νῦν ἐννοοῦντες, καὶ τὴν περὶ σοῦ μέμψιν τοῦ προειρημένου ἀδελφοῦ, καὶ τὰς σὰς ἐπιστολὰς ἑρμηνευθείσας, αἵ τινες φανερὰς ἔχουσι βλασφημίας, ὁρῶμεν ὅτι λεκτέον παρ' ἡμῶν τὸ ἀποστολικὸν ἐκεῖνο· Ἤθελον ἀναλλάξαι μου τὴν φωνὴν ὅτι καταισχύνομαι ἐν ὑμῖν. Μᾶλλον δὲ ἤλλαξα, εἰ μὴ ἑαυτὸν ἀπὸ τοῦ κρημνοῦ ἀνακαλέσειεν ὁ ἀσεβὴς προσομιλητής· ἀνάγκη γάρ ἐστιν, ἵνα ἀφ' ἡμῶν αὐτῶν τὸ κακὸν, ὥσπερ ἐκελεύσθημεν, ἀποστήσωμεν. Ἀνέγνωμεν τοίνυν τῶν ἐπιστολῶν τὸ ὕφος, καὶ τὰς βίβλους τοῦ μεγαλοπρεπεστάτου ἀνδρὸς τοῦ υἱοῦ ἡμῶν Ἀντιόχου ἀποδιδόντος ἀπεδεξάμεθα. Ἐπὶ ταύταις ἀνιχνευθεὶς μέν ἡμῖν καὶ εὑρεθεὶς καὶ κατασχεθεὶς πολυλαλίᾳ τινὶ ἐξωλίσθανες, τ' ἀληθῆ τοῖς σκοτεινοῖς ἐγκαλύπτων, καὶ πάλιν συγχέων ἑκάτερα, τῷ ὁμολογεῖν μὲν τὰ ἀρνηθέντα, ἐπιχειρεῖν δὲ ἀρνεῖσθαι τὰ ὡμολογημένα. Ἐν δὲ ταῖς σαῖς ἐπιστολαῖς φανερὰν ἀπόφασιν οὐχ οὕτω περὶ τῆς ἡμετέρας πίστεως, ὡς περὶ σεαυτοῦ ἐξήνεγκας, θέλων περὶ τοῦ Θεοῦ λόγου ἄλλως κηρύξαι, ἤπερ ἡ πάντων πίστις ἔχει.

Ἰδοὺ νῦν εἰς οἵαν καλούμεθα ἀπόφασιν περὶ σοῦ· ἰδοὺ οἷαί εἰσιν αἱ εὐεργεσίαι τῶν σῶν καινοτήτων· ἀφ' οὗ ἀγνοούμενος μὲν ἀπελέχθης, γνωσθεὶς δὲ κατηγορήθης· λοιπὸνμετὰ τοῦ τῶν ἐθνῶν διδασκάλου λεκτέον· Τί γὰρ εὐξώμεθα ὡς χρὴ, οὐκ ἴσμεν. Ἆρα οὐ ταῦτα τὰ ῥήματα ἐκείνῃ τῇ Ἐκκλησίᾳ πρέπει, ἥτις δεδοκιμασμένων ἐν αὐτῇ ἀνθρώπων κατεφρόνησεν, ἀκολουθοῦσα τῇ σῇ φήμῃ, οὐ τῇ γνώσει; ἠπατήθη ἡ ὑπόνοια τῶν καλῶν περὶ σοῦ πιστευσάντων. Τίς γὰρ ἐντὸς προβάτου μαλλοῦ ἅρπαγα κεκρύφθαι λύκον νομίσειε; φωνή ἐστιν αὐτοῦ τοῦ ἀποστόλου, δεῖν καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δεδοκιμασμένοι φανεροὶ ὦσιν. Ἄνοιγέ σου τὰς ἀκοὰς, καὶ τούτου τοὺς πρός Τιμόθεον καὶ Τίτον ἄκουε λόγους. Τί ἄλλο κελεύει, ἢ ἵνα τὰς βεβήλους καινότητας τῶν φωνῶν ἀποστρέφωνται; ταῦτα γὰρ εἰς ἀσέβειαν προχωρεῖ, ἅπερ ἀεὶ ἀκάνθας καὶ τριβόλους ποιεῖ. Τὸν δὲ Τιμόθεον καὶ παρακεκλῃκέναι ἑαυτόν φησιν, ἵνα τῇ Ἐφέσῳ παραμένων, παραγγείλῇ τισὶ, μή τις ἄλλο κηρύξῃ. Πρὸ ὀφθαλμῶν μοί ἐστι τὰ ῥήματα Ἰερεμίου τοῦ προφήτου· Φοβερὰ, φησὶν, ἐγένετο ἐπάνω τῆς γῆς· οἱ προφῆται ἀδικίαν προφητεύουσι. Ταῦτα, εἶπέ μοι, ὡς ἄγνωστά σοι παρέρχεται, ἢ ὡς ἐγνωσμένων καταφρονεῖς; εἰ μὲν ὡς ἄγνωστά σοι παρέρχεται, μὴ αἰδεσθῇς μαθεῖν τὸ ὀρθὸν, ὡς οὐκ ἐφοβήθης τὸ διεστραμμένον διδάξαι. Εἰ δὲ ὡς ἐγνωσμένων καταφρονεῖς, νόει ὅτι ἀναπολόγητά σοι ἔσται, ὅταν ἀπὸ σοῦ τοῦ ἐπιτραπέντος σοι ταλάντου τὸν λόγον ἐκεῖνος ἐπιζητήσῃ, ὃς δι' ἡμῶν ἀπὸ τούτου τοῦ ἁγίου δανείσματος ἑαυτῷ κέρδος ἀεὶ ἐκδέχεται. Ὅρα οἵα τιμωρία ἐκεῖνον μένει τὸν κρύψαντα ὃ εἰλήφει, ἔτι γε μὴν τὸν μὴ ὁλόκληρον ἀποκαταστήσαντα ὅπερ εἰλήφει· ὅθεν φανερῶς πρόσεχε, ὄσος καὶ οἷος ὁ κίνδυνος, μηδὲ ὅπερ ἔλαβες ἀποδιδόναι. Ἆρα σὺ τῷ δεσπότῃ ἡμῶν ἐρεῖς· Οὓς δέδωκάς μοι, ἐφύλαξα· ὁπότε οὕτως ἀκούομεν σχίζεσθαι εἰς μέρη τὴν Ἐκκλησίαν αὐτοῦ; μεθ' οἵας συνειδήσεως ζῇς, σχεδὸν ἀπὸ πάντων ἐν ταύτῃ τῇ πόλει καταλειφθεὶς; ηὐχόμην αὐτοὺς τότε μᾶλλον γεγενῆσθαι ἀσφαλεῖς, ἢ νῦν εἰσιν, ὅτε ἑαυτοῖς ἐπιζητοῦσι βοήθειαν. Πόθεν σοι εἰς τοιαῦτα ζητήματα ἰθύνειν λόγους, ἅπερ ἐννοεῖν βλάσφημον; πόθεν ἐπισκόπῳ εἰς δήμους ταῦτα κηρύττειν, δι' ὧν τὸ σέβας τοῦ παρθενικοῦ τόκου τιτρώσκεται; ὀὐκ ὀφείλουσι τῆς ἀρχαίας πίστεως τὴν καθαρότητα βλάσφημοι εἰς τὸν Θεὸν λόγοι διαταράξαι.

Τίς πώποτε οὐκ ἄξιος τοῦ ἀναθεματισθῆναι ἐκρίθη, ἢ ἀφαιρῶν τι, ἢ προστιθεὶς τῇ πίστει; τὰ γὰρ μεστῶς καὶ φανερῶς παραδοθέντα ἡμῖν παρὰ τῶν ἀποστόλων, οὔτε προσθήκην οὔτε μείωσιν ἐπιδέχεται. Ἀνέγνωμεν ἐν ταῖς βίβλοις ἡμῶν, μήτε προστιθέναι δεῖν, μήτε ἀφαιρεῖυ· μεγίστη γὰρ καὶ τὸν προστιθέντα καὶ τὸν ἀφαιροῦντα τιμωρία δεσμεῖ. Ὅθεν καυτῆρα καὶ σίδηρον ἑτοιμάζομεν, ἐπειδήπερ ἑτέρως οὐκ ἔστι καταντλητέα τὰ τραύματα, ἅπερ ἐστὶ λοιπὸν ἀποκοπῆς ἄξια. Ἴσμεν γὰρ τὰ μέγιστα ἐλαττώματα μετὰ μείζονος ἀεὶ πόνου θεραπευόμενα. Ἀλλὰ μεταξὺ πολλῶν, ἅπερ παρὰ σοῦ ἀσεβῶς κηρυττόμενα ἡ καθόλου ἀπωθεῖται Ἐκκλησία, κλαίομεν μάλιστα τὸ, ταῦτα τὰ ῥήματα παρὰ σοῦ ἐπῆρθαι ἀπὸ τοῦ συμβόλου, ἅπερ ἡμῖν πάσης ζωῆς καὶ σωτηρίας ἐπαγγέλλεται τὴν ἐλπίδα. ὅπερ διὰ τί γίνεται, λαλοῦσιν αἱ ἐπιστολαί σου, περὶ ὧν οὐδεμία ἀμφιβολία ἐστίν· ἐπειδὴ ταύτας αὐτὸς ἀπέστειλας, ἃς οὐκ ἠβουλόμεθα ἐληλυθέναι εἰς ἡμετέρας χεῖρας, μὴ ἀναγκασθῶμεν δικάσαι περὶ τοῦ εἴδους τοῦ τηλικούτου μύσους. Πασῶν τῶν διαλέξεών σου τὰς ὁδοὺς ὁ βραχὺς ἐκείνων περιέκλεισε λόγος· ἥπλωσας σεαυτὸν πλατύτερον· καὶ πολλαῖς περιστροφαῖς περιῆλθες· ὀψὲ δὲ ὅμως διὰ διαφόρων ὁδῶν εἰς τὸν ἀσεβῆ ὅρον ἔφθασας. Ἴσμεν ὅ τι ἐκεῖνος διέταξεν ὁ κελεύσας φεύγειν τὰς ἔριδας καὶ τὰς μάχας τὰς περὶ τοῦ νόμου· εἰσὶ γὰρ, φησίν, ἄχρηστοι καὶ μάταιαι, ὅπερ τοίνυν ἄχρηστον καὶ μάταιον κρίνεται, οὐδεὶς ἀμφιβάλλει μακρὰν εἶναι ὠφελείας.

Τοιγαροῦν εἰ καὶ ὁ ἀδελφὸς Κύριλλος ἤδη σε διὰ δευτέρων ἐπιστολῶν μεθοδευθῆναί φησι, θέλων σε τοῦτο ποιεῖν, ὅτι μετὰ πὴν πρώτην καὶ δευτέραν ἐκείνου, καὶ ταύτην τὴν ἡμετέραν ἐπιτίμησιν, ἣν δῆλόν ἐστιν εἶναι λοιπὸν τρίτην, παντελῶς ἀπὸ τῆς τοῦ συνεδρίου ἡμῶν, καὶ τῆς τῶν Χριστιανῶν συνόδου ἀπεκλείσθης, ἐὰν μὴ εὐθέως τὰ κακῶς εἰρημένα διορθωθῇς, ἐὰν μὴ εἰς ταύτην τὴν ὁδὸν ἐπανέλθῃς, ἣν ἑαυτὸν ὁ Χριστὸς εἶναι μαρτύρεται. Κακῶς κατὰ τούτου ὅπλα κατ' ἀνελπιστίαν ἐκίνησας, ὃς ἐπάνω σε τῶν οἰκετῶν αὐτοῦ, ὡς πιστὸν καὶ συνετὸν δοῦλον ἐπέτρεψε πρότερον καταστῆναι. Ἀπώλετό σοι ἡ ὑπὲρ τῆς τοιαύτης ὑπηρεσίας ἐπαγγελθεῖσα μακαριότης. Οὐ γὰρ μόνον τροφὴν οὐ παρέχεις ἐν καιρῷ, ἀλλὰ καὶ δηλητηρίῳ ἀναιρεῖς, οὓς ἐκεῖνος τῷ ἰδίῳ αἵματι καὶ τῷ ἰδίῳ θανάτῳ ἐκέρδανε. Δηλητήριον γὰρ ὑπὸ τοῖς σοῖς χείλεσίν ἐστι ταῦτα, ἅπερ κατάρας καὶ πικρότητος μεστὰ καθορῶμεν, ὁπότε κατὰ τοῦ ὄντος ἡδέος ἐπιχειρεῖς διαλέγεσθαι. Ποῦ ἐστιν ἡ ποιμενικὴ ἐπιμέλεια; ποιμὴν ἀγαθὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν ἰδίων προβάτων· μισθωτὸς δέ ἐστιν, ὃς ταῦτα τοῖς λύκοις καταλιμπάνει καὶ παραδίδωσι. Τί δὲ σὺ, ὦ ποιμὴν, ἐνταῦθα πράξεις, ὅτι τὴν δεσποτικὴν ἀγέλην ἀντὶ λύκων αὐτὸς διασπαράττεις; εἰς ποίους λοιπὸν φραγμοὺς ἡ δεσποτικὴ ἀγέλη καταφυγεῖν δύναται, εἰ ἐντὸς τῶν ἐκκλησιαστικῶν περιβόλων τιτρώσκεται; ἢ ποίᾳ παραφυλακῇ ἀσφαλὴς ἔσται, ὁπότε σε πάσχει ἀντὶ φύλακος ἅρπαγα; καὶ ἄλλα, φησίν ὡ Κύριος, ἔχω πρόβατα, ἅπερ οὐκ ἔστιν ἀπὸ τούτου τοῦ προβατεῶνος, κᾀκεῖνα δεῖ με καταγαγεῖν. Ἐκεῖνος ἄλλα ἐπαγγέλλεται ἀγαγεῖν, σοἰ δὲ ἅπερ εἶχες ἀπόλλυται. Εἰ καὶ τὰ μάλιστα φανερόν ἐστιν, ὁσάκις ταῦτα συμβαίνει, οὐ τὰ πρόβατα τοῖς ποιμέσιν, ἀλλὰ μᾶλλον τοῖς προβάτοις τοὺς ποιμένας ἀπόλλυσθαι. Καὶ τὴν φωνήν μου, φησὶν, ἀκούσονται. Διά τί; ἵνα γένηται μία ποίμνη. Πρὸς τὴν ἐκείνου φωνὴν μία ἀγέλη γίνεται· πρὸς δὲ τὴν σὴν βλάπτεται, ἢ φυγαδεύεται.

Σκληρόν ἐστιν, ἵνα ἐπὶ σοὶ ἁρμόσῃ τὰ ῥήματα τοῦ μακαρίου Παύλου ἀπὸ τῶν Πράξεων τῶν ἀποστόλων· Ἐγὼ, φησὶν, οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἐμὴν ἀναχώρησιν λύκοι βαρεῖς καθ' ὑμῶν, μὴ φειδόμενοι τοῦ ποιμνίου. Ἀφ' ὑμῶν ἀναστήσονται ἄνθρωποι λαλοῦντες διεστραμμένα, ἵνα ἀγάγωσι τοὺς μαθητὰς ὀπίσω αὐτῶν. Ταῦτα ἠβουλόμεθα παρὰ σοῦ ἄλλοις, ἤ σοι εἰρῆσθαι· διδακτέα γὰρ ἦν παρὰ σοῦ, οὐ μαθητέα σοι, ἅπερ λέγομεν. Τίς γὰρ φέρει, διδάσκεσθαι ἐπίσκοπον ὅπως ὀφείλει εἶναι χριστιανός; ἐπιμελῶς πρόσεχε εἰς οἵαν αἵρεσιν κέκλησαι. Προκαλῇ, διαβάλλῃ, κατηγορῇ· τί τούτων ἱερεῖ πρέπει; σκληροῖς σκληρὰ ἀπόκρισις, εἴ τις ἄρα ἐστὶν ἄμυνα, λόγοις τιμωρεῖσθαι τὰ βλάσφημα. Ἦ ὑπολαμβάνεις ὅτι ἡμεῖς σου φεισόμεθα, ὁπότε τῆς ἑαυτοῦ ψυχῆς αὐτὸς οὐ φείδῃ, ὃς πάντας θέλεις τοὺς φθάσαντας καὶ τοὺς παρόντας καὶ τοὺς μέλλοντας ἀφαιρεῖσθαι τὴν εὐεργεσίαν τῆς σωτηρίας; διώκω δηλονότι τοὺς ἐχθροὺς τοῦ καλοῦ δεσπότου μου, ὡς δούλος πιστός· ὁπότε φησὶν ὁ προφήτης, τελείῳ μίσει τούτους μισεῖν. Ὑπομνιμνήσκομαι πάλιν ἄλλου λαλοῦντος, ἵνα μὴ φείσωμαι. Τίνι ἐγὼ ἐνταῦθα προσχῶ; τίνι δὲ τιμὴν φυλάξω, ὁπότε τοῦτο ὁρῶ πραττόμενον, ἵνα μοι ἀρθῇ ἡ ἁπάσης ἐλπίδος ὑπόθεσις; αὐτοῦ τοῦ Κυρίου ἐν τῷ εὐαγγελίῳ ῥήματά ἐστιν, οἷς φησι, μὴ πατέρα, μὴ μητέρα, μὴ τέκνα, μή τινα συγγένειαν ὀφείλειν αὐτοῦ προτιμᾶσθαι. Ἔστι γὰρ πολλάκις τοιαύτη εὐσέβεια, ἀφ' ἧς ἀσέβεια τίκτεται, ὅτε νικώσης τῆς κατὰ σάρκα διαθέσεως, ἐκείνης τῆς ἀγάπης, ἥτις ἐστὶν ὁ Θεὸς, ἡ σωματικὴ ἀγάπη προκρίνεται, δι' ἣν πολλάκις μὲν τιμῶμέν τινας. Ἀλλ' ὅτε κατ' ἐκείνου ἐστὶν, ὅς ἐστιν αὐτὴ ἡ ἀγάπη, ἀνάγκη λοιπὸν κᾀκείνας τὰς ἐννοίας ἐκβάλλεσθαι, ὧν ὁ ἀρχηγὸς εἰς δίκην καλεῖται.

Ἐξυπνίσθητι ὀψέ ποτε· οὐ γὰρ λεκτέον ταύτας ἐγρηγορήσεις, ἃς ἀπονέμεις οὐ τῇ φυλακῇ, ἀλλὰ τῇ ἁρπαγῇ. Ἠβουλόμεθά σε ἐν τούτῳ, ᾧ κηρύττεις, κοιμᾶσθαι, καὶ ἐγρηγορέναι, καθ' οὗ πολεμεῖς. Τί δὲ λέγω; φορητότερον ἦν ἡμῖν, εἰ ἐκοιμῶ εἰς ἑκάτερον. Οὐδένα ἀπώλλυες, οὐδένα ἐκέρδαινες, ἐν οὐδεμίᾳ ζημίᾳ ψυχῶν ἡ Ἐκκλησία ἐστύγναζεν, ἐν οὐδενὶ κέρδει ἔχαιρεν· ἤρκει αὐτῇ εἰ τῷ ἰδίῳ νυμφίῳ αὐτὴν, ὥσπερ παρειλήφεισ, καὶ παρεδίδως. Ἀλλὰ τί πολλοῖς ἐμβραδύνω; λέγοντος τοῦ ἀρχιτέκτονος Παύλου, μάτην διὰ σοῦ ἐπικτισθέν τι ζητῶ, ἐν ᾧ οὐχ ὁρῷ θεμέλιον. Ἀκούω βίαν ὑπομένειν τοὺς κληρικοὺς μεγίστην, τοὺς καθολικῶς φρονοῦντας, οἷς ἡμεῖς κοινωνοῦμεν, ὡς λέγεσθαι αὐτοὺς καὶ τῆς πόλεως ἀποκεκλεῖσθαι. Χαίρομεν ὅτι τὸ ἔπαθλον τῆς ὁμολογίας ἐκέρδαναν· ἀλλὰ λυπούμεθα, ὅτι ἐπίσκοπος ὁ διώκων. Ὁ μακάριος ἀπόστολος Παῦλος ἀπὸ διώκτου εἰς κήρυκα μετηλλάγη· νῦν δὲ μέγιστον ἀσέβημα, εἰς διώκτην ἀπὸ κήρυκος μετηλλάχθαι. Ἀρίθμει τοὺς πάλαι αἱρετικοὺς, οἵ τινες τοιαύτας ζητήσεις τῇ Ἐκκλησίᾳ ἐπήνεγκαν· τίς πώποτε ἀπὸ τοιαύτης ἔριδος νικήσας ἀνεχώρησεν; ἔχεις ὑπόδειγμα τῆς πόλεως τῆς σῆς. Παῦλος ὁ Σαμοσατεὺς ἐπιβἀς τῆς Αντιοχέων ἐκκλησίας, ὥς τινα ἐκήρυττε, συνῆρε τῶν ἰδίων σπερμάτων τὸ θέρος. Τοὺς λοιποὺς τῶν κακῶν εὑρετὰς κατασχόντας τῶν ἐκκλησιῶν, ἀεὶ ἡ αὐτὴ στεῤῥότης τῆς ἀποφάσεως κατεβάλλετο.

Ἀλλἀ καὶ τούτους τοὺς αἱρετικοὺς, περὶ ὧν ἡμᾶς, ὡς τὰ κατ' αὐτοὺς ἀγνοῶν, ἐρωτῆσαι ἠθέλησας, ἐκ τῶν ἰδίων θρόνων, ὡς ἄδικα λαλοῦντας, καταδίκη δικαία ἐξέωσεν, οὓς ἐκεῖ εὑρηκέναι ἀνάπαυσιν οὐ θαυμάζομεν· εὑρήκασι γὰρ ἀσεβὲς κήρυγμα, ὅτε ἐν συγκρίσει ἑαυτοὺς ἐνόμισαν ἀνευθύνους. Ἐνταῦθα ἐπειδὴ ἡ εὐκαιρὶα τοῦ λόγου ἀπῇτησεν, οὐ δυνάμεθα σιωπᾷν ὅπερ θαυμάζομεν. Ἀνέγνωμεν ὅπως καλῶς πιστευεις περὶ τῆς κατὰ γένεσιν ἁμαρτίας, καὶ ὅπως αὐτὴν τὴν φύσιν δεικνύεις εἶναι καταχρέω, καὶ τοῦτον δικαίως ἀποδοῦναι τὸ χρέος, ὃς ἀπὸ τοῦ γένους τοῦ χρεώστου κατάγεται. Τί μετὰ σοῦ ποιοῦσιν οἱ κατακριθέντες, ὅτι ταῦτα ἠρνήσαντο; οὐδέποτε ἀνυπόπτως τὰ ἐναντία ἑαυτοῖς συμφωνεῖ. Ἀλλὰ μὴν ἐξεβάλλοντο, εἰ καί σοι ὁμοίως ἀπήρεσκον. Ὅμως διὰ τὶ νῦν τὰ κατ' ἐκείνων πεπραγμένα ζητεῖτε, ὁπότε δῆλὸν ἐστιν ὅτι ἐκεῖθεν πρὸς ἡμᾶς παρὰ τοῦ τότε ἐπισκόπου τοῦ καθολικοῦ Ἀττικοῦ τὰ ὑπομνήματα ἀπεστάλη; διὰ τί μὴ ὁ τῆς ἁγίας μνήμης Σισίνιος ἐζήτησε; δηλαδὴ ὅτι ἐδοκίμασεν αὐτοὺς παρὰ τοῦ προηγησαμένου δικαίως κατακεκρίσθαι. Κλαιέτωσαν οἱ ἄθλιοι ἐκπεπτωκότες τῆς κατ' ἀνθρώπους ἐλπίδος, οἵ τινες εἰς μόνην τὴν κοινωνίαν διὰ μετανοίας βοηθεῖσθαι ἠδύναντο. Ἰδοὺ ἤρξω μαθεῖν περὶ αὐτῶν εἴ τι πρῶτον ἠγνόησας.

Ἀλλὰ τὸ σὸν τραύμα μᾶλλον, ἢ τὸ ἄλλων, καθολικῇ καὶ ἐπιταχυνομένῃ σκέψει θεράπευε, ὅτι ἡρμοσμένως λέγομεν· Ἰατρὲ, θεράπευε σεαυτὸν, ὡ βοηθεῖν ἄλλοις σκεπτόμενος· ἡ ποιότης τῆς νόσου τῆς σῆς οὔτε ἐπιδέχεται, οὔτε ἐπιτρέπει δθοῆναι ἀνακωχήν. Τοῦ ἱερέως τῆς Ἀλεξανδρέων ἐκκλησίας τὴν πίστιν καὶ ἐσχήκαμεν, καὶ ἔχομεν δεδοκιμασμένην. Καὶ σὺ δι' αὐτοῦ ὑπομνησθεὶς τὰ αὐτὰ ἡμῖν πάλιν φρόνησον, εἰ μεθ' ἡμῶν εἶναι θέλεις, ὦ ἀδελφέ. Εἰ δέδοται ἄρα σοι σύνεσις, πάντων καταγνοὺς, ὧν ἄχρι τοῦ παρόντος ἐφρόνησας, εὐθὺς ταῦτα, ὡς θέλομεν, κήρυττε, ἅπερ αὐτὸν κηρύττοντα καθορᾷς. Ἡμεῖς γὰρ παρὰ τὸ πρέπον καὶ τοὺς ἱερεῖς ἀνεχόμεθα διορθωθῆναι· ἀλλ' ὥσπερ φροντίζομεν αὐτῶν τῷ πρότερον μεθοδεύειν, οὕτως εἰ ἀποχρήσοιντο τῇ ὑγιεῖ ὑπομνήσει ἀνάγκη ἡμᾶς βεβαιῶσαι κατ' αὐτῶν τὴν τῆς καταδίκης ἀπόφασιν. Τοῦτο δὲ ἔσται, μετὰ τὸ καταγνῶσαί σε τοῦ φαύλου διδάγματος, μεστὸν μαρτύριον τῆς διορθώσεως, εἰ ἀννκληθῶσι πάντες εἰς τὴν ἐκκλησίαν, οὓς δῆλόν ἐστιν ἀπκεκλεῖσθαι διὰ τὸν Χριστὸν, ὅς ἐστι ταύτης κεφαλή. Ἀνακληθῶσι πάντες· οἷς εἰ μὴ γένηται ὃ λέγομεν, ἐκβλητέος ὃς ἐξέβαλεν· εἰ καὶ τὰ μάλιστα ἐν τῇ ἡμετέρᾳ κοινωνίᾳ εἰσὶν, εἰς οὓς ὤφθη τοιοῦτος.

Καὶ πρὸς τὸν κλῆρον δὲ τῆς ἐκκλησίας τῆς κατὰ Κωνσταντινούπολιν, καὶ πάντας τοὺς ἐπιγραφομένους τὸ τοῦ Χριστοῦ ὄνομα, οἷα ἀπῄτησεν ἡ ἀνάγκη, ἀπεστείλαμεν γράμματα· ἵνα εἰ ἐν τῇ τῆς διεστραμμένης διαλέξεως παραμονῇ διατελέσῃς, καὶ μὴ ταῦτα, ἅπερ ὁ ἀδελφὸς Κύριλλος μεθ' ἡμῶν κηρύττει, κηρύξῃς, μάθωσί σε ἀποκεχωρίσθαι τοῦ ἡμετέρου συνεδρίου, μεθ' ὧν σοι οὐ δύναται κοινωνία εἰναι· εἰσόμενοι καὶ τοῦτο, καὶ λοιπὸν ὄντες τῷ ὑποδείγματι ἀσφαλεῖς, ὅπως τῆς ψυχῆς ἑαυτῶν προνοεῖσθαι ὀφείλουσι καθηψημένῃ καὶ πεπεμμένῃ κρίσει.

Φανερῶς τοίνυν ἴσθι, ταύτην ἡμῶν εἶναι τὴν ἀπόφασιν, ὡς ἐὰν μὴ περὶ τοῦ Θεοῦ Χριστοῦ ἡμῶν ταῦτα κηρύξῃς, ἅπερ καὶ ἡ ᾽Ρωμαίων καὶ ἡ Ἀλεξανδρέων, καὶ πᾶσα ἡ καθολικὴ Ἑκκλησία κατέχει, ὡς καὶ ἡ ἁγία ἡ κατὰ τὴν μεγάλην Κωνσταντινούπολιν Ἐκκλησία ἕως σου κάλλιστα κατέσχε· καὶ ταύτην τὴν ἄπιστον καινότητα. ἥ τις ἐπιχειρεῖ χωρίζειν ἅπερ συνάπτει ἡ ἁγία γραφὴ, ἐντὸς δεκάτης ἡμέρας ἀριθμουμένης ἀπὸ τῆς ἡμέρας ταύτης τῆς ὑπομνήσεως, φανερᾷ καὶ ἐγγράφῳ ὁμολογίᾳ ἀθετησῃς, ἀπὸ πάσης κοινωνίας τῆς καθολικῆς ἐκκλησίας ἐκβέβλησαι. Ὅνπερ τύπον πρὸς σὲ τῆς ἡμετέρας κρίσεως, διὰ τοῦ μνημονευθέντος υἱοῦ ἡμῶν Ποσειδωνίου τοῦ διακόνου μετὰ πάντων τῶν χαρτίων πρὸς τὸν ἅγιον καὶ συνεπίσκοπόν μου τῆς μνημονευθείσης Ἀλεξανδρείας ἱερέα, τὸν πρὸς ἡμᾶς περὶ τούτου αὐτοῦ ἐντελέστερον ἀνενεγκόντα, ἀπεστείλαμεν, ἵνα τοποτηρῶν ἡμῖν τοῦτο πράξῃ, ὥστε τὸ παρ' ἡμῶν ὡρισμένον, σοί τε καὶ πᾶσι τοῖς ἀδελφοῖς φανερωθῆναι· ἐπειδὴ πάντες εἰδέναι ὀφείλουσι τὸ πραττόμενον, ὁσάκις ᾖ περὶ κοινοῦ πράγματος ἡ σκέψις.


Κελεστῖνος ἐπίσκοπος πρεσβυτέροις, διακόνοις, κλήρῳ, Θεωῦ δοῦλοις καὶ καθολικῷ λαῷ διάγουσιν ἐν Κωνσταντινουπόλει, ἀγαπητοῖς ἀδελφοῖς ἐν κυρίῳ χαίρειν.

Πρὸς τούτους μοι διαλεχθησομένῳ, οἵ τινες Ἐκκλησίαν Θεοῦ ποιοῦσι, παράσχοι ὁ ἀποστολικὸς λόγος προοίμιον, ἵνα οἱ εὐλαβεῖς μαθηταὶ πρῶτον ἀκούσωσιν ἐκείνου τοῦ διδασκάλου τὰ ῥήματα, ὃς τοῖς ἐθνεσιν ἐκήρυξεν· Ἐκτὸς ἐκείνων, φησὶν, ἅπερ ἐστὶν ἔξωθεν, ἡ ἐπιμονή μου χαθημερινὴ, ἡ φροντὶς πασῶν τῶν ἐκκλησιῶν. Καὶ πάλιν· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, οὐκ ἐγὼ καίομαι; οὕτω καὶ ἡμεῖς, εἰ καὶ πόῤῥω ὄντες, ὡς ἐγνώκαμεν ἐνταῦθα διαστροφῇ διδασκαλίας τὰ ἡμέτερα μέλη διασπαράττεσθαι, πατρικῆς φροντίδος ἡμᾶς ὑπὲρ ὑμῶν καιούσης, ἀλλοτρίῳ πυρὶ ἐνεπρήσθημεν· εἰ καὶ τὰ μάλιστα παρὰ ταῖς ἐκκλησίαις τοῦ Θεοῦ, αἵ τινες εἰς ἕνα θάλαμον Χριστοῦ πανταχοῦ ἀναφέρονται, τί ἂν εἴη πόῤῥω, τί δὲ νομισθείη ἀλλότριον; ὄντων οὖν ὑμῶν ἡμετέρων μελῶν, δικαίως ἠγωνιάσαμεν, μὴ τὴν ὑμετέραν πίστιν, τὴν πανταχοῦ κηρυττομένην, ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας ἡ ἐνδελέχεια τοῦ κακῶς διδάσκοντος ἀποστρέψῃ. Νεστόριος γὰρ ὁ ἐπισκοπος περὶ τοῦ παρθενικοῦ τόκου καὶ περὶ τῆς θεότητος τοῦ Χριστοῦ τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν, ὥσπερ τοῦ σεβάσματος αὐτοῦ, καὶ τῆς κοινῆς πάντων σωτηρίας ἐπιλελησμένος, ἀθέμιτα κηρύττει, φευκτέα συμβουλεύει, ὡς καὶ τὰ γράμματα αὐτοῦ μετ' ἰδίας ὑπογραφῆς ἀποσταλέντα ἡμῖν, ὡς καὶ ἡ ἀναφορὰ τοῦ ἁγίου ἀδελφοῦ καὶ συνεπισκόπου μου Κυρίλλου διὰ τοῦ υἱοῦ μοῦ Ποσειδωνίου τοῦ διακόνου πρὸς ἐμὲ ἀποσταλεῖσα ἐδίδαξεν. Ὧν πάντων ἀναγνωσθέντων, μεγίστην καὶ φευκτέαν διαστροφὴν ἀσεβοῦς κηρύγματος εὑρήκαμεν. Τὴν γὰρ ἀνθρωπίνην καὶ τὴν θείαν φύσιν ἐν τῷ Χριστῷ ἀνακρίνει, νῦν μόνον ἄνθρωπον, νῦν αὐτῷ κοινωνίαν Θεοῦ, ὁσάκις καταξιοῖ, προσάπτων. Ἀλλ' ἡμεῖς, ὡς Ἰερεμίας φησὶ, τῶν τοιούτων προφητῶν τοὺς ματαίους ἀκοῦσαι οὐ δυνάμεθα λόγους. Ἀκούσῃ τοῦ Ἰεζεκιὴλ, καὶ ἐπιγνῷ τί αὐτῷ ἀπειλεῖ· Ἐκτενῶ, φησὶ, τὴν μάχαιράν μου ἐπάνω τῶν προφητῶν τῶν ὁρώντων ψευδῆ, καὶ λαλούντων κενά· ἐν τῇ ἐπιστήμῃ τοῦ λαοῦ μου οὐκ ἔσονται, οὐδὲ ἐν τῇ γραφῇ τοῦ οἴκου Ἰσραὴλ γραφήσονται, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται, ὅτι τὸν λαόν μου ἠπάτησαν. Ποῦ ἐστιν ἡ χρεωστουμένη περὶ τὴν ἱερὰν ἀγέλην φροντὶς τοῦ ποιμένος; ποῦ ἡ πρόνοια τῶν δεσποτικῶν περιβόλων; ποίαν δὲ ἐλπίδα ἕξει ἡ ἀγέλη, ὅτε λύκον ἑαυτὸν ὁ ποιμὴν δείκνυσι, καὶ οὕτω τοῖς προβάτοις ἐπέρχεται, ὡς καθ' ἑκάστου λυσσᾷν; ἐκείνῳ γὰρ τῷ στόματι διασπαράττονται, ἀφ' οὗ τὰ ἀσεβῆ προφέρεται. Τροφαὶ παραβάλλονται οὐχ αἱ πιαίνουσαι, ἀλλ' αἱ λεπτύνουσαι. Μακαρία δὲ ὅμως ἡ ἀγέλη, ᾗ παρέσχεν ὁ κύριος κρίνειν περὶ τῆς ἰδίας νομῆς·

Ὅθεν, ὃ οὐκ ἀμφιβάλλομεν ὅτι ποιεῖτε, τὴν ἀσεβῆ διάλεξιν ἀπωθεῖσθαι ὀφείλει ἡ πίστις ὑμῶν· ἵνα παρ' ὑμῖν ἐν Χριστῷ ἐγρηγορόσι φανερὰ ᾖ διαφορὰ τροφῆς καὶ δηλητηρίου, καὶ ἐπιμείνητε τούτοις, ἅπερ τοῦ λόγου τῶν προτέρων ποιμένων διδάσκοντος μεμαθήκατε· εἰδότες ὅτι ἄχρι τοῦ παρόντος ἐσχήκατε ἱερέας ἔν τε τῇ διδασκαλίᾳ καὶ ἁγιότητι προύχοντας, οἵ τινες οὐδέποτε χωριζόμενοι τῶν πατρικῶν παραδόσεων, τὴν Ἐκκλησίαν τοῦ Κυρίου μετὰ μεγίστης ἐκυβέρνησαν ἡσυχίας. Ἵνα γὰρ ἀπὸ τῶν νεαρῶν ἀρξώμεθα, τί οὐκ ἐνέβαλε ταῖς ψυχαῖς ὑμῶν ἡ παίδευσις τοῦ τῆς ἁγίας μνήμης ἐπισκόπου Ἰωάννου, οὗ ὁ λόγος εἰς πάντα τὸν κόσμον ἐξεχύθη, οἰκοδομῶν τὴν καθολικὴν πίστιν; ὃς οὐδαμοῦ κατὰ διδασκαλίαν ἀπῆν· ὅπου γὰρ δήποτε ἀνεγνώσθη, ἐκήρυξε. Τὴν δέ ἐκείνου ἐπιμελῆ σύνεσιν στεῤῥότης διαβεβοημένη διεδέξατο. Ἐκυβέρνε καὶ ὁ τῆς ἁγίας μνήμης ἐπίσκοπος Ἀττικὸς τὸν χριστιανὸν λαὸν τῷ τοῦ προηγησαμένου ὑποδείγματι, καὶ ἐδίωξε τὰς ἱεροσύλους τῶν αἱρετικῶν μανίας. Ἐσχήκαμεν δὲ, τούτου ἀπογενομένου, κοινωνὸν τὸν τῆς ἁγίας μνήμης Σισίνιον, εἰδότα ὅση δόξα αὐτοῦ ἔμεινεν, εἰ φυλάξειεν, ὁλόκληρα καὶ ἀβλαβῆ τὰ ἄχρις διαμείναντα τῆς καθολικῆς πίστεως κόσμια. Ἐνοήσαμεν ὅπως ἐκείνῳ οὐκ ἔλειψε καὶ ἁπλότης περιστερᾶς, καὶ σύνεσις ἑρπετοῦ. Ἐκλαύσαμεν, ἀγαπητοὶ ἀδελφοὶ, ὥσπερ προορῶντες τὰ μέλλοντα, τὸ ταχέως ἡμᾶς τῆς ἐκείνου βοηθείας ἀπεστερῆσθαι.

Ἐν τούτῳ γὰρ ἀγνοῶ ποῖαν ἐλπίδα εὑρήσομεν, ὃς περὶ τοῦ Θεοῦ ἡμῶν ἄλλως διαλαμβάνει, ἢ αὐτὸς περὶ ἑαυτοῦ, ἢ οἱ ἀπόστολοι περὶ αὐτοῦ παραδεδώκασιν· ὃς οὐ μόνον τοὺς συντετριμμένους οὐ συνδεσμεῖ, ἀλλὰ καὶ συντρίβει τοὺς συνδεδεμένους· οὐ μόνον τοὺς καταβεβλημένους οὐκ ἐγείρει, ἀλλὰ καὶ τοὺς ἱσταμένους καταβάλλειν ἐπιχειρεῖ· οὐ μόνον τὰ διεσπαρμένα οὐ συνάγει, ἀλλὰ καὶ τὰ συνηγμένα διαμερίζει. Εἰ καὶ τὰ μάλιστα οὔτε συντριβῆναι δύναται διάνοια ἀφιερωμένη Θεῷ, οὔτε καταβληθῆναι ἱστάμενος οὐρανίᾳ δυνάμει, οὔτε τὸ ἱερὸν πλῆθος διαμερίζεσθαι. Φανερῶς οὖν τῇ ἀγάπῃ ὑμῶν, ὅπερ χωρὶς δακρύων οὐ δυνάμεθα εἰπεῖν, ἀπαγγέλλομεν. Ἐκίνησεν ὁ διαλεκτικὸς ὑμῶν μάχην πρὸς τὴν ἀλήθειαν, τῇ ἀρχαίᾳ πίστει χεῖρας ἐπήνεγκε, πολεμεῖ πρὸς τοὺς ἀποστόλους, τοὺς προφήτας ἐκβάλλει, αὐτοῦ τοῦ Κυρίου ἡμῶν περὶ ἑαυτοῦ λέγοντος τοῖς ῥήμασιν οὐκ ἀκολουθεῖ. Ποίας θρησκείας, ἢ ποίοις νόμοις ἑαυτὸν ἐπίσκοπον λέγει, ἀποχρησάμενος τῇ καινῇ καὶ τῇ παλαιᾷ διαθήκῃ. Καὶ γὰρ καὶ τὸ νοητὸν τοῦ σχήματος ἐκβάλλει, καὶ οὐ δέχεται τὴν μεταξὺ ἡμῶν ἀναστρεφεῖσαν ἀλήθειαν· καὶ άπλῶς, ἄλλως περὶ τοῦ μυστηρίου τοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν διαλαμβάνει, ἢ ἀνέχεται τὸ τῆς πίστεως τῆς ἡμετέρας ἁγίασμα, ᾧ μετὰ σεβάσματος ἠκολούθησε πᾶς καθολικῶς διαλεγόμενος. Οὐδεὶς γὰρ καλῶς τῇ θρησκείᾳ ἐκδεδομένος, ἄλλως περὶ τοῦ Χριστοῦ ἐφρόνησεν, ἢ αὐτὸς περί ἑαυτοῦ φρονεῖσθαι ἠθέλησεν. Ἐκίνησέ ποτε ἱερόσυλον ζήτησιν ὁ Σαμοσατεὺς Παῦλος, ὅτε τῆς ἁγίας κατὰ τὴν Ἀντιόχειαν ἐκκλησίας προΐστατο· ἀλλὰ τοῦτὸν ἀπὸ τοῦ θρόνου, ἐν ᾧ μιαρῶς προύκαθέζετο, καθῄρηκεν ἑνωθεῖσα τῶν καθολικῶν ἱερέων ἀπόφασις. Ἀεὶ γὰρ ὀφείλουσιν οἱ τοιοῦτοι καιρίως ἐκκόπτεσθαι, οἵ τινες τὴν ψυχὴν τοῦ χριστιανοῦ λαοῦ διαταράττοντες, καὶ πρὸς τὴν γνώμην τὴν ἰδίαν τὰ εὐαγγέλια διαστρέφοντες, τῷ Θεῷ καρποφορεῖν οὐ δύνανται· καὶ γεωργητέα ἐστὶν ἡ ἄμπελος, ἡ τὸ δίκαιον τοῦ κτήτορος ἐπιγινώσκουσα.

Δῆλον δέ ἐστιν, ὅτι αἱ τοιαῦται τῶν λόγων καινότητες ἀπὸ ματαίου ἔρωτος δόξης γένωνται. Ὥς τινες ἐθέλουσι παρ' ἑαυτοῖς δοκεῖν ὀξεῖς, ὀπτικοὶ καὶ φρόνιμοι, ζητοῦσι τί προσενέγκωσι ξένον, ὅθεν παρὰ ταῖς ἀπαιδεύτοις ψυχαῖς πρόσκαιρον δόξαν ὀξύτητος ἀπενέγκωνται. Ἀλλὰ τίς τούτων ποτὲ ἀληθῆ δόξαν ἐκέρδανεν, ἑαυτῷ δοκῶν φρόνιμος; ὁ γὰρ Θεὸς ἡμῶν τὰ ἀσθενῆ τοῦ κόσμου ἐπιλέγεται, καὶ ἐκ τῶν ἐναντίων συγχέει τὰ ἰσχυρὰ, καὶ τοὺς φρονίμους διὰ τῶν τοῦ κόσμου μωρῶν. Τίς ἐν τῇ τοῦ κόσμου σοφίᾳ καυχᾶται, εἰ μὴ ὁμολογῶν ἑαυτὸν ἐκ τοῦ κόσμου εἶναι; εἰ μὴ ὁ ἀρνούμενος ἑαυτὸν ἐκείνου εἶναι μαθητὴν, τοῦ εἰπόντος μὴ εἶναι ἑαυτὸν ἀπὸ τοῦ κόσμου; μία ἐστὶ δόξα, ἵνα ὥς φησιν ὁ Ἀπόστολος, ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Ἆρα οὐ τούτῳ τῷ ὑμετέρῳ ἐπισκόπῳ (ἀλλὰ ἄχρι νῦν ὑμετέρῳ, ἐὰν μὴ πιστεύσῃ ὅπερ πιστεύομεν), ὁρῶμεν ταύτην τὴν γνώμην πρέπουσαν· μωρὸς ἐγένετο, ὃς λέγει ἑαυτὸν σοφόν· ὡμολογημένη γάρ ἐστι μωρία τὸ ἐκεῖνον ἀγνοεῖν, ὃν ἴσμεν Θεοῦ σοφίαν εἶναι καὶ δύναμιν. Ὁμολογεῖ γὰρ ἑαυτὸν ταῦτα ἀγνοεῖν, ἅπερ ἀνακρίνει. Καὶ μὴ θαυμάσῃ ἡ ἀγάπη ὑμῶν ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας ἀποπλανᾶσθαι τοῦτον, ὁρῶσα ὅτι τὸν Χριστὸν, ὅστις ὁδὸς ἡμῶν τυγχάνει, ἀπώλεσε. Κατειλήφαμεν αὐτὸν ἐνίοτε σκαίᾳ διαλέξει προδιδόμενον, ἐνιότε κρυπτόμενόν τισι λανθανούσαις διόδοις, καὶ σκέποντα τὰ ἴδια δηλητήρια· καὶ δέον ἡμᾶς ἀκολουθοῦντας τῇ γνώμῃ τοῦ σοφωτάτου Σολομῶντος, μηδεμίαν διδόναι ἀπόκρισιν πρὸς τὴν ἄνοιαν αὐτοῦ, μὴ ὅμοιοι αὐτῷ γενώμεθα· ὅπως συμβουλεύομεν, ἵνα μεθ' ἡμῶν τοῖς ἀποστόλοις καὶ τοῖς προφήταις ἀκολουθήσῃ, μὴ ὡς πᾶσι μόνος ἀνθίσταται, μόνος παρὰ πάντων ἐκβληθῇ. Ὑμεῖς δὲ ἐπιμελέστερον ἐγρηγορέναι ὀφείλετε, ἵνα ἀντιστῆτε τοῖς τοῦ ἐχθροῦ κηρύγμασι. Μείζων γὰρ ὑμῖν ἐστι φροντὶς, ὅταν ἐντὸς τῆς Ἐκκλησίας λέγηται ὑμῖν τagvgr; τῇ Ἐκκλησίᾳ ἐναιτιούμενα. Ἐχέτωσαν ἐκεῖνοι ἀνακωχὴν τῶν καμάτων, οὓς προκαλεῖται ὁ ἀντίδικος ἔξω διάγων, καὶ οἵ τινες περὶ τοὺς προμαχῶνας διεσπαρμένοι, ἀσφαλίζονται ἑαυτοὺς τῇ τῶν τειχῶν βοηθείᾳ. Οἱ δὲ ἔχοντες ἔνδον τὸν πόλεμον, ἀργίαν οὐκ ἴσασιν. Ὅμως ἐν τούτῳ τῷ ἐμφυλίῳ πολέμῳ, ἐν ταύτῃ τῇ οἰκείᾳ μάχῃ εἴη ὑμῖν τεῖχος ἡ πίστις, καὶ κατὰ τῆς ἀπιστίας αὐτὴ ἑαυτὴν ἐκδικήσει πνευματικοῖς ἀκοντίοις. Φυλάξωμεν ταύτην, ὅτι φυλαττομένη φυλάττει ἡμᾶς. Διὰ ταύτης ἡ ἀσφάλεια ἡμῶν ἐστιν ὁ Θεὸς, καὶ ἡ καταφυγή. Ἁρπάζει ἐκ χειρὸς ἁμαρτωλοῦ. Τούτῳ ἡμᾶς ἐν κλύδωνι κειμένους πρέπει λέγειν· Κύριε, ἐλευθέρωσον ἡμᾶς, ἀπολλύμεθα.

Πρὸς ὑμᾶς νῦν, ὦ κληρικοί καὶ πάντες ὅσοι καθιερωμένοι ἐστὲ τῷ Θεῷ, μεταστρεπτέος ὁ παρ' ἡμῶν λόγος. Ἐρεῖ τις τυχὸν, τὴν τάξιν μὴ πεφυλάχθαι. Ἠθελήσαμεν καὶ ἡμεῖς πρότερον, ὅπερ ἀπῄτει ἡ ἀκολουθία, διαλεχθῆναι ὑμῖν· ἀλλ' ἐκράτησεν ἡ περὶ ἐκείνους φροντὶς μείζων, οὓς ἐθέλομεν εἰς τὸ κοινὸν σῶσαι. Οὔτε γὰρ περὶ ὑμῶν ἀμφιβάλλειν ὀφείλομεν, ὦν δηλαδὴ ἡγεμονευόντων, ἐκείνους ἐν τῇ πίστει ἱστάναι πιστεύομεν. Ἡ ἀναφορὰ τοῦ ἁγίου καὶ Θεῷ ἐρασμίου τοῦ ἀδελφοῦ καὶ συνεπισκόπου μου Κυρίλλου, ἣν ἀπέστειλέ μοι διὰ τοῦ υἱοῦ ἡμῶν Ποσειδωνίου τοῦ διακόνου ἑαυτοῦ, ταῦτα ἀνεδίδαξε πράττεσθαι καθ' ὑμῶν, ἅπερ δύναται κατὰ τῶν μελῶν τῆς Ἐκκλησίας ποιεῖν, ὁ τῆς κεφαλῆς αὐτῆς μὴ φεισάμενος. Ἀλλὰ ταῦτα ὑμᾶς μὴ βασανιζέτω. Μείζων γὰρ δόξα ἐστιν ἐν μείζονι καμάτῳ· ὅτι ἡ ποιότης τοῦ ἀγῶνος ποιεῖ τὴν τοῦ ἄλθου ποιότητα. Ἀναγινώσκετε γὰρ μεθ' ἡμῶν, ὅτι ὁ νομίμως ἀγωνιζόμενος στεφανοῦται. Ὅθεν ἡ προτροπὴ ἡμῶν χρεωστεῖται ὑμῖν, ἣ καὶ τοῖς μικροψύχοις καὶ τοῖς ἀνδρείως ἀνθισταμένοις ἀναγκαία ἐστίν· ἵνα καὶ τοὺς πειρασμοὺς δυνηθῶσι φέρειν οἱ μὴ δυνάμενοι, καὶ ἰσχυρότερον στῶσιν οἱ ἀνθιστάμενοι. Οὐδέποτε τὰ ὅπλα τοῦ βασιλέως ἡμῶν ἡττᾶται. Ἔλεγχός ἐστι πᾶς πειρασμὸς τῷ χριστιανῷ· τοῦτον γὰρ, ὡς ἀνέγνωμεν, ὑπομονὴ ἐργάζεται. Ἐκ ταύτης ἐλπὶς γεννᾶται, ἥτις οὐδένα, τῆς γραφῆς ἐπαγγελλομένης, ἠπάτησεν. Ὅθεν, ἀγαπητοὶ ἀδελφοὶ, ἐπειδὴ ἡ παραμυθία ὑμῶν ἀπὸ Θεοῦ ἐστιν, ᾧ τὰ σώματα ὑμῶν, τουτέστιν ὑμᾶς αὐτοὺς, ζώσας, ὥς φησιν ὁ Ἀπόστολος, θυσίας προσφέρετε, μὴ ἀποκάμητε ἀνθιστάμενοι. Παρέξει ἐκεῖνος δύναμιν, ὃς διὰ τοῦ ἀποστόλου ἡμᾶς διδάσκων, θέλει τὰ ἡμέτερα μέλη ὅπλα εἶναι τῆς ἑαυτοῦ δικαιοσύνης. Ἔχετε ὑποδείγματα τῶν ἁγίων, οἵ τινές ποτε ἔσπειραν ἐν δάκρυσιν, ὕστερον δὲ ἐν χαρᾷ θεριοῦσιν. Οὐ φιλεῖ ὁ ἡμέτερος δεσπότης δοῦλον, εἰ μὴ τὸν ἐν πείρᾳ δεδοκιτμένον. Τὰς χριστιανὰς ψυχὰς ἀεὶ ἡ τῶν πραγμάτων παλαίστρα γυμνάζει. Τρέχετε ἵνα ἀλλήλους ἐν ταῖς ὁδοῖς τοῦ Κυρίου παρέλθητε. Οὐ θέλω ὑμάς ὑπὸ τῶν ἀντιδίκων καταλαμβάνεσθαι. Φησὶ δὲ καὶ ὁ ἀπόστολος, χρῆναι γενέσθαι ἅπερ ὁρῶμεν. Ἰσχὺν καὶ πίστιν οὐ δοκιμάζει, εἰ μὴ ὁ τόπος τῆς συμβολῆς. Ἡσυχίαν στεφανοῦσθαι δυσχερές· τὰ ἔπαθλα εἰ μὴ τοῖς καμάτοις οὐ δίδονται. Τὴν περικεφαλαίαν τῆς ὑγιείας αἱ κεφαλαὶ ὑμῶν μὴ ἀποθῶνται· μὴ ἐκδύσηται τὸν θώρακα τῆς πίστεως ὁ ἐπαγγελλόμενος στρατιώτης τοῦ Χριστοῦ ἀξιόχρεως.

Οἱ ἡμέτεροι καθ' ἡμῶν πόλεμον κεκινήκασιν, εἰ ἄρα ἡμέτεροι λεκτέοι οὗτοι, οὒς ἠσθόμεθα, ῥαγέντος τοῦ τῆς φιλίας νόμου, πρὸς τὸν ἐχθρὸν ηὐτομοληκέναι. Ὑμέτερόν ἐστιν ἱσταμένους ἔχειν τοὺς πόδας ἐν τοῖς πυλῶσιν Ἱερουσαλήμ. Θέλομεν ὑμῶν τὰς βάσεις εἶναι τελείας, μή ποτε πρὸς ἶσον ὑπόδειγμα τὰ ἴχνη τινὸς παρασαλευθῇ. Καὶ ἀκολουθήσωσι τῷ διαβόλῳ μετὰ τοῦ κακοῦ, οἱ ἐπιγινώσκοντες ἑαυτοὺς ἐξ ἐκείνου ὄντας. Ὑμεῖς, οἵ τινες υἱοὶ Θεοῦ τοῖς ἔργοις φαίνεσθε, ἐπειδὴ ἐκ τῶν καρπῶν θέλει ἕκαστον διαγινώσκεσθαι, ἀμοιβαδὸν τὰς διανοίας τῶν μικροψύχων παραμυθήσασθε, καὶ ἕκαστον τῶν ἀσθενῶν ὑποδέξασθε, βεβαιοῦντες αὐτούς. Μὴ δὴ ἀπατήσῃ ὑμᾶς ἀσέβεια, ἀλλὰ περὶ τοῦ καλοῦ καὶ τοῦ κακοῦ κατὰ τὴν ἑκάστου ποιότητα τὴν κρίσιν κατέχετε, φεύγοντες τὰ διεστραμμένα, καὶ τὰ ὀρθὰ ἐπαινοῦντες. Ἀποβλητέος γάρ ἐστι τῷ Θεῷ, λέγοντος τοῦ Σολομῶντος, ὅστις ἢ τὸν δίκαιον ἀντὶ ἀδίκου, ἢ ἀντὶ δικαίου δέχεται ἄδικον. Οὐδὲν δέ ἐστιν ἡ πρόσχαιρος θλίψις, ἂν πρὸ ὀφθαλμῶν ᾖ τὸ αἰώνιον ἔπαθλον, οὗ οὐδὲν προκριτέον. Βοᾷ ὁ ἡμέτερος ψαλμῳδὸς, ὅτι ἐὰν κατ' αὐτοῦ συστῇ πόλεμος, ἐλπίδι ἐκείνου τοῦ φωτισμοῦ ὅλως οὐ φοβηθήσεται. Εἰ ἀγῶνα πρὸς τὰ ἔθνη εἴχετε, δηλαδὴ μεγίστης ἂν ἦν νίκης, νικᾷν τοὺς ἀεὶ ὑμῖν γενομένους ἐχθρούς. Πηλίκη δὲ ἐκείνη ἡ νίκη λεκτέα, ὅπου ὁ ἱερεὺς, ἀλλαγέντος τοῦ κηρύγματος, διώκτης τῶν καθολικῶν ἐγένετο, ἰδικῶς ἐν ἅπασι κατὰ Παύλου φρονῶν, ὃς τοῦ εὐαγγελίου τοῦ Κυρίου, οὗ διώκτης ἦν πρότερον, ὕστερον ἐγένετο κῆρυξ; κατελείφθη ὁ ασεβὴς διαλεκτικὸς παρὰ τοῦ θείου πνεύματος, ὁπότε καὶ αὐτοῦ τοῦ θείου πνεύματος ἐφρόνησεν ἐναντία. Δικαίως, ἐὰν ἐπιμείνῃ, ἀκούσεται παρ' ἡμῶν τὰ ῥήματα τοῦ Σαμουὴλ, ἅπερ τότε τῷ Σαοὺλ παρ' αὐτοῦ τοῦ ἱερέως· Ἐξουθενήσει σε Κύριος, ἵνα μὴ βασιλεύσῃς ἐπὶ Ἰσραὴλ. Εἰ ἐκεῖνος ἄξιος γέγονεν, ὅτι μόνον ἐν πράγμασιν ἅπερ ἔπραττε, κατεφρόνησε τῶν ἐντολῶν τοῦ Θεοῦ, ποία τούτῳ χρεωστηθήσεται τιμωρία, ὃς ἑαυτὸν κατὰ τοῦ Κυρίου τῆς Θεότητος ὕψωσε; νῦν ὑμέτερόν ἐστι θεραπεῦσαι τὸ παρ' ἐκείνου τραῦμα, καὶ ἰάσασθαι τοὺς παρ' αὐτοῦ ῥήματι τετρωμένους. Ἀσφαλέσιν ἴχνεσιν ἴστασθε κατὰ τοῦ ἤδη πεσόντος, ὡς ὁ παρ' αὐτοῦ λόγος δείκνυσι. Καὶ εἴ τι ὑμῖν ἐπήνεγκεν, ἀνεξικάκως φέρετε. Ἐμηχανήσατο ὕβρεις, ἐμηχανήσατο ἀφορισμούς; ἐκεῖνος αὐτὸς ἐν τοῖς ἰδίοις πέπονθεν, ὃν ὑποδέδεχθαι ὑπὲρ ἡμῶν ἅνθρωπον ἀρνεῖται. Ὅθεν μηδείς κλαύσῃ τὰ κατά τινος ὑμῶν ἐπινοηθέντα.

Τῆς ἀνεξικακίας καὶ τῆς ὑπομονῆς τύπος εἴη Στέφανος ὁ πρῶτος τοῦ Χριστοῦ μάρτυς. Ὁ ὄχλος τῶν ἀπίστων κατ' αὐτοῦ ἔβρυχε· καὶ ὅμως ὁ συνοδοιπόρος τοῦ Χριστοῦ οὐκ ἐσιώπησεν ὅπερ ἑώρα. Ἐβόα μεταξὺ μαινομένων, μεταξύ τῶν τῆς θρησκείας ἐχθρῶν, λέγων ἑαυτὸν ὁρᾷν ἀνεῳγμένους τοὺς οὐρανοὺς, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, δι' ὂν ταῦτα ἔπασχεν, ἱστάμενον πρὸς τῇ δεξιᾷ τοῦ Θεοῦ. Μακρόν ἐστι χωρεῖν δι' ἑκάστου τῶν πριαμένων ἑαυτοῖς ζωὴν ἢ θανάτῳ ἢ ὁμολογίᾳ. Ἔχετε ὑμεῖς ὅσοι τῆς Ἐκκλησίας ἐκβέβλησθε, σχεδὸν τῶν ἡμετέρων καιρῶν ὑπόδειγμα τοῦ τῆς μακαρίας μνήμης Ἀθανασίου τοῦ σοφωτάτου ἱερέως τῆς Ἀλεξανδρέων Ἐκκλησίας. Τίνι οὐκ ἂν εἴη παραμυθία ἡ ἐκείνου ὑπομονή; τίνι οὐκ ἂν εἴη ὑπόδειγμα ἡ ἐκείνου στεῤῥότης; τίνι οὐκ ἂν ποιήσειεν ἐλπίδα ἡ ἐκείνου πολυπόθητος ἐπάνοδος; Ἐκβάλλεται Ἀρείου διώκοντος, ἀλλ' ἀνακλητέος τοῦ Κυρίου προπέμποντος. Ἔπαθε φυλακὴν, ἔπαθε θρίψεις· καὶ οὐ θαυμαστὸν, εἰ ὁ ἀποστολικὸς ἀνὴρ ταῦτα πέπονθε, δι' ὧν ἑαυτὸν γεγυμνάσθαι καυχᾶται ὁ ἀπόστολος. Καὶ ἐν τούτοις πᾶσιν ἐκείνῳ ἠκολούθησε τῷ μαρτυρομένῳ, ὅτι ἑαυτῷ ἐν ταῖς θλίψεσιν ἀρέσκει. Ἐδιώχθη ἐκεῖθεν, καὶ ἐν τοῖς ἡμετέροις μέρεσιν ἀνεκτίσατο. Ἀμέλει ἐνταῦθα αὐτοῦ ἡ κατάστασις ἀνεκαινίσθη, καὶ ἐν τούτῳ τῷ θρόνῳ εὗρε κοινωνίας ἀνάπαυσιν, ἀφ' οὗ ἀεὶ τοῖς καθολικοῖς γεννᾶται βοήθεια. Καὶ ὅμως ἐν ταῖς θρίψεσιν οὐκ ᾔσθετο πόνου ὁ γενόμενος ἐν τῷ διωγμῷ ὁμολογητής. Ὅθεν οὐδεὶς τῶν χριστιανῶν κλαῦσαι ὀφείλει τὴν ἐπενεχθεῖσαν αὐτῷ πρόσκαιρον ἐξορίαν, ὅτι ἐκείνων οὐδεὶς ἐξωρισμένος ἐστὶ Θεῷ. Μᾶλλον φοβηθῶμεν, μὴ ἀπὸ τῆς χώρας τῶν ζώντων, τουτέστιν ἀπ' ἐκείνης, ἣν ἡμετέραν θέλομεν εἶναι πατρίδα, ἐξορισθῶμεν. Ἐκεῖνό ἐστιν ἡμέτερον, ἐκεῖνο διηνεκὲς, ἐκεῖνο αἰώνιον. Οὐκ ἔστι γὰρ ἐκεῖνο ἡμέτερον, δι' οὗ μόνη πάροδος· ἀλλὰ ταῦτα ἀληθῶς ἡμέτερα, ἥπερ ἀσφαλεστάτη ἐλπὶς ἐπαγγέλλεται. Ἔστι δὲ λέγοντος ἀκοῦσαι τοῦ ἀποστόλου· Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ ἀκοὴ ἤκουσεν, οὐδέ εἰς καρδίαν ἀνθρώπου ἀνῆλθεν ταῦτα, ἂ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ἵνα δὲ μηδὲ πρὸς καιρὸν δοκῇ τούτου ἰσχύειν ἡ ἀπόφασις, τοῦ ἤδη καθ' ἑαυτοῦ τὴν θείαν ἀπόφασιν προσκαλεσαμένου, φανερῶς ἡ αὐθεντία τοῦ ἡμετέρου θρόνου ὡρίσατο, μηδένα ἢ ἐπίσκοπον, ἢ κληρικὸν, ἢ κατά τι ἐπάγγελμα χριστιανὸν, τῶν παρὰ Νεστορίου, ἢ τῶν τούτου ὁμοίων, ἀφ' οὗ τοιαῦτα κηρύττειν ἤρξαντο, ἢ τοῦ ἰδίου τόπου, ἢ τῆς κοινωνίας ἀποκινηθέντων, δοκεῖν ἢ ἀποκεκινῆσθαι, ἢ ἀποκοινώνητον γεγενῆσθαι. Ἀλλ' οὗτοι πάντες ἐν τῇ ἡμετέρᾳ κοινωνίᾳ καὶ ἐγένοντο, καὶ ἄχρι τοῦ παρόντος εἰσίν· ὅτι οὐδένα ἢ καθελεῖν, ἢ ἀποκινῆσαι ἠδύνατο, ὃς ἐν τῷ κηρύττειν ταιαῦτα, ἀσφαλῶς οὐχ εἱστήκει.

Πάντας τοίνυν ὁ παρὼν λόγος εἰς τὸ κοινὸν περιπλέκεται, ἵνα μᾶλλον ἰσχυροποιηθέντες καὶ θαρσαλέοι γενόμενοι ἐν κυρίῳ, μὴ μετακινηθῆτε, ἀλλὰ μᾶλλον θεραπεύσητε τὰς ἀλλήλων ἀσθενείας. Ἤδη γὰρ ὑμῖν ἐκεῖ τοὺς ἀσθενεῖς παρατιθέμεθα, ὅπου ὁρῶμεν αὐτὸν νοσοῦντα τὸν ἱατρόν· ᾧ θέλομεν ὅμως, εἰ ἔτι δυνάμεθα, βοηθεῖν. Ὡς γὰρ πρὸς τὸν ἅγιον ἀλελφὸν καὶ συνεπίσκοπον ἡμῶν Κύριλλον ἁρμοδίους ἀποκρίσεις ἐπέμπομεν, καὶ ὑμῖν ἐπεστείλαμεν διὰ τοῦ ποθεινοτάτου Ποσειδωνίου τοῦ διακόνου αὐτοῦ, τὰ πεμπτέα παρὰ τοῦ αὐτοῦ ἀδελφοῦ μου καὶ πρὸς ἐκεῖνον περὶ οὗ λόγος. Καὶ ἐπειδὴ ἐν τηλικούτῳ πράγματι ἡ ἡμετέρα σχεδὸν παρουσία ἀναγκαία ἐφαίνετο, τὴν ἡμετέραν διαδοχὴν, διὰ τὰ κατὰ θάλατταν καὶ γῆν διαστήματα, αὐτῷ τῷ ἁγίῳ ἀδελφῷ μου Κυρίλλῳ ἀπενείμαμεν, μὴ αὐτὴ ἡ νόσος ἀφορμῇ τῆς μακρότητος ἐπιτριβῇ. Μόνον ὑμεῖς τοὺς ἀποστολικοὺς πρὸ ὀφθαλμῶν ἔχετε λόγους, ἐν τῇ αὐτῇ διανοίᾳ καὶ ἐν τῇ γνώμῃ γίνεσθε τέλειοι· ἵνα, ὡς ἀνέγνωμεν, παραμένοντες ἄχρι τέλους δυνηθῆτε σωθῆναι. Ἵνα δὲ γνῶτε ἐφ' οἵῳ ὅρῳ τὰ γεγραμμένα ἀπεστείλαμεν τῷ πρὸς ὃν ὑμῖν ὁ λόγος, αὐτὴν τὴν ἀπόφασιν τὴν κατ' αὐτοῦ Νεστορίου ἐποιήσαμεν ταύτῃ τῇ ἐπιστολῇ ὑποταγῆναι, ἵνα γνῶτε τὸν περὶ αὐτοῦ δοθέντα τύπον. Ὁ Θεὸς ὑμᾶς ὑγιεῖς φυλάξαι, ἀδελφοὶ ποθεινότατοι.

Ἔστι δὲ ὅρος μεθ' ἕτερα οὗτος

Σαφῶς τοιγαροῦν μαθήσῃ ταύτην ἡμετέραν εἶναι τὴν ἀπόφασιν, ὡς εἰ μὴ περὶ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ταῦτα ἐξηγήσῃ, ἂ καὶ ἡ Ῥωμαϊκὴ καὶ ἡ Ἀλεξανδρικὴ, καὶ ἅπασα καθολικὴ Ἐκκλησία νοεῖ, καθῶς καὶ ἡ εὐαγεστάτη τῶν Κωνσταντινουπολιτῶν ἐκκλησία μέχρι σοῦ, ὦ Βέλτιστε, ἐνόησε, κατὰ τὴν ἐκτεθεῖσαν πίστιν ἐν τῇ Νικαίων συνόδῳ, καὶ εἰ μὴ ταύτην τὴν δύσπιστον καινότητα σεβαστῇ καὶ σεβασμίᾳ γραφῇ διαστήσῃς, ἐντὸς δέκα ἡμερῶν ἀπ' ἧς γνωρίζονταί σοι ταῦτα τὰ γράμματα ταύτης τῆς μεθοδείας τὴν ἡμέραν ἐναρίθμων, τὰ φανερὰ καὶ γεγραμμένα τῆς καταδικασίμου αἱρέσεως, ἀπὸ πάσης καθολικῆς Ἐκκλησίας ἀκοινώνητον εἶναι σεαυτὸν, καὶ ἀνενέργητον πρὸς πᾶν ὁτιοῦν τῶν ἐξ αὐθεντίας ἱερατικῆς.


Κελεστῖνος τῇ ἁγίᾳ συνόδῳ, τῇ ἐν Ἐφέσῳ συναχθείσῃ ἀγαπητοῖς καὶ ποθεινοτάτοις, ἐν κυρίῳ χαίρειν.

Τοῦ ἁγίου πνεύματος ἐμφανίζει τὴν παρουσίαν τῶν ἱερέων ἡ σύνοδος. Ἀληθὲς γάρ ἐστι τὸ γεγραμμένον, ἐπειδὴ καὶ οὐ δύναται ἡ ἀλήθεια ψεύσασθαι, ὅτι δὴ ἐν εὐαγγελίω τοιαύτη ἔγκειται φωνή· Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι ἐπὶ τῷ ἐμῷ ὀνόματι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Τούτου οὕτως ἔχοντος, εἰ οὐδὲ τοῦ οὕτω βραχέος ἀριθμοῦ τὸ πνεῦμα τὸ ἅγιον ἀπολείπεται, πόσῳ μᾶλλον αὐτὸ νῦν μεσιτεύειν πιστεύομεν, ὅπου εἰς ἣν συνήχθη τοσοῦτο πλῆθος ἁγίων; καὶ γὰρ ἅγιόν ἐστι κατὰ τὸ οἰκεῖον σέβας συνέδριον, ἐν ᾧ καθάπερ ἐκείνης τῆς μεγίστης τῶν ἀποστόλων συνόδου, ὡς ἀνέγνωμεν, ἐστὶν ὁρᾷν τὴν εὐλάβειαν. Οὐδεπώποτε τούτων ἀπολείπει ὁ παρ' αὐτῶν κηρυχθεὶς διδάσκαλος· παρῆν αὐτοῖς ἀεὶ ὁ κύριος καὶ διδάσκαλος, ἀλλ' οὐδὲ διδασκόμενοι παρὰ τοῦ οἰκείου διδασκάλου πώποτε κατελείφθησαν. Ὁ πέμψας ἐδίδασκεν· ὁ εἰπὼν τί διδάξουσιν ἐδίδασκεν, ὁ τοῖς οἰκείοις ἀποστόλοις ἑαυτὸν ἐμφανίζων. Ἀκουέσθω ταῦτα παρὰ πάντων εἰς τὸ κοινὸν, κύριοι, ἀδελφοὶ ἃ τῆς παρατεθείσης διδασκαλίας ἡ φροντὶς παρέπεμψε. Δικαίως κληρονομίαν εἰς ἡμᾶς ἐν ταύτῃ τῇ φροντίδι σφιγγόμεθα, οἱ πανταχοῦ καὶ ἀνὰ πᾶσαν τὴν οἰκουμένην τῇ ἐκείνων διαδοχῇ τὸ ὄνομα κυρίου κηρύττοντες, ὡς ἐκείνοις προστέτακται· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.

Προσέχειν ὑμετέρα ἀδελφότης ὀφείλει, ὅτι παρεδέξατο γενικὴν ἐντολήν. Καὶ ἡμᾶς αὐτοὺς πάντας τοῦτο πράττειν ἠθέλησεν, ὅστις πᾶσιν ἐκείνοις περὶ τῆς ἐνετείλατο πίστεως καὶ λειτουργίας· ἀναγκαῖόν ἐστιν, ὅπως προσηκόντως τοῖς ἑαυτῶν πατράσιν ἀκολουθήσωμεν, ὑπεισελθόντες πάντες αὐτῶν τὸν κάματον, καὶ οἱ τὴν τούτων διαδεξάμενοι τιμὴν, χορηγήσωμεν τὲν ἐπιμέλειαν τοῖς τούτων διδάγμασι· μεθ' ἃ, ὑπομιμνήσκοντες τοῦ ἀποστόλου, οὐδεμίαν διδασκαλίαν προσθεῖναι κελευόμεθα. Οὐκ ἔστιν ἐλάσσων τιμὴ τῆς ὑπηρεσίας τῷ διδάσκοντι ἡ τῶν παραδιδομένων φυλακή. Ἐκεῖνοι ἔσπειραν τῆς πίστεως τὰ σπέρματα· ταῦτα ἡ ἡμετέρα φροντὶς ἀσφαλιζέσθω, ὅπως ἀδιάφθορον καὶ πολύπλασιασθέντα καρπὸν ἡ παρουσία τοῦ ἡμετέρου δεσπότου εὕροι, ᾧ μόνῳ ἡ ὡραιότης τῶν ἀποστόλων ἐμφανίζεται. Καὶ γὰρ λαλῶν τοῖς ἑαυτοῦ ἐκλεκτοῖς Παῦλος, ἑαυτὸν φυτεύειν καὶ ποτίζειν οὐκ ἐπαρκεῖν ἔφη, εἰ μὴ Θεὸς τὸ αὐξάνεσθαι καὶ πληθύνεσθαι ἐχαρίσατο. Τοιγαροῦν περισπούδαστὸν ἐστι, καὶ πρακτέον ὅπως καμάτῳ κοινῷ τὰ ἐμπιστευθέντα, καὶ διὰ τῆς ἀποστολικῆς διαδοχῆς ἕως τοῦ νῦν συσχεθέντα φυλάξωμεν. Ἐκεῖνο γὰρ παρ' ἡμῶν αἰτεῖται, ἵνα κατὰ τὸν ἀπόστολον περιπατήσωμεν. Οὔτε γὰρ νῦν πρόσωπόν τι, ἀλλ' ἡ ἡμετέρα πίστις καλεῖται πρὸς δίκην.

Ὅπλα πνευματικὰ θωρήξασθαι δεῖ, ἐπειδὴ πόλεμοι κινοῦνται ψυχῶν, καὶ βέλη ῥημάτων, ὅπως ἐν τῇ πίστει τοῦ βασιλέως ἡμῶν παραμείνωμεν. Πάντας νῦν τοὺς ἐκεῖσε ὁ μακάριος Παῦλος ὑπομιμνήσκει, ἔνθα Θιμόθεον μένειν ἐνετείλατο. Ὁ αὐτὸς τοιγαροῦν τόπος, ἡ αὐτὴ ὑπόθεσις τὴν αὐτὴν διακονίαν καὶ νῦν ἀπαιτεῖ. Ἡμεῖς τε νῦν πράξωμεν καὶ σπουδάσωμεν εἰς τοῦτο, ὃ ἐκείνῳ πράττειν προστέτακται· ἵνα μὴ ἄλλο τις φρονῇ, καὶ ζητήσεις ἐν τῆς παρούσης μάλιστα μακρολογίας μηδεὶς ἐκτεινέτω, ὡς αὐτός προσέταξε. Μένωμεν ὁμόψυχοι, ἓν καὶ τὸ αὐτὸ φρονοῦντες, ἐπειδὴ τοῦτο συμφέρει· μηδὲν διὰ φιλονεικίαν, μηδὲν πράττειν διὰ ματαίαν κενοδοξίαν εὐχόμενοι. Μία ψυχὴ καὶ καρδία μία ἔστω τοῖς πᾶσιν, ὅτε ἡ πίστις, ἥ τις μία ἐστὶ, παραταράττεται, πονείτω, μᾶλλον δὲ θρηνείτω τοῦτο μεθ' ἡμῶν κοινῇ πᾶν τὸ συνέδριον. Εἰς κριτήριον καλεῖται ὁ κρίνων πᾶσαν τὴν οἰκουμένην, εὺθύνεται ὁ σείων πᾶσαν τὴν γῆν, καὶ ὁ λυτρωτὴς συκοφαντίαν ὑπομένει. Θωρηξάσθω τὴν πανοπλίαν τοῦ Θεοῦ ἡ ὑμετέρα ἀδελφότης. Οἴδατε τὴν περικεφαλαίαν, ἥτις τὴν ἡμετέραν ἀσφαλίζεται κεφαλὴν, ποῖος θώραξ τὸ ἡμέτερον στῆθος τειχίζει· οὐ νῦν πρῶτον ὑμᾶς οἱ ἐκκλησιαστικοὶ περίβολοι διδασκάλους ἐδέξαντο. Οὐδεὶς ἀμφιβάλοι, τοῦ Θεοῦ συνεργοῦντος, ὃς ποιεῖ τὰ ἀμφότερα ἓν, ὅτιπερ ἀποτεθέντων ὅπλων εἰρήνη διαδέχεται, ἐπειδὴ αὐτὴ ὑπόθεσις ἑαυτὴν ἐκδικεῖ.

Ἀναπολήσωμεν πάλιν κᾀκεῖνα τὰ ῥήματα τοῦ ἡμετέρου δεσπότου, οἷς ἰδικῶς ἐχρήσατο διὰ τῶν οἰκείων ἐπισκόπων, τοῦτα παραγγέλλων. Προσέχετε, φησὶν, ἑαυτοῖς καὶ πάσῃ τῇ ἀγέλῃ, ἧς ὑμᾶς τὸ πνεῦμα τό ἅγιον ἔταξεν ἐπίσκόπους, διοικεῖν τὴν ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο τῷ ἰδίῳ αἵματι. Ὅθεν τοιούτους κληθέντας ἀνέγνωμεν τοὺς ταῦτα ἀκούσαντας Ἐφεσίους, ἔνθα νῦν ἡ ὑμετέρα ἁγιότης συνελήλυθε. Τοιγαροῦν οἷς ἐστι γνώριμος ἡ διδασκαλία τῆς πίστεως, ἔστω γνωστὴ καὶ ἡ ἡμετέρα ἐκδίκησις. Παράσχωμεν αὐτοῖς διὰ τῆς ἡμετέρας διανοίας ἐκείνης τῆς προσκυνήσεως τὴν ἰσχὺν, ἧς εἰσιν ἄξιοι· καὶ μείνῃ καταλαλιᾶς ὑψηλότερα, ἃ εὐσεβεῖ διανοίᾳ ἡ διηνεκὴς ἐφύλαξεν εἰρήνη. Ἀπαγγελλέσθω παρ' ὑμῶν τὰ παρὰ τῶν ἀποστόλων προκηρυχθέντα· ὅτι οὐδεπώτοτε τοῦ βασιλέως τῶν βασιλευόντων ῤήματα τυραννικῆς ἐπιχειρήσεως ἠλάττωται· οὐδὲ κάμνειν ἠδυνήθη διὰ πλαστολογίαν ἡ δύναμις τῆς ἀληθείασ. Ὑμᾶς προπεμπέτω, ἀδελφοὶ τιμιώτατοι, ἐκείνη μόνη περισκοπείσθω ἡ γνώμη κατὰ τὴν φωνὴν Ἰωάννου τοῦ εὐαγγελιστοῦ, οὗ τὰ λείψανα παρόντες τετιμήκατε· ἔστω κοινὴ εὐχὴ πρὸς τὸν κύριον. Οἴδαμεν ποία δύναμις τῆς θείας αὐτοῦ καὶ ἐσομένης παρουσίας ἔσται, παρακαλούσης ὁμοψύχως τῆς τοσαύτης τῶν ἱερέων πληθύος· ἐπειδὴ τόπος ἐκεῖνος κινεῖν δύναται, ἐν ᾧ ὁμογνωμόνως τοὺς δώδεκα ἀνέγνωμεν. Τίς τῶν δώδεκα ἡ αἴτησις δεομένων ἐγγύετο; δηλαδὴ ἵνα δέξωνται τὸν λόγον τοῦ Θεοῦ λαλεῖν μετὰ παῤῥησίας, καὶ διὰ τῆς αὐτοῦ δυνάμεως ἐνεργεῖν, ὧν, διδόντος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, εἰλήφεισαν τὴν ἐξουσίαν· καὶ τῇ ὑμετέρᾳ νῦν ἁγίᾳ συνόδῳ τί ἐστιν ἄλλο αἰτεῖν, ἢ γὰρ ὃπως μετὰ παῤῥηςίας λαλήσητε τὸν λόγον τοῦ Χριστοῦ; καὶ ταῦτα δέδωκε φυλάττειν, ὅσπερ καὶ κηρύττειν ἐχαρίσατο; καὶ πεπληρωμένοι πνεύματος ἁγίου, καθὰ γέγραπται, εἰ καὶ διαφόρῳ στόματι, ἓν ὅμως, ὅπερ αὐτὸ τὸ πνεῦμα ἐδίδαξε καὶ προσίεται. Τούτοις πᾶσι συντόνως νενευρωμένοις, ἐπειδὴ, καθά φησιν ὁ ἀπόστολος, εἰδόσι λαλῶ, καὶ λαλῶ σύνεσιν ἐν τοῖς τελείοις· ἐπαγωνίσασθε καθολικῇ πίστει, καὶ τῇ τῶν ἐκκλησιῶν εἰρήνῃ· συνηγορήσατε ἐπειδὴ οὕτως εἴρηται, καὶ τοῖς πάλαι καὶ τοῖς νῦν καὶ τοῖς μέλλουσι, παρακαλοῦντες καὶ σώζοντες τὰ εἰς εἰρήνην τῇ Ἱερουσαλήμ.

Ἀπεστείλαμεν τὴν ἡμετέραν ἀναδεkhgr;ομένους φροντίδα, τοὺς ἁγίους ἀδελφοὺς καὶ συλλειτουργοὺς ἡμῶν, ὁμοψύχους ἡμῖν καὶ δεδοκιμασμένους, Ἀρκάδιον καὶ Προΐεκτον ἐπισκόπους, καὶ Φίλιππον τὸν ἡμέτερον πρεσβύτερον, οἳ τοῖς πραττομένοις παρέσονται, καὶ τὰ παρ' ἡμῶν πάλαι ὁρισθέντα ἐκβιβάσουσιν. Οἷς παρασχεθῆναι παρὰ τῆς ὑμετέρας ἁγιότητος οὐκ ἀμφιβάλλομεν συγκατάθεσιν, ἐπειδὴ τοῦτο, ὃπερ ἃν γνῶτε, δοκῇ ὑπὲρ τῆς πασῶν τῶν ἐκκλησιῶν ἀμεριμνίας κεκρίσθαι.


Ἀναφορά. Τῷ ἀγιωτάτῳ καὶ θεοσεβεστάτῳ συλλειτουργῷ Κελεστίνῳ ἡ ἁγία σύνοδος ἡ κατὰ Θεοῦ χάριν συναχθεῖσα ἐν τῇ Ἐφεσίων μητροπόλει ἐν κυρίῳ χαίρειν.

Τῆς μὲν σῆς ὁσιότητος ὁ περὶ τὴν εὐσέβειαν ζῆλος, καὶ ἡ περὶ τῆς ὀρθῆς πίστεως τῷ πάντων ἡμῶν σωτῆρι Θεῷ φίλη τε καὶ ἀρέσκουσα φροντὶς, ἀξία παντὸς γέγονε θαύματος. Ἔθος γὰρ ὑμῖν τοῖς οὕτω μεγάλοις εὐδοκιμεῖν εἰς ἅπαντα, ἔρεισμά τε τῶν ἐκκλησιῶν τὰς ἑαυτῶν ποιεῖσθαι σπουδάς. Ἐπειδὴ δὴ ἐχρῆν ἅπαντα εἰς γνῶσιν τῆς σῆς ὁσιότητος ἀνενεχθῆναι τὰ παρακολουθήσαντα, γράφομεν ἀναγκαίως, ὅτι κατὰ βούλησιν τῶν πάντων ἡμῶν σωτῆρος Χριστοῦ, καὶ κατὰ θέσπισμα τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων βασιλέων συνήχθημεν ἐν τῇ Ἐφεσίων μητροπόλει ἐκ πολλῶν καὶ διαφόρων ἐπαρχιῶν, ὑπὲρ τοὺς διακοσίους ὄντες τὸν ἀριθμὸν ἐπίσκοποι. Εἶτα τῶν εὐσεβῶν θεσπισμάτων τῶν φιλοχριστῶν βασιλέων, δι' ὧν κεκλήμεθα, καιρὸν ὁριζόντων τῷ συνεδρίῳ τῆς ἁγίας συνόδου τὴν ἡμέραν τῆς ἁγίας πεντηκοστῆς, ἁπάντων δὲ συνδεδραμηκότων, μάλιστα διὰ τὸ ἐγκεῖσθαι ταῖς τῶν βασιλέων συλλαβαῖς, ὡς εἰ μή τις ἀπαντήσειε κατὰ τὴν ὡρισμένην προθεσμίαν, οὐκ ἀγαθῷ συνειδότι ἀπολιμπάνεται, καὶ ἔστιν ἀναπολόγητος παρά τε Θεῷ καὶ ἀνθρώποις, ὑστέρησεν ὁ εὐλαβέστατος Ἰωάννης ὁ τῆς Ἀντιοχέων ἐπίσκοπος· οὐχ ὡς ἀπὸ γνώμης ἁπλῆς, ἀλλ' οὐδὲ τοῦ διαστήματος τοῦ κατὰ τὴν ὁδοιπορίαν ἐμποδὼν γενομένου· ἀλλὰ κρύπτων μὲν βουλὴν ἐἰς νοῦν τε καὶ σκέψιν ἀπᾴδουσαν τῷ Θεῷ, ἣν οὐκ εἰς μακρὰν ἐλθὼν ἔδειξεν ἐν τῇ Ἐφεσίων. Ὑπερεθέμεθα τοίνυν τὸ συνέδριον μετὰ τὴν ὁρισθεῖσαν ἡμέραν τῆς ἁγίας πεντηκοστῆς ἐφ' ὅλαις δίκα καὶ ἓξ ἡμέραις· καί τοι πολλῶν ἐπισκόπων τε καὶ κληρικῶν καὶ νόσῳ πεπιεσμένων, καὶ τεθλιμμένων εἰς τὰ δαπανήματα, ἐνίων δὲ καὶ ἐξοδευσάντων τοῦ βίου· καὶ ἦν, ὡς ὁρᾷ ἡ σὴ ὁσιότης, ὕβρις μᾶλλον κατὰ τῆς ἁγίας συνόδου τὸ δρώμενον. Τοσάυτῃ γὰρ ὑπερθέσει δυστρόπως ἐχρήσατο, καί τοι φθασάντων αὐτὸν τῶν ἐκ μακροτέρων διαστημάτων. Ὅμως μεθ' ἡμέραν ἐκκαιδεκάτην προέδραμόν τινες τῶν σὺν αὐτῷ ἐπισκόπων, μητροπολῖται δύο, Ἀλέξανδρος Ἀπαμείας, καὶ ἕτερος Ἀλέξανδρος Ἰεραπόλεως. Εἶτα ἡμῶν αἰτιωμένων τὸ τὴς ἀφίξεως βράδος τοῦ εὐλαβεστάτου ἐπισκόπου Ἰωάννου, ἔφασαν οὐχ ἅπαξ, ἀλλὰ πλειστάκις, ὅτι ἐνετείλατο ἡμῖν ἀπαγγεῖλαι τῇ θεοσεβείᾳ ὑμῶν, ὥστε εἰ γένοιτο αὐτὸν καὶ ἔτι βραδῦναι, μὴ ὑπερθέσθαι τὴν σύνοδον, ποιεῖσθαι δὲ μᾶλλον ἃ δεῖ. Τοῦτον ἀπαγγελθέντων, καὶ φανεροῦ γεγονότος ἀπό τε τοῦ βράδους καὶ ἐκ τῶν παρ' αὐτοῦ μηνυθέντων, ὅτι παραιτεῖται τὸ συνέδριον, ἢ τῇ Νεστορίου φιλίᾳ χαριζόμενος, ἢ καὶ ὅτι κληρικὸς γέγονε τῆς ὑπ' αὐτὸν ἐκκλησίας, ἢ καὶ ταῖς τινων ὑπὲρ αὐτοῦ παρακλήσεσιν εἴκων, συνήδρευσεν ἡ ἁγία σύνοδος ἐν τῇ μεγάλῃ τῇ κατὰ τὴν Ἐφεσον Ἔκκλησίᾳ, τῇ ἐπίκλην Μαρίᾳ.

Ἐπειδὴ δὲ πάντων προθύμως συνδεδραμηκότων μόνος ἀπελιμπάνετο τοῦ συνεδρίου Νεστόριος, ὑπέμνησεν ἡ ἁγία σύνοδος κανονικῶς αὐτὸν δι' ἐπισκόπων πρώτῃ καὶ δευτέρᾳ καὶ τρίτῃ κλήσει. Ὁ δὲ στρατιώταις ἐπιφράξας τὴν ἑαυτοῦ οἰκίαν, ἀπενοήθη κατὰ τῶν τῆς Ἐκκλησίας θεσμῶν, καὶ οὐκ ἠνέσχετο ἑαυτὸν ἐμφανῆ καταστῆσαι, οὔτε μὴν ἀπολογήσασθαι περὶ τῶν ἀνοσίων αὐτοῦ δυσφημιῶν. Λοιπὸν ἀνεγνώσθη τὰ γράμματα τὰ γραφέντα πρὸς αὐτὸν παρὰ τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου ἐπισκόπου τῆς Ἀλεξανδρέων Ἐκκλησίας Κυρίλλου, ἃ καὶ ἐδοκίμασεν ἡ ἁγία σύνοδος ὀρθῶς καὶ ἀλήπτως ἔχειν, καὶ κατὰ μηδένα τρόπον ἀσύμφωνα εἶναι ἢ ταῖς θεοπνεύστοις γραφαῖς, ἤγουν τῇ παραδοθείσῃ πίστει, καὶ ἐκτεθείσῃ ἐν τῇ μεγάλῃ σννόδῳ παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ συνελθόντων κατὰ καιροὺς, καθὰ καὶ ἡ σὴ ὁσιότης ὀρθῶς τοῦτο δοκιμάσασα ἐμαρτύρησεν. Ἀναγνωσθείσης δὲ καὶ τῆς ἐπιστολῆς Νεστορίου τῆς πρὸς αὐτὸν γραφείσης τον μνημονευθέντα ἁγιώτατον καὶ θεοσεβέστατον ἀδελφὸν ἡμῶν καὶ συλλειτουργὸν Κύριλλον, ἐδικαίωσεν ἡ ἁγία σύνοδος, ἀλλότρια παντελῶς τῆς τε ἀποστολικῆς καὶ εὐαγγελικῆς πίστεως εἶναι τὰ ἐν αὐτῇ δόγματα, πλείστην ὃσην καὶ ξένην νοσοῦντα τὴν δυσφημίαν. Ἀναγνωσθεισῶν δὲ ὁμοίως καὶ τῶν ἐξηγήσεων αὐτοῦ τῶν ἀσεβεστάτων, ἔτι γε μὴν καὶ τῆς γραφείσης πρὸς αὐτὸν ἐπιστολῆς παρὰ τῆς σῆς ὁσιότητος, δι' ἧς εὐλόγως κατεκρίνετο ὡς δύσφημα γεγραφὼς, καὶ ἀνοσίους φωνάς ταῖς ἰδίαις ἐξηγήσεσιν ἐνθεὶς, ψῆφος ἐξενήνεκται δικαία καθαιρέσεως κατ' αὐτοῦ· μάλιστα ὅτι τοσοῦτον ἀπέσχετο τοῦ μετανοῆσαι, ἢ μεταγνῶναι ἐφ' οἷς δεδυσφήμηκεν, ἔτι τὴν τῶν Κωνσταντινουπολιτῶν ἔχων Ἐκκλησίαν, ὥστε καὶ ἐν αὐτῇ τῇ Ἐφεσίων μητροπόλει διαλέγεσθαι πρός τινας τῶν ἁγίων μητροπολιτῶν ἐπισκόπων, ἀνδρων οὐκ ἀσήμων, ἀλλ' ἐλλογίμων καὶ θεοσεβεστάτων, τολμῆσαί τε εἰπεῖν· Ὅτι ἐγὼ τὸν διμηναῖον καὶ τριμηναῖον Θεὸν οὐχ ὁμολογῶ· καὶ ἕτερα δὲ πρὸς τούτοις εἶπε χαλεπώτερα

Ὡς οὖν ἀνοσίαν καὶ μιαρωτάτην αἵρεσιν, καὶ ἀνατρέπουσαν τὴν εὐαγεστάτην ἡμῶν θρησκείαν, καὶ ὅλην ἐκ βάθρων τοῦ μυστηρίου τὴν οἰκονομίαν ἀφαιροῦσαν καθείλομεν, ὥς ἤδη φράσαντες εἴπομεν. Ἀλλ' οὐκ ἦν, ὡς ἔοικε, τῆς εἰς Χριστὸν ἀγάπης τὸ γνήσιον ἔχοντας, καὶ ζηλώσαντας τῷ Κυρίῳ, μὴ πολλῶν πειραθῆναι πραγμάτων. Προσεδοκήσαμεν γὰρ τὸν εὐλαβέστατον τῆς Ἀντιοχέων ἐπίσκοπον Ἰωάννην τήν τε ἀκρίβειαν τῆς συνόδου καὶ τὴν εὐσέβειαν ἐπαινέσαι, καὶ τάχα που καὶ μέμψασθαι τὸ ἐπὶ τῇ καθαιρέσει βράδος. Μεταπέπτωκε δὲ εἰς πᾶν τοὐναντίον τὰ τῆς προσδοκίας ἡμῖν. Εὕρηται γὰρ ἐχθρὸς καὶ πολεμιώτατος τῇ τε ἁγίᾳ συνόδῳ, καὶ αὐτῇ δὲ τῇ ὀρθῇ πίστει τῶν ἐκκλησιῶν, ὡς αὐτὰ μηνύει τὰ πράγματα. Ἅμα τε γὰρ εἰσῆλθεν εἰς τὴν Ἐφεσίων πόλιν, πρὶν ἀποπλύνασθαι τὸ ἱμάτιον, συναγαγών τινας τῶν τῷ Νεστορίῳ συναποστατησάντων, καὶ βλάσφημα λαλούντων κατὰ τῆς ἑαυτῶν κεφαλῆς, καὶ μονονουχὶ καταπαιζόντων τῆς δόξης τοῦ Χριστοῦ, καὶ συλλέξας ὥσπερ κολλήγιον ἑαυτῷ τριάκοντά που τὸν ἀριθμὸν ἀνθρώπων, ἐπισκόπων ἐχόντων ὄνομα, ὧν οἱ μέν εἰσιν ἀπόλιδες, σχολάζοντες δὲ καὶ ἐκκλησίας μὴ ἔχοντες, ἕτεροι δὲ καὶ πρὸ πολλῶν ἐτῶν ἐπὶ δειναῖς αἰτίαις καθῃρημένοι ἀπὸ τῶν ἰδίων μητροπολιτῶν, σὺν αὐτοῖς δὲ καὶ Πελαγιανοὶ καὶ Κελεστιανοὶ καὶ τῶν ἀπὸ Θεσσαλίας ἐκβεβλημένων τινὲς, πρᾶγμα τετολμήκεν ἀνόσιον, ὃ μηδεὶς πώποτε τῶν πρὸ αὐτοῦ. Συνάπτει γὰρ καταμόνας χαρτίον, καὶ δὴ καθαιρέσεως ὄνομα, καὶ ὕβριν προσετρίψατο τῷ ἁγιωτάτῳ καὶ θεοσεβεστάτῳ τῆς Ἀλεξανδρέων ἐπισκόπῳ Κυρίλλῳ, καὶ τῷ θεοσεβεστάτῳ ἡμῶν ἀδελφῷ καὶ συλλειτουργῷ ἐπισκόπῳ Μέμνονι τῷ τῆς Ἐφεσίων, οὐδενὸς ἡμῶν εἰδότος, ἀλλ' οὐδὲ τῶν ὑβρισθέντων ἐγνωκότων τὸ δρώμενον, ἢ διὰ ποίαν αἰτίαν τοῦτο τετολμήκασιν. Ἀλλ' ὥσπερ οὐκ ἀγανακτοῦντος ἐπὶ τούτοις τοῦ Θεοῦ, οὐκ ὄντων κανόνων ἐκκλησιαστικῶν, ἢ οὐ μελλόντων κινδυνεύειν αὐτῶν διά τὸ ἐπὶ τούτοις θράσος· ὑβρίζουσι δὲ τῷ τῆς ἀκοινωνησίας ὀνόματι καὶ πᾶσαν τὴν σύνοδον. Καὶ δὴ καὶ δημοσίᾳ χαρτίῳ ταῦτα ἐπιθέντες προύθεσαν εἰς ἀνάγνωσιν τοῖς ἐθέλουσι τοῖς τοῦ θεάτρου τοίχοις προσπήξαντες, ἵνα τὴν αὐτῶν ἀσέβειαν θεατρίσωσι. Καὶ οὐ μέχρι τούτων γέγονεν αὐτοῖς τὰ τολμήματα· ἀλλὰ γὰρ καὶ τεθαρσήκασιν, ὡς δράσαντές τι κανονικὸν, καὶ εἰς ἀκοὰς τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων βασιλέων ἀνενεγκεῖν τὰ τοιάδε.

Τούτων οὕτω γεγονότων, ὅ τε ἁγιώτατος καὶ θεοφιλέστατος ἐπίσκοπος τῆς Ἀλεξανδρέων Κύριλλος, καὶ μὴν καὶ ὁ θεοφιλέστατος τῆς Ἐφεσίων πόλεως ἐπίσκοπος Μέμνων, βιβλία συνθέντες, καὶ αἰτιασάμενοι αὐτόν τε τὸν εὐλαβέστατον ἐπίσκοπον Ἰωάννην, καὶ τοὺς σὺν αὐτῷ τοῦτο δράσαντας, προσήγαγον, ὀρκοῦντες ἡμῶν τὴν ἁγίαν σύνοδον μεταπέμψασθαι κανονικῶς αὐτόν τε Ἰωάννην, καὶ τοὺς σὺν αὐτῷ, ὥστε ἀπολογήσασθαι περί ὧν τετολμήκασι, καὶ εἴ τι ἐγκαλεῖν ἔχοιεν, εἰ δύνανται, εἰπεῖν καὶ διελέγξαι. Ἐν γὰρ τῷ γραφέντι παρ' αὐτῶν καθαιρετικῷ, μᾶλλον δὲ ὑβριστικῷ χαρτίῳ, πρόφασιν ἔθηκαν· Ὅτι Ἀπολλιναρισταὶ καὶ Ἀρειανοὶ καὶ Εὐνομιανοί, καὶ διὰ τοῦτο καθῄρηνται παρ' ἡμῶν. Ἐνισταμένων τοίνυν τῶν τὴν ὕβριν ὑπομεινάντων τὴν παρ' ἐκείνων, πάλιν ἡμεῖς ἀναγκαίως συνεδρεύσαντες ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, ὑπὲρ τοὺς διακοσίους ἐπισκόπους ὄντες, μιᾷ καὶ δευτέρᾳ καὶ τρίτῃ κλήσει, ἐν ἡμέραις δυσὶ, κεκλήκαμεν αὐτόν τε Ἰωάννην καὶ τοὺς σὺν αὐτῷ εἰς τὸ συνέδριον, ὥστε διελέγξαι τοὺς ὑβρισμένους, καὶ ἀπολογήσασθαι, καὶ τὰς αἰτίας εἰπεῖν, ἐφ' αἷς τὸ τῆς καθαιρέσεως συνέθηκαν χαρτίον· καὶ οὐκ ἐθάρσησαν ἐλθεῖν. Ἔδει δὲ αὐτὸν, εἴπερ ἀληθῶς ἐλέγχειν ἠδύνατο τοὺς μνημονευθέντας ὁσίους ἄνδρας, ὡς αἱρετικοὺς ὄντας, καὶ ὑπαντῆσαι καὶ δεῖξαι τοῦτο ἀληθὲν ὂν, ὃ καὶ λαβὼν ὡς ἱσχυρὸν καὶ ἀναμφίβολον ἔγκλημα, τὴν προπετῆ ψῆφον κατ' αὐτῶν ἐξηνέγκατο. Αλλ' ὑπὸ σαθροῦ συνειδότος οὐχ ὑπήντησε. Τὸ δὲ κατασκευαζόμενον, ἐκεῖνο ἦν· ᾠήθη γὰρ, ὅτι τῆς ἀτόπου ταύτης καὶ ἐκνομωτάτου ὕβρεως λυομένης, συνανατραπήσεται καὶ ἡ δικαία ψῆφος τῆς συνόδου ἡ ἐξενεχθεῖσα κατὰ τοῦ αἱρετικοῦ Νεστορίου. Ἀγανακτήσαντες τοίνυν εἰκότως ἐβουλευσάμεθα μὲν τὴν ἴσην κατ' αὐτοῦ καὶ τῶν ἄλλων ψῆφον ἐξενεγκεῖν ἐννόμως, ἣν αὐτὸς παρανόμως κατὰ τῶν ἐπ' οὐδενὶ κατεγνωσμένων ἔθετο· ὕπερ δὲ τοῦ τὴν ἐκείνου προπέτειαν μακροθυμίᾳ νικῆσαι, εἰ καὶ ὅτι μάλιστα δικαίως ἂν ἔπαθεν αὐτὸ καὶ ἐννόμως, τετηρήκαμεν τῇ κρίσει τῆς σῆς θεοσεβείας καὶ τοῦτο· τέως αὐτοὺς ἀκοινωνήτους ποιήσαντες, καὶ περιελόντες αὐτῶν πᾶσαν ἐξουσίαν ἱερατικὴν, ὥστε μὴ δύνασθαι βλάπτειν δι' οἰκείων ἀποφάσεων. Τοὺς γὰρ οὕτως ἀγρίως καὶ ἀπηνῶς καὶ ἀκανονίστως χωρεῖν εἰωθότας ἐπὶ τὰ οὕτω δεινὰ καὶ παγχάλεπα τῶν πεπραγμένων, πῶς οὐκ ἦν ἀναγκαῖον καὶ οὐχ ἑκόντας παρελέσθαι τῆς τοῦ δύνασθαι βλάπτειν ἐξουσίας·

Τοῖς μὲν οὖν ἀδελφοῖς ὑμῶν καὶ συλλειτουργοῖς, Κυρίλλῳ τε τῷ ἐπισκόπῳ καὶ Μέμνονι, τοῖς παρ' αὐτῶν ὑπομείνασιν ὕβριν, καὶ κοινωνικοὶ πάντες ἐσμὲν, καὶ μετὰ τὴν ἐκείνων προπέτειαν συνελειτουργήσαμεν καὶ συλλειτουργοῦμεν, κοινῇ πάντες τὰς συνάξεις ἐπιτελοῦντες· ἀκυρώσαντες ἐγγράφως τὰ ἐκείνων παίγνια, ἀνίσχυρά τε καὶ ἀδρανῆ παντελῶς ἀποφῄναντες. Ὕβρις γὰρ μόνη καὶ ἕτερον οὐδὲν ἧσαν. Ἄνδρες γὰρ τὸν ἀριθμὸν τριάκοντα, καὶ οἱ μὲν αἱρέσεως σπίλῳ κατεστιγμένοι, οἱ δὲ ἀπόδιδες καὶ ἐκβεβλημένοι, ποῖον ἔχουσι συνόδου πρόσωπον; ἢ ποίαν ἰσχὺν κατὰ συνόδου συγκροτηθείσης ἐξ ἀπάσης τῆς ὑπ' οὐρανόν; συνήδρευσαν γὰρ ἡμῖν καὶ οἱ παρὰ τῆς ὁσιότητος τῆς σῆς ἀπεσταλμένοι θεοσεβέστατοι ἐπίσκοποι, Ἀρκάδιος καὶ Προΐεκτος, καὶ σὺν αὐτοῖς ὁ εὐλαβέστατος πρεσβύτερος Φίλιππος, τὴν σὴν ἡμῖν παρουσίαν δι' ἑαυτῶν χαριζόμενοι, καὶ τῆς ἀποστολικῆς καθέδρας τὸν τόπον ἀναπληροῦντες. Ἀγανακτησάτω τοίνυν προσφόρως ἐπὶ τοῖς γεγενημένοις ἡ σὴ ὁσιότης. Εἰ γὰρ δοθείη τοῖς ἐθέλουσιν ἄδεια καὶ τοὺς μείζονας ὑβρίζειν θρόνους, καὶ καθ' ὧν οὐκ ἔχουσιν ἐξουσίαν, παρανόμους οὕτω καὶ ἀκανονίστους ἐκφέρειν ψήφους, μᾶλλον δὲ ὕβρεις, καὶ τοῖς ὑπὲρ τῆς εὐσεβείας τοσούτους ἄθλους ὑπομεμενηκόσιν, ὧν ἕνεκεν καὶ νῦν ἡ εὐσέβεια διὰ τῶν εὐχῶν τῆς σῆς ὁσιότητος ἀνέλαμψεν, οἰχήσεται πρὸς ἐσχάτην ἀταξίαν τὰ τῆς ἐκκλησίας πράγματα. Σωφρονισθέντων δὲ καθ' ὃν προσήκει τρόπον τὰ τοιαῦτα τετολμηκότων, ἀργήσει πᾶς θόρυβος, καὶ ἡ πρέπουσα τοῖς κανόσιν αἰδὼς παρὰ πάντων σωθήσεται.

Ἀναγνωσθέντων δὲ ἐν τῇ ἁγίᾳ συνόδῳ τῶν ὑπομνημάτων τῶν πεπραγμένων ἐπὶ τῇ καθαιρέσει τῶν ἀνοσίων Πελαγιανῶν καὶ Κελεστιανῶν, Κελεστίου, Πελαγίου, Ἰουλιανοῦ, Περσιδίου, Φλώρου, Μαρκελλίνου, Ὀρεντίου καὶ τῶν τὰ αὐτὰ τούτοις φρονούντων, ἐδικαιώσαμεν καὶ ἡμεῖς ἰσχυρὰ καὶ βέβαια μένειν τὰ ἐπ' αὐτοῖς ὡρισμέα παρὰ τῆς σῆς θεοσεβείας. Καὶ σύμψηφοι πάντες ἐσμὲν, καθῃρημένους ἔχοντες αὐτούς. Ὑπὲρ δὲ ἀκριβοῦς εὐμαθίας ἀπάντων τῶν πεπραγμένων, ἀπεστείλαμεν καὶ τὰ ὑπομνήματα καὶ τὰς ὑπογραφὰς τῆς συνόδου. Ἐῤῥῶσθαί σε καὶ μνημονεύειν ἡμῶν τῷ κυρίῳ εὐχόμεθα, ἀγαπητὲ καὶ ποθεινότατε.