Jump to content

Paginae in lingua graeca scriptae/5

Checked
E Wikisource
Paginae in lingua graeca scriptae
III saecolo

 Epistolae (Caelestinus I) Prolegomena (Gregorius Magnus) 

Epistolae (Cornelius) , Corpus Corporum

Α'. Ἵνα δὲ γνῷς ὅτι πρόπαλαι ὀρεγόμενος τῆς ἐπισκοπῆς ὁ θαυμάσιος αὗτος, καὶ κρύπτων ἐν ἑαυτῷ τὴν προπετῆ ταυτὴν αὐτοῦ ἐπιθυμίαν ἐλάνθανεν, ἐπικάλύμματι τῆς αὐτοῦ ἀπονοίας τῷ καταρχὰς σὺν αὐτῷ τοὺς ὁμολογητὰς ἐσχηκέναι χρώμενος, εἰπεῖν βούλομαι. Μάξιμος πρεσβύτερος τῶν παρ' ἡμῖν καὶ Οὐρβανὸς, δὶς τὴν ἐξ ὁμολογίας δόξαν ἀρίστην καρπωσάμενοι· Σιδόνιός τε καὶ Κελερῖνος, ἀνὴρ ὃς πάσας βασάνους διὰ τὸν τοῦ Θεοῦ ἔλεον καρτερικώτατα διενέγκας· καὶ τῇ ῥώμῃ τῆς αὐτοῦ πίστεως, τὸ ἀσθενὲς τῆς σαρκὸς ἐπιῤῥώσας, κατακράτος νενίκηκε τὸν ἀντικείμενο· οὗτοι δὲ οὖν οἱ ἄνδρες κατανοήσαντες αὐτὸν, καὶ καταφωράσαντες τὴν ἐν αὐτῷ πανουργίαν τε καὶ παλιμβολίαν, τάς τε ἐπιορκίας καὶ ψευδολογίας, καὶ τὴν ἀκοινωνησίαν αὐτοῦ καὶ λυκοφιλίαν· ἐπανῆλθον εἰς τὴν ἁγίαν ἐκκλησίαν, καὶ ἅπαντα αὐτοῦ τὰ τεχνάσματα καὶ πονηρεύματα ἃ ἐκ πολλοῦ ἔχων ἐν ἑαυτῷ ὑπεστέλλετο, παρόντων ἱκανῶν τοῦτο μὲν ἐπισκόπων· τοῦτο δὲ πρεσβυτέρων καὶ λαϊκῶν ἀνδρῶν παμπόλλων, ἐξήγγειλαν ἀποδυρόμενοι καὶ μεταγινώσκοντες ἐφ' οῖς πεισθέντες τῷ δολερῷ καὶ κακοήθει θηρίῳ, πρὸς ὀλίγον χρόνον τῆς ἐκκλησίας ἀπελείφθησαν.

Εἶτα μετὰ βραχέα φησίν.

Β'. Ἀμήχανον ὅσην ἀγαπητὲ ἀδελφὲ, τροπὴν καὶ μεταβολὴν ἐν βραχεῖ καιρῷ ἐθεασάμεθα ἐπ' αὐτοῦ γεγενημένην· ὁ γάρ τοι λαμπρότατος, καὶ δι' ὄρχων φοβερῶν τινῶν πιστούμενος τὸ μὴ δ' ὅλως ἐπισκοπῆς ὀρέγεσθαι, αἰφνίδιον ἐπίσκοπος ὥσπερ ἐκ μαγγάνου τινὸς εἰς τὸ μέσον ῥιφθεὶς ἀναφαίνεται· οὗτος γάρ τοι ὁ δογματιστὴς, ὁ τῆς ἐκκλησιαστικῆς ἐπιστήμης ὑπερασπιστὴς ὁπηνίκα παρασπᾶσθαί τε καὶ ὑφαρπάζειν τὴν μὴ δοθεῖσαν αὐτῷ ἄνωθεν ἐπισκοπὴν ἐπειχείρει, δύο ἑαυτῷ κοινωνοὺς ἀπεγνωκότας τῆς ἑαυτῶν σωτηρίας ἐπελέξατο· ὡς ἂν εἰς βραχύ τι μέρος, καὶ ἐλάχιστον τῆς Ἰταλίας ἀποστείλῃ· κἀκεῖθεν ἐπισκόπους τρεῖς, ἀνθρώπους ἀγροίκους καὶ ἁπλουστάτους, πλαστῇ τινὶ ἐπιχειρήσει ἐξαπατήσῃ. διαβεβαιούμενος καὶ διϊσχυριζόμενος δεῖν αὐτοὺς ἐν τάχει παραγενέσθαι εἰς Ῥώμην, ὡς δῆθεν πᾶσα ἥ τις δή ποτε οὖν διχοστασία γεγονυῖα, σὺν καὶ ἑτέροις ἐπισκόποις καὶ αὐτῶν μεσιτευόντων, διαλυθῇ· οὓς παραγενομένους ἅτε δὴ (ὡς ἔφθημεν λέγοντες) ἀνθρώπους ἁπλουστέρους περὶ τὰς τῶν πονηρῶν μηχανάς τε καὶ ῥαδιουργίαν, συγκλεισθέντας ὑπό τινων ὁμοίων αὐτῷ τεταγμένων ἀνθρώπων, ὥρᾳ δεκάτῃ μεθύοντας καὶ κραιπαλῶντας, μετὰ βίας ἠνάγκασεν εἰκονικῇ τινὶ καὶ ματαίᾳ κειρεπιθεσίᾳ ἐπισκοπὴν αὐτῷ δοῦναι· ἣν ἐνέδρα καὶ πανουργίᾳ, μὴ ἐπιβάλλουσαν αὐτῷ ἐκδικεῖ· ἐξ ὧν εἶς μετ' οὐ πολὺ ἐπανῆλθεν εἰς τὴν ἐκκλησίαν, ἀποδυρόμενος καὶ ἐξομολογούμενος τὸ ἑαυτοῦ ἁμάρτημα· ᾧ καὶ ἐκοινωνήσαμεν ὡς λαϊκῷ, ὑπὲρ αὐτοῦ δεηθέντος παντὸς τοῦ παρόντος λαοῦ. Καὶ τῶν λοιπῶν δὲ ἐπισκόπων διαδόχους εἰς τοὺς τόπους ἐν οἷς ἦσαν χειροτονήσαντες, ἀπεστάλκαμεν.

Γ'. Ὁ ἐκδικητὴς οὖν τοῦ εὐαγγελίου, οὐκ ἠπίστατο ἕνα ἐπίσκοπον δεῖν εἶναι ἐν καθολικῇ Ἐκκλησίᾳ· ἐν ᾗ οὐκ ἠγνόει· πῶς γάρ; πρεσβυτέρους εἶναι τεσσαράκοντα ἕξ· διακόνους ἑπτά· ὑποδιακόνους ἑπτά, ἀκολούθους δύο καὶ τεσσαράκοντα· ἐξορκιστὰς δὲ καὶ ἀναγνώστας ἅμα πυλωροῖς δύο καὶ πεντήκοντα· χήρας σὺν θλιβομένοις, ὑπὲρ τὰς χιλίας πεντακοσίας· οὓς πάντας ἡ τοῦ Δεσπότου χάρις καὶ φιλανθρωπία διατρέφει. ὃν οὐδὲ τοσοῦτο φλῆθος καὶ οὕτως ἀναγκεῖον ἐν τῇ ἐκκλησίᾳ, διὰ τῆς τοῦ Θεοῦ προνοίας πλούσιός τε καὶ πληθύων ἀριθμὸς μετὰ μεγίστου καὶ ἀναριθμήτου λαοῦ, ἀπὸ τῆς τοιαύτης ἀπογνώσεώς τε καὶ ἀπαγορεύσεως ἐνέτρεψε καὶ ἀνεκαλέσατο εἰς τὴν Ἐκκλησίαν.

Καὶ αὖθις, μεθ' ἕτερα, τούτοις προστίθησι ταῦτα.

Δ'. Φέρε δὴ ἑξῆς εἴπωμεν, τίσιν ἔργοις ἢ τίσι πολιτείαις τεθαῤῥηκὼς, ἀντεποιήθη τῆς ἐπισκοπῆς· ἄρα γε διὰ τὸ ἐξ ἀρχῆς ἐν τῇ Ἐκκλησίᾳ ἀνεστράφθαι, καὶ πολλοὺς ἀγῶνας ὑπὲρ αὐτῆς ἀγωνίσασθαι, καὶ ἐν κινδύνοις πολλοῖς τε καὶ μεγάλοις ἕνεκα τῆς θεοσεβείας γεγονέναι; ἀλλ' οὐκ ἔστιν· ᾧ γε ἀφορμὴ τοῦ πιστεῦσαι γέγονεν ὁ Σατανᾶς, φοιτήσας εἰς αὐτὸν καὶ οἰκήσας ἐν αὐτῷ χρόνον ἱκανόν. ὃς βοηθούμενος ὑπὸ τῶν ἐπορκιστῶν, νόσῳ περιπεσὼν χαλεπῇ, καὶ ἀποθανεῖσθαι ὅσον οὐδέπω νομιζόμενος, ἐν αὐτῇ τῇ κλίνῃ ᾗ ἔκειτο, περιχυθεὶς ἔλαββεν· εἴ γε χρὴ λέγειν τὸν τοιοῦτον εἰληφέναι. οὐ μὴν οὐδὲ τῶν λοιπῶν ἔτυχε, διαφυγὼν τὴν νόσον, ὧν χρὴ μεταλαμβάνειν κατὰ τὸν τῆς Ἐκκλησίας κανόνα· τοῦ τε σφραγισθῆναι ὑπὸ τοῦ ἐπισκόπου. Τούτου δὲ μὴ τυχὼν, πῶς ἂν τοῦ ἁγίου Πνεύματος ἔτυχε;

Καὶ πάλιν μετὰ βραχέα φησίν.

Ε'. Ὁ διὰ δειλίαν καὶ φιλοζωΐαν ἐν τῷ καιρῷ τῆς διώξεως πρεσβύτερον εἶναι ἑαυτὸν ἀρνησάμενος. ἀξιούμενος γὰρ καὶ παρακαλούμενος ὑπὸ τῶν διακόνων, ἵν' ἐξελθὼν τοῦ οἰκίσκου ἐν ᾧ καθεῖρξεν ἑαυτὸν, βοηθήσῃ τοῖς ἀδελφοῖς, ὅσα θέμις καὶ ὅσα δυνατὸν πρεσβυτέρῳ κινδυνεύουσιν ἀδελφοῖς καὶ ἐπικουρίας δεομένοις βοηθεῖν· τοσοῦτον ἀπέσχε τοῦ πειθαρχῆσαι παρακαλοῦσι τοῖς διακόνοις, ὡς καὶ χαλεπαίνοντα ἀπιέναι καὶ ἀπαλλάττεσθαι· μὴ γὰρ ἔτι βούλεσθαι πρεσβύτερος εἶναι ἔφη· ἑτέρας γὰρ εἶναι φιλοσοφίας ἐραστής.

Υπερβὰς δ' ὀλίγα, τούτοις πάλιν ἐπιφέρει λέγων.

ϛ'. Καταλιπὼν γὰρ ὁ λαμπρὸς οὗτος τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἐν ᾗ πιστεύσας κατηξιώθη τοῦ πρεσβυτερίου κατὰ χάριν τοῦ ἐπισκόπου τοῦ ἐπιθέντος αὐτῷ χεῖρας εἰς πρεσβυτερίου κλῆρον· ὃς διακωλυόμενος ὑπὸ παντὸς τοῦ κλήρου, ἀλλὰ καὶ λαῖκῶν πολλῶν· ἐπεὶ μὴ ἐξὸν ἧν τὸν ἐπὶ κλίνης διὰ νόσον περιχυθέντα, ὥσπερ καὶ οὖτος, εἰς κλῆρόν τινα γενέσθαι, ἠξίωσε συγχωρηθῆναι αὐτῷ τοῦτον μόνον χειροτονῆσαι.

Εἶτ' ἄλλο τι τούτοις χείριστον προστίθησι τῶν τοῦ ἀνδρὸς ἀτοπημάτων, λέγων οὕτως.

Ζ'. Ποιήσας γὰρ τὰς προσφορὰς, καὶ διανέμων ἑκάστῳ τὸ μέρος, καὶ ἐπιδιδοὺς τοῦτο ὀμνύειν ἀντὶ τοῦ εὐλογεῖν τοὺς ταλαιπώρους ἀνθρώπους ἀναγκάζει, κατέχων ἀμφοτέραις ταῖς χερσὶ τὰς τοῦ λαβόντος, καὶ μὴ ἀφεὶς ἔστ' ἄν ὀμνύοντες εἴπωσι ταῦτα· τοῖς γὰρ ἐκείνου χρήσομαι λόγοις. Ὄμοσόν μοι κατὰ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μηδέποτέ με καταλιπεῖν καὶ ἐπιστρέψαι πρὸς Κορνήλιον. καὶ ὁ ἄθλιος ἄνθρωπος οὐ πρότερον γεύεται, εἰ μὴ πρότερον αὐτῷ (ἑαυτῷ Syncel.) καταράσαιτο· καὶ ἀντὶ τοῦ εἰπεῖν λαμβάνοντα τὸν ἄρτον ἐκεῖνον τὸ Ἀμὴν, Οὐκέτι ἀνήξω πρὸς Κορνήλιον, λέγει.

Καὶ μεθ' ἕτερα πάλιν ταῦτά φησιν.

Η'. Ἤδη δὲ ἴσθι γεγυμνῶσθαι καὶ ἔρημον γεγονέναι· καταλιμπανόντων αὐτὸν καθ' ἡμέραν ἑκάστην τῶν ἀδελφῶν, καὶ εἰς τὴν Ἐκκλησίαν ἐπανερχομένων. ὂν καὶ Μωσῆς, ὁ μακάριος μάρτυς, ὁ παρ' ἡμῖν ἔναγχος μαρτυρήσας καλήν τινα καὶ θαυμαστὴν μαρτυρίαν, ἔτι ὢν ἐν κόσμῳ, κατιδὼν αὐτοῦ τὴν θρασύτητα καὶ τὴν ἀπόνοιαν, ἀκοινώνητον ἐποιήσε σὺν τοῖς πέντε πρεσβυτέροις τοῖς ἅμα αὐτῷ ἀποσχίσασιν ἑαυτοὺς τῆς Ἐκκλησίας.

Θ'. Καὶ ἐπὶ τέλει δὲ τῆς ἐπιστολῆς τῶν ἐπὶ Ῥώμης παραγενομένων ἐπισκόπων, τῆς τε τοῦ Νοουάτου κατεγνωκότων ἄβελτηρίας, κατάλογον πεποίηται· ὁμοῦ τά τε ὀνόματα, καὶ ἧς ὁ καθεῖς αὐτῶν προηγεῖτο παροικίας, ἐπισημηνάμενος· τῶν τε μὴ παραγενομένων μὲν ἐπὶ τῆς Ῥώμης, συνευδοκησάντων δὲ διὰ γραμμάτων τῇ τῶν προσειρημένων ψήφῳ, τὰς προσηγορίας ὁμοῦ καὶ τὰς πόλεις ὅθεν ἕκαστος ὁρμώμενος ἐπέστελλε μνημονεύει. ταῦτα μὲν ὁ Κορνήλιος Φαβίῳ Ἀντιοχείας ἐπισκόπῳ δηλῶν ἔγραφε