Jump to content

Paginae in lingua graeca scriptae/6

Checked
E Wikisource
Paginae in lingua graeca scriptae
VI saecolo

 Epistolae (Cornelius) Epistolae (Agapetus I) 

Prolegomena (Gregorius Magnus) , Corpus Corporum


Ἀνήρ τις ὑπῆρχε, τῇ πολιτείᾳ μὲν εὐλαβέστατος, χάριτι δὲ Θεοῦ κεκοσμημένος, τοὔνομα Βενέδικτος· ἲς ἐκ παιδόθεν τῇ τῆς καρδίας καθαρότητι ἐλαμπρύνετο, καὶ τῇ τοῦ σώματος ἁγνείᾳ κεκαλλώπιστο, ἐν οὐδενὶ θελήματι σαρκικῷ τὸ παράπαν τὴν ψυχὴν καθυποτάξας· ἀλλ' ἔτι ἔφηβος ὢν, καὶ σφριγῶν τῷ σώματι ὅπερ ἡδυπαθῶς δρᾶσαι ὴδύνατο, ἑκουσίως ἐβδελύξατο, καὶ λοιπὸν ὡς ξηρὸν τοῦτον τὸν κόσμον μετὰ τοῦ ἄνθους αὐτοῦ ἐλογίζετο. Ὅστις δίκην ἑωσφόρου ἀστέρος ἐκ τῆς Νουρσίας χώρας, τῇ τῶν Ῥωμαίων χώρᾳ ἀνέτειλε· τῇ δὲ τῶν ἐλευθερικῶν γραμμάτων διδαχῇ παραδοθεὶς ὑπῆρχεν. Ἀλλ' ἐν τούτοις πολλοὺς ἀπιέναι διὰ τὰ φθαρτὰ πάθη κατανοήσας, ἐκεῖνον ὃν ἔθετο πόδα ἐν τῇ τῶν μαθημάτων διατρίβῇ, εὐσεβεῖ λογισμῷ τοῦτον ἀνθείλκυσεν· ἵνα μὴ εἰς ἀνήκεστον κρημνὸν ὅλως καταπέσειε. Βδελυξάμενος τοίνυν τῶν γραμμάτων τὴν διδαχὴν, καταλείψας τε τὸν οἶκον καὶ τὰ πατρῷα αὐτοῦ πράγματα, μόνῳ Θεῷ ἀρέσαι ἐπιθυμήσας, τοῦ ἁγίου καὶ μονήρους βίου τὸ σχῆμα ἐπεπόθησεν. Ἀπέστη τοίνυν τῆς τῶν γραμμάτων παιδεύσεως, γινώσκων ὡς μὴ γινώσκων, καὶ σοφὸς ὡς ἄσοφος. Τούτου τοῦ σεβασμίου πατρὸς τὰ κατὰ Θεὸν κατορθώματα, ἐγὼ μὲν σαρκικοῖς ὀφθαλμοῖς οὐ τεθέαμαι, ἀλλ' ἅπερ ἀκήκοα παρὰ τεσσάρων αὐτοῦ τὸν ἀριθμὸν μαθητῶν διηγουμένων, ταῦτα ἐρῶ· Κωνσταντίνου λέγω δὴ εὐλαβεστάτου πάνυ ἀνδρὸς, ὅστις αὐτοῦ τὴν ποιμαντικὴν ἡγεμονίαν διεδέξατο· Βαλεντίνου, τοῦ πολλοῖς ἔτεσι τὴν ἐν Λατεράνῃ εὐαγεστάτην μονὴν διϊθύναντος· Συμπλικίου, τοῦ τὴν αὐτοῦ συνοδίαν μετέπειτα κατὰ διαδοχὴν τρίτον ποιμάναντος· Ὁνωράτου, τοῦ νυνὶ τοῦ κελλίου αὐτοῦ ἐν ᾧ πρότερον διῆγε, προεστῶτος.


ΚΕΦΑΛ. Α'. Περὶ τοῦ κλασθέντος μαγιδίου, καὶ διὰ προσευχῆς τοῦ ἁγίου σώου γεγονότος. Οὗτος τοίνυν ὁ πολὺς ἐν ἀρεταῖς διαλάμψας πατὴρ Βενέδικτος, ὡς ἤδη καταλείψας τὴν τοῦ βίου ματαιότητα, ἐπιθυμίαν θεάρεστον εἰσδέχεται τῇ ψυχῇ οἰκῆσαι τὴν ἔρημον· ἡ δὲ τούτου τροφὸς ἥτις αὒτὸν θερμῶς ἠγάπα, μόνη τῷ ἱερῷ τούτῷ ἠκολούθησε νεανίᾳ. Ὁπόταν δὲ τὸν τόπον κατέλαβον, τὸν ἐπιχωρίως ὀνομαζόμενον Ἐνφεῖδε, πολλοὶ εὐλαβέστατοι ἄνδρες, τῇ πρὸς αὐτὸν πνευματικῇ ἀγάπῃ ἑλκόμενοι, ἐκεῖσε παραγενόμενοι, ἐν τῷ τοῦ ἁγίου Πέτρου ναῷ σὺν αὐτῷ διέτριβον· ἡ προλεχθεῖσα τοῦ ἀοιδίμου τούτου πατρὸς Βενεδίκτου τροφὸς ἐπὶ τὸ καθαρίσαι σῖτον ἐκ τῶν πόῥῤωθεν οἰκουσῶν γυναικῶν, ἐν χρήσει μαγίδιν [μαγίδιον] ᾐτήσατο· ὅπερ λαβοῦσα, ἐπάνω τῆς τραπέζης ἁπλῶς καὶ ὡς ἔτυχεν ἔθετο. Ὑπὸ τοῦ μισοκάλου οὖν δαίμονος ῥιφὲν ἐκλάσθη, καὶ εἰς μέρη δύο εὑρέθη διαχωρισθέν. Ὑποστρέψασα οὖν ἡ τοῦ ἁγίου τροφὸς, καὶ εὑροῦσα τὸ αὐτὸ μαγίδιν εἰς δύο διαιρεθὲν μέρη, σφοδροτάτως ἤρξατο κλαίειν, ὅτι τὸ ἐν χρήσει ληφθὲν παρ' αὐτῆς σκεῦος κεκλασμένον ἑώρα. Βενέδικτος δὲ ὁ σπουδαιότατος καὶ Θεοῦ θεράπων, ἡνίκα τὴν ἑαυτοῦ τροφὸν κλαίουσαν ἐθεάσατο, τῷ πόνῳ καὶ τοῖς δάκρυσιν αὐτῆς συμπαθήσας, λαβὼν μεθ' ἑαυτοῦ τὰ ἀμφότερα τοῦ κεκλασμένου μαγιδίου μέρη, ἑαυτὸν μετὰ δακρύων ἐν τῇ πρὸς Θεὸν δεήσει ὑπέστρωσεν. Ὅστις ἀπὸ τῆς εὐχῆς ἀναστὰς, πλησίον ἑαυτοῦ τὸ σκεῦος κείμενον, ἀκέραιον εὗρεν, ὥστε μηδὲ ἴχνος ἐν αὐτῷ τοῦ κλάσματος εὑρεθῆναι· εὐθέως δὲ τὴν τροφὸν αὐτοῦ παρακλητικοῖς τε καὶ παραινετικοῖς λόγοις ἐπαλείψας, τοῦ μὴ ἀθυμεῖν ἐν ταῖς συμβαινούσαις συμφοραῖς, ἀκέραιον αὐτῇ τὸ μαγίδιν ἀποδέδωκεν, ὅπερ κεκλασμένον ἦν λαβὼν. Τοῦτο τὸ ἐξαίσιον θαῦμα ἐν τῷ αὐτῷ τόπῳ πᾶσιν ἐγένετο γνώριμον· ὥστε οἱ τοῦ τόπου ἐκείνου οἰκήτορες ἐν τῇ εἰσόδῳ τῆς αὐτόθι ἐκκλησίας τὸ ῥηθὲν μαγίδιν ἐκρέμασαν, πρὸς τὸ θεαθῆναι ὑπὸ πάντων τῶν εἰσιόντων καὶ ἐξιόντων ἐς δόξαν μὲν Θεοῦ, ἔπαινον δὲ τοῦ γνησίου αὐτοῦ δούλου Βενεδίκτου, καὶ τοῦ γνωσθῆναι πᾶσι τὴν ἐν αὐτῷ οἰκοῦσαν ἐκ νεαρᾶς ἡλικίας θείαν χάριν. Ὅπερ σκεῦος πολλοῖς ἔτεσιν ἐν αὐτῇ τῇ εἰσόδῳ τοῦ σεβασμίου ναοῦ κρεμάμενον διήρκεσεν· ὥστε καὶ μέχρι τῆς τῶν Λογγοβάρδων ἐλεύσεως ὑπὸ πάντων ἐθεωρεῖτο. Ἀλλ' ὁ φιλόθεός τε καὶ μισόδοξος Βενέδικτος, πλειὸνως τοῖς σωματικοῖς ἑαυτὸν ἐπεδίδου κόποις, βέλτιον εἶναι λογισάμενος τούτοις ἐντρυφᾷν, ἤπερ τοῖς ἀνθρωπίνοις ἐπαίνοις ἐπαίρεσθαι. Εἶτα τὴν ἰδίαν λάθρα καταλιπὼν τροφὸν, ἐν τοῖς τῆς ἐρημίας τόποις σχολάζειν ᾑρετίσατο· καὶ καταλαβὼν [ F. κατέλαβεν] τόπον τινὰ, ὃν ἐπιχωρίως ὀνομάζουσιΛάκκον, ὃς ἀπὸ τεσσαράκοντα μιλίων τῆς τῶν Ῥωμαίων διάκειται πόλεως, ἐν ᾧ πληθὺς ὑδάτων ἀναβλύζειν εἴωθεν, ἐξ οὗπερ λάκκου ἡ τῶν ὑδάτων πληθὺς εἰς διεξόδους ῥυάκων ἀποφέρεται. Ἐν δὲ τῷ πορεύεσθαι τὸν τοῦ Θεοῦ ἄνθρωπον, μοναχός τις, Ῥωμανὸς τῷ ὀνόματι τοῦτον πορευόμενον θεασάμενος, καὶ ἐν ᾧ τόπῳ ἀπείη καταμαθὼν, καὶ τὴν ἐπιθυμίαν αὐτοῦ ἐγνωκὼς, τὸ μὲν μυστήριον ἐν αὐτῷ ἐφύλαξε, βοήθειαν δὲ καὶ συνδρομὴν παρέσχεν αὐτῷ, ἐν οἷς ἂν ἡ χρεία ἀπῄτει. Ἀμφιάσας αὐτὸν καὶ τὸ τῶν μοναχῶν ἅγιον σχῆμα, καὶ κατὰ τὸ δυνατὸν διηκόνει αὐτῷ ἐν ταῖς σωματικαῖς χρείαις. Ὁ δὲ θεόφρων οὗτος ἀνὴρ, ἐν τῷ αὐτῷ τόπῳ ἐν στενοτάτῳ σπηλαίῳ ἑαυτὸν καθεῖρξε, καὶ ἐν τρισὶ χρόνοις, πλὴν Ῥωμανοῦ τοῦ μοναχοῦ, τοῖς ἀνθρώποις ἄγνωστος παντελῶς ὑπῆρχεν· ὅστις Ῥωμανὸς, οὐ μήκοθεν ἐν μοναστηρίῳ ὑπὸ τὸν τοῦ Ἀδεωδάτου πατρὸς κανόνα διῆγεν. Ἀλλ' εὐσεβῶς ὁ αὐτὸς τοῦ οἰκείου ἀββᾶ τὴν ὄψιν ὑπέκλεπτε, τῇ ὤρᾳ τῆς ἑστιάσεως, καὶ διὰ ῥητῶν τινων ἡμερῶν τῷ τοῦ Θεοῦ ἀνθρώπῳ Βενεδίκτῳ ἄρτον ἐκόμιζεν· ἐκ δὲ τοῦ μοναστηρίου Ῥωμανοῦ ὁδὸς οὐχ' ὑπῆρχε φέρουσα ἐν τῷ τοῦ ὁσίου σπηλαίῳ, διότι ὑψηλότατος ὑπὲρ ἄνωθεν κρημνὸς ὑπῆρχεν, ἀλλ' ἐκ τοῦ αὐτοῦ κρημνοῦ ἐν μακροτάτῳ σχοινίῳ ὁ Ῥωμανὸς κατάγειν αὐτῷ τὸν ἄρτον εἴθιστο. Ἐν ᾧ σχοινίῳ σεμνὸν κώδωνα ἔθετο, δι' αὐτοῦ σημαίνων τῷ ἁγίῳ τὴν αὐτοῦ παρουσίαν καὶ τὴν τοῦ ἄρτου ἐπαροχήν. Ἀλλ' ὁ τῶν εὐσεβῶν ἐχθρὸς καὶ τῆς ἀρετῆς ἐπίβουλός τε καὶ βάσκανος δαίμων, τῷ μὲν Ῥωμανῷ διὰ τὴν τῆς ἀγάπης συμπαθῆ φιλοφροσύνην ἀντέκειτο, Βενεδίκτῳ δὲ τῷ σεβασμίῳ ἐφθόνει, διὰ τὴν τῆς χρείας ἔνδειαν, καὶ πρὸς Θεὸν εὐχάριστον γνώμην. Βουλόμενος οὖν ταύτην ἀμβλῦναι, καὶ εἰς ῥᾳθυμίαν αὐτὸν ἀγαγεῖν, ἐν μιᾷ τῶν ἡμερῶν, ἐν ᾗ κατὰ τὸ συνῆθες ὁ Ῥωμανὸς τὸν ἄρτον διὰ τοῦ εἰρημένου σχοινίου τῷ ὁσίῳ ἐπεδίδου, ὁ τῶν ψυχῶν ἡμῶν ἐχθρὸς, ῥίψας λίθον τὸν κώδωνα συνέτριψεν. Ὁ τιμιώτατος δὲ Ῥωμανὸς ταῖς πρεπούσαις κατὰ Θεὸν ἐπινοίαις, οὐκ ἀπέστη τῆς θεαρέστου ἐκείνης διακονίας. Ὅτε δὲ ηὐδόκησεν ὁ παντοδύναμος Θεὸς τὸν μὲν Ῥωμανὸν τοῦ κόπου τῆς θεοφίλου ἐκείνης ὑπηρεσίας καταπαῦσαι, τὴν δὲ τοῦ μακαρίου πατρὸς Βενεδίκτου πολιτείαν εἰς πολλῶν ὠφέλειαν ἐπιδεῖξαι, μὴ συγχωρήσας ἐπὶ πολὺ τῷ μοδίῳ κρύπτεσθαι τὴν ἐξ αὐτοῦ ἀπαστράπτουσαν τῶν θαυμάτων, θείαν χάριν, τοῦτον ὑπεράνω τῆς λυχνίας ἔθετο, ὄπως λάμψῃ πᾶσι τοῖς οὗσιν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Πρεσβυτέρῳ γάρ τινι μήκοθεν διάγοντι τοῦ σπηλαίου, ἐν ᾧ ὁ ἀοίδιμος ἡσύχαζε Βενέδικτος, ἑτοιμασίαν ἑαυτῷ δαψιλῶν βρωμάτων πεποιηκότι, ἐν τῇ τοῦ ἁγίου πάσχα ἑορτῇ, δι' ὀπτασίας ὁ κύριος ὀφθῆναι κατηξίωσε, λέγων· « Ἰδοὺ σὺ, πρεσβύτερε, ἐδεσμάτων πολυτέλειαν ἑαυτῷ ἑτοιμάζεις, ὁ δέ δοῦλός μου Βενέδικτος ὑπ' ἐκείνῳ τῷ σπηλαίῳ διὰ τὴν πρὸς ἐμὲ ἀγάπην λιμῷ συνέχεται. » Ὅστις παρευθὺ ἀναστὰς ἐν αὐτῇ τῇ ἑορτῇ τοῦ ἁγίου πάσχα, μεθ' ὧνπερ ἑαυτῷ ἧν πεποιηκὼς ἐδεσμάτων, ἐν τῷ σπηλαίῳ ἐπορεύθη, καὶ τὸν τοῦ Θεοῦ ἄνθρωπον ἐν τοῖς τῶν ὀρέων κρημνοῖς, ἐν ταῖς διορυγαῖς τῶν κοιλάδων, ἐν ταῖς ὀπαῖς τῆς γῆς γῆς ἐζήτει, ὃν ἐν τῷ σπηλαίῳ εὑρὼν ἠσπάσατο. Γενομένης δὲ εὐχῆς παρ, ἀμφοτέρων, εὐλογήσαντες τόν Θεὸν ἐκάθισαν, θείοις λόγοις τὰς ἑαυτῶν ἐκτρέφοντες ψυχάς. Ἀναστὰς οὖν ὁ πρεσβύτερος παρεκάλει τὸν ἄγιον, λέγων· « Δεῦρο, πάτερ, μεταλάβωμεν τροφῆς, ὅτι σήμερον πάσχα ἐστί. » Πρὸς ὃν ἀποκριθεὶς ὁ ἄνθρωπος τοῦ Θεοῦ, εἶπεν· « Οἷδα ὅτι πάσχα ἐστὶν, ὅτι θεωρῆσαί σε ἠξιώθην. » Ἠγνόει γὰρ ὁ ὄσιος, ὅτι ἀληθῶς τῆς ἀναστάσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Κριστοῦ ἡ ἑορτὴ ὑπῆρχεν. Ὁ δὲ εὐλαβέστατος πφεσβύτερος πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον εἴπεν· « Ἐπ' ἀληθείας, πάτερ, σήμερον τῆς ἀναστάσεως τοῦ κυρίου ἡμῶν ἡ ἡμέρα ἐστὶ, καὶ νηστεύειν σε οὐδαμῶς ἁρμόζει. Καὶ γὰρ ἐγὼ ἐπὶ τούτῳ πρὸς σὲ ὑπὸ τοῦ Θεοῦ ἐστάλην ὅπως τῶν δωρεῶν αὐτοῦ ἀμφότεροι μεταλάβωμεν· « Εὐχαριστήσαντες οὖν τῷ Θεῷ, μετέσχον ἑκατεροι τροφῆς. Τελεσθείσης δὲ τῆς πνευματικῆς εὐφρασίας, καὶ τῆς τῶν γραφῶν ἐπωφελοῦς διαλέξεως, ἀσπασαμενος αὐτὸν ὁ πρεσβύτερος, ἀνεχώρησε, δοξάζων τὸν Θεὸν ἐπὶ τῇ τοῦ δικαίου ἀκτημοσύνῃ.

Ἐν αὐτῶisubgr; οὗν τῷ καιρῷ βοσκοί τινες τοῦτον ἐν τῷ σπηλαίῳ κρυπτόμενον ἑωρακότες, ἀμφιάσμασι δερματίνοις ἐνδεδυμένον, ἐδόκουν θηριον τι βλέπειν, καταλαβόμενοι δὲ αὐτὸν Θεοῦ δοῦλον ὑπαρχειν, τὴν ἑαυτῶν θηριώδη γνώμην ἀποβαλόντες. εἰς συμπάθειαν μετετράπησαν. Διέθεεν οὖν ἡ περὶ αὐτοῦ ἔνθεος φήμη ἐν τοῖς γειτνιάζουσι τόποις. Ὡς ἐκ τούτου λοιπὸν πλεῖστοι παρέβαλον πρὸς αὐτὸν τὰς τοῦ σώματος χρείας ἐπιφερόμενοι· ὁ δὲ ὅσιος πατὴρ τοῖς πνευματικοῖς τούτους μαλλον διέτρεφε διδάγμασιν.

CAPUT II. ΚΕΦΑΛ. Β' Περὶ τοῦ ἐπαναστάντος αὐτῷ σαρκικοῦ πολεμίου. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἡσυχάζοντι τῷ ἁγίῳ, ἰδοὺ ὁ πειραστὴς παραγέγονεν, ἐν σχήματι ὀρνέου μέλανος, ὅπερ ἐπιχωρίως κόσσυφον προσαγορεύουσι, καὶ τῷ ἡγιασμένῳ αὐτοῦ προσώπῳ περιίπτασθαι ἤρξατο ἀναιδῶς, ὤστε δύνασθαι ταῖς χερσὶ κρατηθῆναι, εἰ ὅλως τοῦτο ὁ ἅγιος ἤθελεν. Ὁ δέ θεοφόρος οὗτος ἀνὴρ τὴν τοῦ ἐχθροῦ ἐνέδραν κατανοήσας, τῷ σημείῳ τοῦ ζωοποιοῦ σταυροῦ ἑαυτὸν καθοπλίσας, τὸν ἐν σχήματι ὀρνέου φανέντα αὐτῷ δαίμονα ἄφαντον πεποίηκε. Τοσοῦτος δὲ πειρασμὸς τῆς σαρκὸς ἐπετέθη τῷ ἁγίῳ ματὰ τὴν ζοφοειδοῦς ὁρνέου ἀναχώρησιν, οἷος οὐ πώποτε τῷ ὁσίῳ ἐγεγόνει· γυναῖκα γάρ τινα ἤν ποτε ἑωρακὼς ἦν ἐν τῷ κοιρῷ τῆς νεότητος αὐτοῦ ὁ ἀπαθὴς οὗτος καὶ τίμιος ἀνὴρ, ταύτην ὁ τῆς πορνείας δαιμων σχηματίσας, τοῖς τοῦ δικαίου παρεστήσατο νοητοῖς ὀφθαλμοῖς· τοσαύτην δέ τῆς σαρκὸς πύρωσιν ἐν αὐτῷ ἀντικείμενος ἀνῆψεν, ὥ στε παρὰ βραχὺ σαλευθῆναι αὐτὸν ἀπὸ τῆς ψυχικῆς ἀκηδίας, καὶ ἐπὶ τὸν κόσμον παλινδρομῆσαι· ἀλλ' ἠ τοῦ Θεοῦ σωτήριος χάρις τοῦτον ἐνισχύσασα, νικητἠν κατὰ τῶν παθῶν ἀνέδειξε. Τῷ γὰρ βελτιονι καὶ σώφρονι λογισμῷ ἑαυτὸν ῥυθμίσας, τῆς τοῦ ἐχθροῦ πανουργίας περιεφρούρησεν. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ, κνιδῶν τε καὶ ἀκανθῶν πλῆθος σύνέγγυς θεασάμενος, καὶ ἀπεκδυσάμενος τὸ ἱράτιον, γυμνὸν ἑαυτὸν ἐν τοῖς τῶν κνιδῶν καὶ ἀκανθῶν ὀξυτάτοις κέντροις ἔῤῥιψε, καὶ ἐπὶ πολλαῖς ὥραις ἐν αὐτοῖς κυλισθεὶς ἐγκαρτερῶν, καὶ ἅπαν τὸ ἑαυτοῦ σῶμα αἵμασι περιῤῥεόμενον βλέπων, γενναίως ὑπενέγκας τὰς τούτων ἀλγηδόνας, λυτρωθείς τε τοῦ τοιούτου θανατηφόρου λογισμοῦ, τῷ Θεῷ μεγάλῳ διέμενεν εὐχαριστῶν· καὶ ἀπὸ τότε λοιπὸν, ἐν παντὶ τῷ τῆς ζωῆς αὐτοῦ χρόνῳ, ὁ ἐν σχήματι γυναίου φανεὶς αὐτῷ δαίμων τῆς πορνείας, οὐδαμῶς τούτῳ παρενοχλῆσαι ἐτόλμησς, καθὼε, αὐτὸς ὁ ἐν πειρασμοῖς ἀήττητος πατὴρ τοῖς ἑαυτοῦ μετέπειτα διηγήσατο μαθηταῖς. Πολλοὶ οὖν τὰ τοῦ κόσμου τερπνὰ καταλείψαντες πρὸς αὐτὸν παρέβαλον, οἰκοδομῆς χάριν πνευματικῆς, καὶ ἐδιδάσκοντο παρ' αὐτοῦ ἀνδρεὶως ταῖς τῆς πονηρίας ποικίλαις δυνάμεσιν ἀντιτάττεσθαι. Ὅθεν διὸ Μωϋσέως κελευόμεθα, τοὺς Λεβίτας ἀπὸ πέμπτου καὶ εἰκοστοῦ τῆς οἰκείας ἡλικίας χρόνου, πρὸς τὴν ὑπηρεσίαν ἐγχειρίζεσθαι, ἀπὸ δέ πεντηκοστοῦ χρόνου, φυλακας τούτους τῶν σκευῶν εἷναι.

ΠΕΤΡ. Ἐκ τῆς νυνὶ λεχθείσης μοι μαρτυρίας, θαυμαστή τις ἐπίγνωσίς μοι διαλάμπει, ἀλλὰ δυσωπῶ τοῦτό μοι σαφῶς ἑρμηνεῦσαι.

ΓΡΗΓΟΡ. Δῆλον, Πέτρε, πᾶσι καθέστηκεν, ὡς ἐν τῇ νεότητι τῆς σαρκὸς ἡ τοῦ σώματος πύρωσις, καὶ ὁ βρασμὸς τῶν παθῶν τοῖς ἀνθρώποις ἐνοχλεῖν εἴωθεν· ἀπὸ δὲ χρόνου πεντηκοστοῦ ἡ φυσικῶς προσοῦσα τῷ σώματι θέρμε συστέλλεται. Σκεύη δὲ ἱερὰ καὶ τῷ Θεῷ ἀνακείμενά εἰσι τῶν πιστῶν τὰ νοήματα. Οἱ δὲ ἐκλεκτοὶ, ἐφ' ὅσον ἐν τῷ τῶν παθῶν κλύδωνι χειμάζονται, ὑπηρεσίαις καὶ κόποις σωματικοῖς ἀναγκαῖον αὐτούς ἐστι διαμεῖναι. Ἡνίκα δὲ παλαιωθεῖσα τῶν παθῶν ἡ νεότης, καὶ εἰς τὸν γαλήνης λιμένα καταντήσῃ, καὶ ἡ τοῦ σώματος ἀποδράσῃ θέρμη, τότε φύλακες τῶν σκευῶν καθίστανται, διότι ψυχῶν διδύσκαλοι γίνονται.

ΠΕΤΡ. Ὁμολογῶ καὶ ἀρέσκομαι ἐπὶ τοῖς λεχθεῖσιν, ἀλλ' αἰτῶ, ἵνα τῆς προτεθείσης μαρτυρίας τὸ δυσερμήνευτον φανερώσῃς, καὶ περὶ τῆς ζωῆς τοῦ δικαίου τούτου, καὶ τῆς ἐνάρξεως τῆς αὐτοῦ πολιτείας τὴν διήγησιν ἡμῖν ποιήσασθαι.


CAPUT III. ΚΕΦΑΛ Γ'. Περὶ τοῦ προσενεχθέντος αὐτῷ φαρμάκου ἐν ποτηρίῳ ὑελίνῳ.

ΓΠΗΓΟΡ. Ἐκποδὼν ἤδη γεγονότος ἀπὸ τοῦ ἁγίου τοῦ ῥηθέντος πειρασμοῦ, ὡς ἐξ ἀκανθῶν λυτρωθεὶς ὁ τοῦ Θεοῦ ἄνθρωπος, οὔτω διέμεινεν ἀταράχῳ λογισμῳ καὶ λοιπὸν ὑπὸ τῆς τοῦ ἁγίου πνεύματος χάριτος καλλιεργηθείσης αὐτοῦ τῆς καρδίας, εὐφορώτερον διδασκαλίας τὸν καρπὸν ἀπεδίδου, ὡς ἐκ τούτου ἐξάκουστον γενέσθαι πᾶσι τὴν περὶ αὐτοῦ ἀξιοθαύμαστον φήμην. Ἦν δὲ μοναστήριον οὐ μακρὰν τοῦ σπηλαίου τοῦ ἐν ἁγίοις πατρὸς Βενεδίκτου, ἐν ᾧ ὁ τῆς ἐκεῖσε συνοδίας ἐτελεύτησε προεστώς. Πάντες οὖν οἱ ἐκεῖσε ὄντες ἀδελφοὶ, ὁμοθυμαδὸν πρὸς τὸν μακάριον παραγενόμενοι, ἐλιπάρουν αὐτὸν, ὅπως γένηται αὐτοῖς πρὸς Θεὸν ὁδηγὸς καὶ ποιμήν. Ὁ δὲ τὴν ἐκπαιδόθεν συνακμάσασαν αὐτῷ θεομίμητον ταπείνωσιν καταλεῖψαι μὴ ἀνασχόμενος, τὴν τοιαύτην αὐτῶν παράκλησιν ἀπεσείσατο, ἁμαρτωλὸν ἑαυτὸν λέγων καὶ ἀνάξιον, ἐπαγαγὼν καὶ τοῦτο· « Ὅτι τὰ ἐμὰ ἤθη οὐ συμφωνοῦσι τοῖς ἤθεσιν ὑμῶν. » Νικηθεὶς δὴ ὑπὸ τῆς συμπαθοῦς φιλαδελφίας, μόλις τῇ τούτων εἶξε παρακλήσει. Ἐν δὲ τῷ τὸν μακάριον ἐν τῇ αὐτῇ μονῇ ἐπαγρύπνως φυλάττειν τὴν τοῦ μοναστηρίου κατάστασιν, καὶ μὴ συγχωρεῖν αὐτοῖς τοῖς οἰκείοις θελήμασι φέρεσθαι, ὡς ἐθεάσαντο τὴν τοῦ ὁσίου ἁγιότητά τε καὶ ἀκριβεστάτην ἄσκησιν μὴ συνᾴδουσαν τῇ ἑαυτῶν πονηρίᾳ, ἤρξαντο ἑαυτοῖς διαμάχεσθαι, καὶ μεταμελεῖσθαι, ὅτι τοιοῦτον ἑαυτοῖς ἀκριβέστατον καὶ ἀσκητικώτατον ἄνδρα ἡγούμενον ἐξῃτήσαντο· ἐκείνων μὲν οὖν ἡ στρεβλότης τῷ τοῦ μακαρίου διεμάχετο νόμῳ· τοῖς σκολιοῖς γὰρ ἤθεσι βδελυκτὴ ὑπάρχει ἡ τῶν δικαίων πολιτεία. Γνόντες οὖν οἱ στασιώδεις ἐκεῖνοι, ὅτι ἡ αὑτῶν φιλοτάραχος γνώμη κατὰ τὸ αὑτοῖς δοκοῦν οὐκ ἐτελέσθη, φάρμακόν τι θανάσιμον οἴνῳ συμμιξαντες, ἐν ποτηρίῳ τε ὑελίνῳ βαλόντες, ἀνακειμένῳ τῷ πατρὶ κατὰ τὸ σύνηθες ἐν τῇ τῆς ἑστιασέως ὥρᾳ, τὸ τοιοῦτον θατατηφόρον ποτὸν ἐπιδοῦναι τῷ ἁγίῳ ἐτόλμησαν· ὁ δὲ σημειοφόρος καὶ μέγας πατὴρ Βενέδικτος ἐκτείνας τὴν χεῖρα, τὸ σημεῖον τοῦ ζωοποιοῦ σταυροῦ πεποίηκε, καὶ παραυτίκα τὸ σκεῦος διαῤῥαγὲν πέπτωκεν ἐπὶ τῆς γῆς· οὕτω δὲ συνετρίβη, τῇ τοῦ τιμίου καὶ πανσέπτου σταυροῦ δυνάμει, ὡς νομίζειν τοὺς θεασαμένους λίθῳ τὸ ὀλέθριον ἐκεῖνο συνθλασθῆαι ποτήριον. Ἔγνω οὖν ὁ τοῦ Θεοῦ ἄνθρωπος, ὅτι τὸ ποτὸν θανάσιμον ἦν, ὅπερ ὑπενέγκαι οὐκ ἠδυνήθη πεποιηκότος τοῦ ἁγίου τὸ σημεῖον τῆς ζωῆς ἡμῶν. Εὐθέως οὖν ἀναστὰς ἱλαρῷ τῷ προσώπῳ καὶ γαληνῷ τῷ λογισμῷ, προσκαλεσάμενος τοὺς ἀδελφοὺς εἶπε πρὸς αὐτοὺς· « Ἐλεήσοι ὑμᾶς, τέκνα, ὁ παντοδύναμος Θεός· διὰ τί ἐν ἐμοὶ ποιῆσαι ταῦτα ἠθελήσατε; οὐχὶ πρώην εἶπον ὑμῖν, ὅτι οἱ ὑμέτεροι τρόποι τοῖς ἐμοῖς ἤθεσιν οὐ συνέρχονται; ἀπέλθετε, καὶ κατὰ τὰ ἤθη ὑμῶν πατέρα ἑαυτοῖς ἐκζητήσατε· ἐγὼ γὰρ μεθ' ὑμῶν εἶναι οὐ δύναμαι. » Τότε μετὰ πάσης προθυμίας ὁ ἅγιος τὸν τόπον κατέλαβεν ἔνθα τὸ πρὶν κατῴκει, τὴν ἀρχῆθεν αὐτοῦ φίλην ἡσυχίαν ἀσπαζόμενος, καὶ ὑπὸ τοῦ ἐν ὑψηλοῖς κατοικοῦντος καὶ τὰ ταπεινὰ ἐφορῶντος Θεοῦ μόνου φρουρούμενος, καὶ ἑαυτῷ προσέχων, κατῴκησε μεθ' ἑαυτοῦ.

ΠΕΤΡ. Ὀλίγον, θεόῤῥημον δέσποτα, ἀσαφὲς καθέστηκέ μοι τὸ εἰρημένον· τί γάρ ἐστι τὸ Κατῴκησε μέθ' ἑαυτοῦ;

ΓΡΗΓ. Ἐφ' ὅσον ὁ ἄγιος οὗτος ἀνὴρ τοὺς μεθ' ἑαυτοῦ ἀδελφοὺς ὁμοψύχους τε καὶ ἓν πνέοντας μὴ εὑρηκὼς, ἀλλὰ καὶ τῆς πολιτείας αὑτοῦ μακρὰν ὄντας, καὶ μὴ βιαζομένους ἑαυτοὺς ἐν τῇ τοῦ Χριστοῦ ταπεινῇ ὁδῷ βαδίζειν, πολλάκις δὲ τῆς οὀκείας ἀμελήσαντας σωτηρίας αὐτοὺς ὁρῶν, λίαν ἐσπλαγχνίζετο ἐπ' αὐτοὺς, καὶ ὑφ' ἑαυτὸν σκέπειν τε καὶ ποιμαίνειν ἔσπευδεν· ἡνίκα δὴ καθ' ἑκάστην ὑπὲρ τῆς ἐκείνων διορθώσεως ἐκοπία, ἑώρα δὲ ἑαυτὸν τῆς πρὸς Θεὸν ἀναβάσεως ἐλαττούμενον, πλεονάκις ἑαυτὸν κατελίμπανεν, ἐκείνους δὲ οὐχ' ηὕρισκεν: ἐπεὶ ποσάκις διὰ κινήσεως λογισμῶν ἀπρεπῶν, ἔξωθεν ἡμῶν· ἑαυτῶν ἀπαγόμεθα, καὶ ἡμεῖς μὲν ἐσμεν, μεθ' ἑαυτῶν δὲ οὐκ ἐσμέν· τὰ γὰρ καθ' ἑαυτοὺς μὴ σκοποῦντες, εἰς ἕτερα περιφερόμεθα . Καὶ γὰρ ἐκεῖνον ἔξω ἑαυτοῦ εἶναι λέγομεν, τὸν εἰς χώραν μακρὰν βαδίσαντα, καὶ τῆς οἰκείας οὐσίας τὸ μέρος καταφαγόντα, καὶ ἑνὶ τῶν ἐκεῖσε πολιτῶν προσκολληθέντα, χοίρους τε βοσκήσαντα, οὓς ἑώρα κεράτια ἐσθίοντας, ἑαυτὸν δὲ λιμῷ τηκόμενον· ὅστις ἤρξατο ἐν ἐαυτohtigr;ι διαλογίζεσθαι περὶ τῶν ἀγαθῶν, ὧνπερ ἀπώλεσε. Γέγραπται γὰρ περὶ αὐτοῦ, ὅτι « εἰς ἑαυτὸν ἐλθὼν, εἶπε, πόσοι μίσθιοι ἐν τῷ οἴκῳ τοῦ πατρός μου περισσεύουσιν ἄρτων; » Εἰ τοίνυν μεθ' ἑαυτὸν [melius ἑαυτοῦ] ἦν, πῶς εἰς ἑαυτὸν ἐπανῆκεν ; τοῦτον γοῦν τὸν τῆς εὐλογίας φερώνυμον πατέρα μεθ' ἑαυτοῦ κατοικεῖν εἶπον, ὅτι ἐπαγρύπνῳ φυλακῇ ἑαυτὸν διαπαντὸς περιεσκόπει, τῷ τοῦ κτίστου ἀκοιμήτῳ ὀφθαλμῷ ἑκάστοτε ἑαυτὸν θεώμενον ἐπιστάμενος· καὶ τὰ οἰκεῖα ἑαυτοῦ ἐξετάζοντα κατὰ τὸν θεοπάτορα Δαυῒδ προφήτην, τὸν λέγοντα· « Προορώμην τὸν κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ. »

ΠΕΤΡ. Πῶς οὖν περὶ τοῦ μακαρίου Πέτρου γέγραπται τοῦ Ἀποστόλου, ὅτι ἐκ τοῦ δεσμωτηρίου διὰ τοῦ ἀγγέλου ἐξεβλήθη; ὅτι ἐν ἑαυτῷ γενόμενος, εἶπε· « Νῦν οἶδα ἀληθῶς, ὅτι ἐξαπέστειλε κύριος τὸν ἄγγελον αὑτοῦ, καὶ ἐρύσατο με ἐκ χειρὸς Ἡρώδου, καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων. »

ΓΡΗΓ. Δυσὶ τρόποις, Πέτρε, ἔξω ἡμῶν ἑαυτῶν ἀπαγόμεθα, ἢ διὰ τῶν ἐπισφαλῶν τε καὶ μοχθηρῶν διαλογισμῶν ὑφ' ἑαυτῶν συμπίπτομεν, ἢ δι' ἐπισκοπῆς τῆς θείας χάριτος ὑπὲρ ἄνω ἑαυτῶν ἀνιστάμεθα. Ἐκεῖνος γοῦν ὁ τοὺς χώρους βοσκήσας, διὰ τῆς τοῦ οἰκείου νοὸς ἀμελείας τε καὶ ἀκαθαρσίας, ὑφ' ἑαυτὸν ὑποπέπτωκεν· οὗτος δὲ ὁ ὑπὸ τοῦ ἀγγέλου λυθεὶς, καὶ ἐκ τῆς φυλακῆς ἐξελθὼν, τοῖς νοεροῖς ὑπ' αὐτοῦ φωτισθεὶς ὀφθαλμοῖς ἡρπάγη ἐν ἐκστάσει, καὶ οὐκ ἔξω ἑαυτοῦ, ἀλλ' ὑπὲρ ἄνω ἑαυτοῦ γέγονεν. Οἱ ἀμφότεροι τοίνυν εἰς ἑαυτοὺς ἐπανῆλθον· ἐκεὶνος μὲν ἐκ τῆς τῶν πονηρῶν ἔργων πλάνης ἀναστήσας, ἐν τῇ οἰκείᾳ καρδίᾳ συνήγαγεν ἑαυτόν· οὗτος δἐ. διὰ τῆς τοῦ ἀγγέλου ὀπτασίας ἐν ἐκστάσει γενὸμενος εἰς τοῦτο ἐπανῆλθεν, εἰς ὅπερ τῇ ἐπιγνάσει τῆς φυσικῆς κοινωνίας τὸ πρότερον ὑπῆρχεν. Ὁ οὖν προωρισμένος ὑπὸ Θεοῦ πατὴρ Βενέδικτος ἐν τῇ τῶν ἠθῶν ἡσύχῳ καὶ μονοτρόπῳ σεμνότητι κατῴκησε μεθ' ἑαυτοῦ δηλαδὴ, ὅταν ἑαυτὸν ἐν τῇ τῶν λογισμῶν θεοπρεπεῖ κυβερνήσει διετήρησεν· ὁσάκις γὰρ τοῦτον τῆς ὀπτασίας τὸ μέγεθος εἰς ὕψος ἥρπασεν, ἑαυτὸν, τουτέστιν ὑφ' ἑαυτὸν κατέλιπεν.

ΗΕΤΡ. Ἠνέῳκταί μοι ὃ λέγεις, ἀλλ' αἰτῶ ἀποκριθῆναί μοι, τίνος χάριν τοὺς ἅπαξ αὐτῷ ἐμπιστευθέντας ἀδελφοὺς κατέλειψεν, ὧν τὴν φροντίδα ἀνεδέξατο.

ΓΡΗΓ. Καθὼς ἐγὼ, Πετρε, ὑπολαμβάνω, ἑνωθέντες ὁμοψύχως ἐκεῖ οἱ φρατριασταὶ ἐπὶ τῇ ἑαυτῶν λύμῃ, ὑπομονῆς πολλῆς δέον ἐστὶ πρὸς τὸ ὑποφέρειν τὴν τῶν κακῶν ἀντιλογίαν, μάλιστα ἐὰν μὴ προσγίνεταί τις παρηγορία, εἰ συμβῇ ἐν αὐτοῖς ὀλίγους εὑρεθῆναι ἀγαθούς. Ἐπεὶ ἔνθα παντάπασιν καρπὸς ἐκ τοῦ κόπου οὐκ ἔστιν ἐλπιζόμενος, ἀνόητος ἡ συνοίκησις ὅμως συμβαίνει γίνεσθαι ἀγώνων τε καὶ ἱδρώτων εἰς μοχθηροὺς καὶ ἀδιόρθωτον γνόμην κεκτημένους κάματον πολὺν· ἀλλ' οὖν διάκονος εὐρίσκεται. Μέγα οὖν ὑπάρχει, ἐὰν οἱ οὕτω σκολιῶς διακείμενο;, τῷ Θεῷ δυνήσονται προσαγαγεῖν καρπὸν κρείττονα. Ὁ μακάριος οὖν ἐκεῖνος ἀνὴρ τίνος χάριν σὺν αὐτοῖς εἶχε κατοικῆσαι, ὁπόταν πάντας ἐκείνους ὁμοψύχους καταδιώκοντας αὐτὸν ἑώρα; διαφόρως οὖν τελοῦνταί τινα ἐν ταῖς τῶν δικαιων ψυχαῖς, ἅπερ ἀδύνατόν ἐστι σιωπῇ παραδραμεῖν. Ὅταν γὰρ θεάσωνται τῶν οἰκείων κόπων τὸ ἀκερδὲς καὶ ἀνόητον, ἐν ἑτέρῳ τόπῳ μεταναστεύουσιν, ἐν ᾧ καρποφορῆσαι δυνήσονται. Καθάπερ καὶ ὁ τῆς ἀληθείας κήρυξ, ὅστις ἀναλύεσθαι ἐπόθει, καὶ σὺν Χριστῷ εἰναι ὁ εἰπών, « Ἐμοὶ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέδος· » ὁ τοὺς ἀγῶνας τῶν παθημάτων οὐ μόνον αὐτὸς ὑπομείνας, ἀλλὰ καὶ ἑτέρους ταῦτα ὑπομένειν διδάξας· ἐν Δαμασκῷ ποτε διωγμὸν ὑπομείνας, ἵνα δυνηθῇ ἐκφυγεῖν, τεῖχος, σχοινίον, καὶ σπυρίδιον ἐζήτησε, καὶ αὑτὸν λαθραίως κατενεχθῆναι ἐθέλησε Μὴ τὸν μακάριον Παῦλον θάνατον λέγομεν δεδοικέναι, ὃς ἑαυτὸν διὰ τὸν πρὸς Ἰησοῦν Χριστὸν πόθον, μαρτυρίῳ ἐπέδωκεν; ἀλλ' ἕως μὲν ἐν Δαμασκῷ ὑπῆρχεν, οὐ πάνυ ἑαυτὸν καρποφοροῦντα ἑώρα. Ὅθεν λοιπὸν ἀναγκαῖον ἐλογίσατο μεταναστεῦσαι ἐν ἑτέροις τόποις, ἐν οἷς καρποφορίαν πλεονάζουσαν σὺν καμάτῳ πολλῷ τῷ Χριστῷ προσήγαγεν. Ὡς ἄριστος οὖν ἀγωνιστὴς ὑπὲρ Χριστοῦ οὐκ ἠνέσχετο ἔνδον τῶν κλείθρων Δαμασκοῦ μένειν, ἀλλὰ τοῦ ἀγῶνος τὸ στάδιον ἐζήτησεν, ἐν ᾧ τὸν ἐχθρὸν ἐνίκησεν. Ὅθεν καὶ ὁ θεόφρων πατὴρ Βενέδικτος, ἐάν ἀσμένως προσέχῃς τοῖς ῥηθησομένοις, τάχιον γνώσῃ, ὅτι ζῶν πολλοὺς ἐν διαφόροις τόποις κατήλιπε μαθητὰς, καὶ τούτους κατὰ τῆς τοῦ ἐχθροῦ πλάνης ἐνεύρωσέ τε καὶ διανέστησεν.

ΠΕΤΡ. Οὕτως ἐστὶ καθὼς διδάσκεις, καὶ ἡ προσενεχθεῖσα ἁρμοδίως μαρτυρία δηλοῖ ταῦτα οὕτως ἔχειν· ἀλλ' ἐκδυσωπῶ, ὅπως ἐν τῇ προτέρᾳ τῆς τοῦ δικαίου πολιτείας ψυχωφελεῖ διηγήσει ἐπανέλθωμεν.

ΓΡΗΓΟΡ. Ἐν τῷ τὸν μακάριον ἐκεῖνον ἄνδρα, ἐν τῷ προειρημένῳ σπηλαίῳ θείαις ἀρεταῖς ἐξαστράπτειν δυνάμεσί τε καὶ σημείοις, οἷς ἐποίει δι' αὐτοῦ ὁ Θεὸς, καὶ εἰς ὕψος ἀγγελικῆς δόξης ἀναβιβασθῆναι, πολλοὶ ἐντεῦθεν ἐν αὐτῷ τῷ τόπῳ παραγεγόνασιν, αἰτούμενοι ὑπὸ τὴν αὐτοῦ θεόσδοτον ποιμανθῆναι χάριν. Ὁ δὲ φιλόθεός τε καὶ φιλόψυχος πατὴρ Βενέδικτος δώδεκα αὐτόθι μοναστήρια τῇ τοῦ Χριστοῦ δυνάμει συνεστήσατο, ἐν οἷς ὥρισε δώδεκα μοναχοὺς ἐν ἑκάστῃ μονῇ εἶναι· ὀλίγους δὲ μεθ' ἑαυτοῦ κατέσχεν, οὓς ὑπὸ τὴν ἑαυτοῦ διδασκαλικὴν παιδαγωγίαν πριμανθῆναι ἔκρινεν. Ἤρξαντο οὖν λοιπὸν πλεῖστοι, καὶ ἐκ τῆς Ῥωμαίων πόλεως εὐγενέστατοι καὶ σπουδαῖοι πρὸς αὐτὸν φοιτᾷν, καὶ τοὺς ἑαυτῶν υἱοὺς δι' αὐτοῦ τῷ Θεῷ προσφέρειν. Τότε τοίνυν τῆς καλῆς ἐλπίδος τὰ τέκνα Ἐβίτζιος καὶ Μαῦρος πρὸς αὐτὸν ἀπετάξαντο, καὶ Τέρτουλλος δὲ ὁ πατρίκιος Πλάκιδον παρέδωκεν· ἐξ ὧν ὁ Μαῦρος νεανικώτερος ὑπάρχων, ἡνίκα τοῖς ἀγαθοῖς συνηύξησεν ἤθεσιν, ἤρξατο λοιπὸν συνεργὸς τοῦ διδασκάλου γίνεσθαι· ὁ δὲ Πλάκιδος νέος ἔτι ὑπάρχων ἀσκητικοῖς τὴν πόνοις ἑαυτοῦ νεότητα κατεδάμαζεν.


CAPUT IV. ΚΕΦΑΛ. Δ'. Περί τινος μοναχοῦ ἐῶντος τὴν μονὴν καὶ σχολάζοντος εἰς γηΐνας θεωρίας. Ἐν ἑνὶ δὲ τῶν αὐτῶν μοναστηρίων, ὧν πέριξ συνεστήσατο ὁ τοῦ Θεοῦ θεράπων Βενέδικτος, ἦν τις μοναχὸς ὑπὸ ῥᾳθυμίας ὀχλούμενος· ὅστις τῷ τῆς προσευχῆς καιρῷ στῆναι σὺν τοῖς ἀδελφοῖς οὐκ ἐκαρτέρει, ἀλλ' ἡνίκα πάντες οἱ ἀδελφοὶ εἰς γονυκλισίαν ἑαυτοὺς ἐνώπιον τοῦ Θεοῦ ἐστρώννυον, ἐκεῖνος ἐξήρχετο ἔξω, καὶ τῇ ἀργολογίᾳ καὶ ῥαθυμίᾳ ἑαυτὸν ἐξεδίδου. Ὁ δὲ τούτου ἀββᾶς πολλάκις αὐτὸν νουθετήσας, καὶ μηδὲν ἀνύσας, πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον τοῦτον ἀπήγαγεν· ὅστις αὐτοῦ τὴν ματαιότητα σεμνῶς τε καὶ πρεπόντως διήλεγξεν, καὶ τῇ νουθεσίᾳ τοῦτον στηρίξας ἀπέλυσεν· ὁ δὲ ἐν τῷ μοναστηρίῳ ὑποστρέψας, μόλις δύο ἡμέρας ἐν τῇ τοῦ ἀνθρώπου τοῦ Θεοῦ νουθεσίᾳ διέμεινεν, ἐπεί τοί γε τῆisubgr; τρίτῃ ἡμέρᾳ εἰς τὸ διαβολικὸν ἔθος ὑποστρέψας, πλάζεσθαι τῷ καιρῷ τῆς προσευχῆς ἤρξατο. Ὁ δὲ τούτου ἀββᾶς θεασάμενος αὐτὸν ὑπὸ τοῦ τῆς ἀκηδίας δαίμονος νικηθέντα, αὖθις πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον παραγενόμενος, διηγήσατο αὐτῷ τὰ κατὰ τὸν ἀδελφόν· ὁ δὲ ἅγιος εἶπε πρὸς αὐτόν· « Ἐγὼ ἐλθὼν δι' ἑαυτοῦ διορθοῦμαι αὐτόν. » Ἐλθόντος οὖν αὐτοῦ εἰς τὴν μονὴν, καὶ τῇ ὡρισμένῃ ὥρᾳ ἡνίκα ἐπληρώθη ὁ τῆς ψαλμῳδίας ὕμνος, καὶ ἑαυτοὺς οἱ ἀδελφοὶ εἰς προσευχὴν δεδώκασι γόνυ κλίναντες, εἶδεν ὁ ἅγιος, καὶ ἰδοὺ νεανίσκος τις αἰθίωψ τῷ εἴδει κρατήσας τὸ πτερύγιον τοῦ ἱματίου τοῦ ἀδελφοῦ ἐκείνου τοῦ ἐν τῇ προσευχῆ καρτερῆσαι μὴ δυναμένου, εἷλκεν αὐτὸν ἔξω τῆς ἐκκλησίας. Τότε ὁ ἅγιος τῷ προεστῶτι τῆς μονῆς ἐκείνης, Πομπηϊανῷ τοὔνομα, καὶ Μαύρῳ τῷ δούλῳ τοῦ Θεοῦ μυστικῶς εἶπεν· « Οὐχ ὁρᾶτε τίς ἐστιν ὁ τὸν μοναχὸν τοῦτον ἔξω τῆς ἐκκλησίας ἕλκων· » οἱ δὲ ἀποκριθέντες, εἶπον· « Οὐχὶ, πάτερ, » · πρὸς οὓς ὁ ἅγιος εἶπεν· « Εὐξώμεθα ὅπως καὶ ὑμεῖς θεάσησθε ὃν οὗτος ὁ μοναχὸς ἀκολουθεῖ. » Ὡς δὲ ηὔξαντο ἐπὶ δύο ἡμὲρας, Μαῦρος ὁ μοναχὸς ἐθεάσατο, Πομπηϊανὸς δὲ ὁ τοῦ αὐτοῦ μοναστηρίου πατὴρ θεωρῆσαι οὐκ ἠδυνήθη· τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ πληρωθείσης τῆς εὐχῆς ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐξελθὼν ἐκ τοῦ εὐκτηρίου ἑστῶτα ἔξω τὸν μοναχὸν εὗρε, καὶ τοῦτον διὰ τὴν τύφλωσιν τῆς καρδίας αὐτοῦ τῇ ῥάβδῳ ἔτυψεν· ὅστις ἀπ' αὐτῆς τῆς ἡμέρας ἠλευθερώθη ἐκ τῆς συνεχούσης αὐτὸν ῥᾳθυμίας τοῦ δαίμονος, καὶ λοιπὸν ἐν τῇ προσευχῇ προθύμως σὺν τοῖς ἀδελφοῖς μέχρι συμπληρώσεως διέμενε, μηκέτι τοῦ ἐχθροῦ ἐκείνῳ τῷ ἀδελφῷ προσψαῦσαι τολμήσαντος, ὡς οἷα ὑπὸ τοῦ ἁγίου τῇ πληγῇ τῆς ῥάβδου μαστιγωθείς.


CAPUT V. ΚΕΦΑΛ. Ε'. Περὶ τοῦ ἐξελθόντος χειμάῤῥου διὰ προσευχῆς αὐτοῦ ἐκ πέτρας ζώσης. Ἐκ τῶν ῥηθέντων τοίνυν μοναστηρίων, ὧνπερ ἐν αὐτῷ τῷ τόπῳ συνεστήσατο ὁ ἐν ἁγίοις πατὴρ Βενέδικτος, τρία ἐξ αὐτῶν ὑπεράνω τῶν τοῦ ὄρους ἦσαν κρημνῶν, καὶ σφόδρα ὑπῆρχε τοῖς ἀδελφοῖς ἐπίμοχθον τὸ διηνεκῶς κατέρχεσθαι εἰς τὸν λάκκον, καὶ τὴν τοῦ ὕδατος πορίζεσθαι χρείαν· ἡ γὰρ πάροδος διὰ τοῦ ἐπικινδύνου μέρους τοῦ ὄρους ἦν, ὥστε σὺν φόβῳ πολλῷ κατιέναι αὐτοὺς καὶ ἀνέρχεσθαι. Τότε συναχθέντες οἱ ἐν τοῖς τρισὶν ἐκείνοις μοναστηρίοις κατοικοῦντες μοναχοὶ πρὸς τὸν δοῦλον τοῦ Θεοῦ Βενέδικτον παρεγένοντο, παρακαλοῦντες αὐτὸν καὶ λέγοντες· « Πάτερ τίμιε, δύσκολον ἡμῖν ἐστι διὰ τὴν τοῦ ὅρους ἀμφίκρημνον διάβασιν ἕως τοῦ λάκκου κατέρχεσθαι, καὶ τὴν τοῦ ὕδατος χρείαν πορίζεσθαι· ἐπάναγκες οὖν ἐστι μετοικῆσαι τὰ μοναστήρια, ἵνα μή τινες τῶν ὰδελωῶν ὀλισθήσαντες βιαίῳ θανάτῳ περιπέσωσιν. » Οὓς παραινετικοῖς τε καὶ παρακλητικοῖς λόγοις ἐπαλείψας ἀπέλυσεν. Αὐτῇ δὲ τῇ νυκτὶ παραλαβὼν νεανίαν τινὰ μεθ· ἑαυτοῦ Πλάκιδον τοὔνομα, οὗ καὶ τὸ πρὶν μνείαν ἐποιησάμην, ἀνῆλθεν ἐν τῷ αὐτῷ τοῦ ὄρους δυσβάτῳ κρημνῷ, καὶ αὐτόθι ἐν τῇ πρὸς Θεὸν δεήσει προσκαρτερήσας, ἀναστὰς ἀπὸ τῆς προσευχῆς, καὶ τρεῖς ἀράμενος λίθους, ἐν αὐτῷ τῷ τόπῳ ἀπὸ διαστήματος ἔθετο, καὶ πάντων ἀγνοούντων τὸ γεγονὸς θαῦμα ἐν τῷ ἑαυτοῦ ὑπέστρεψε κελλίῳ. Τῇ δὲ ἐπαύριον παρεγένοντο πρὸς αὐτὸν οἱ προειρημένοι ἀδελφοὶ διὰ τὴν προτέραν τοῦ ὕδατος αἴτησιν· ὁ δὲ ὅσιος πρὸς αὐτοὺς εἶπεν· « Ἀνέλθετε, τέκνα, ἐν ἐκείνῳ τῷ κρημνῷ ἐν ᾧ εὑρήσετε τρεῖς λίθους ὕπερθεν ἀλλήλων κειμένους, καὶ ἐν αὐτῷ τῷ τόπῳ ὀρύξατε· δυνατὸς γάρ ἐστιν ὁ παντοδύναμος Θεὸς καὶ ἐν ἐκείνῳ τῷ ὕψει τοῦ ὄρους ὕδωρ ὑμῖν δαψιλὲς παρασχεῖν. καὶ τὴν ἐπίμοχθον δυσκολίαν τῆς ὁδοῦ ῥᾳδίαν ποιῆσαι. » Οἱ δὲ ἀπελθόντες ἐν τῷ τοῦ ὄρους κρημνῷ εὗρον οὕτως καθὼς ὁ Πατὴρ εἶπεν, ἐν ᾧ τόπῳ ἡ τοῦ ὄρους ἄνυδρος σκληρότης ἰκμάδας τινὰς καὶ ἱδρῶτας ὕδατος ἀνέπεμπεν. Ποιήσαντες οὖν ὄρυγμα μέγα παραυτὰ ὑδάτων πλῆθος ἀνέβλυσεν, ἅπερ μέχρι τοῦ νῦν ἀφθόνως ὑπερχεῖται, τὴν τοῦ ἁγίου θαυματουργίαν εἰς τὸ διηνεκὲς πᾶσι δεικνύοντα· ἡ δὲ τῶν ὑδάτων περισσεία ὑπὸ τὸ ὄρος διεκτρέχουσα φαίνεται.


CAPUT VI. ΚΕΦΑΛ. ϛ'. Περὶ τοῦ ἐκπεσόντος ἐν τῇ λίμνῃ σιδηροῦ ἐργαλείου. Ἄλλοτε πάλιν ἀνήρ τις τῷ μὲν γένει Γότθος, πτωχὂς δὲ τῷ πνεύματι, ἐν ἐπιστροφῇ μετανοίας πρὸς τὸν ἡγιασμένον Βενέδικτον παρεγένετο, ὃν ὁ ἄνθρωπος τοῦ Θεοῦ προθύμως ὑπεδέξατο. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν ἐκέλευσεν ὁ ἅγιός τινι τῶν ἀδελφῶν δοῦναι αὐτῷ σιδηροῦν ἐργαλεῖον, ὅπερ ἐπιχωρίως ὀνομάζεται ξυλοκόπιν πρὸς τὸ ἐκκαθάραι ἀκανθώδη καὶ φρυγανώδη τόπον, εἴ πως δυνηθῶσι γεωργῆσαι κῆπον τοῖς ἀδελφοῖς· ὁ δὲ τόπος ἐκεῖνος, ὃν ἐπὶ τῷ καθάραι Γότθος ἐδέξατο, ὑπεράνωθεν τοῦ λάκκου ἦν· ἡνίκα δὲ ὁ Γότθος τὰ τῶν ἀκανθῶν δάση, τῇ τοῦ πατρὸς πειθόμενος ὑπακοῇ, δυνάμει ἐξέκοπτε, τὸ σιδηροῦν ἐργαλεϊον ἐκ τοῦ συμβεβηκότος ἐν τοιούτῳ βάθει τοῦ λάκκου πέπτωκεν, ἐν ᾧ οὐκ ἦν προσδοκία τῆς εὑρέσεως αὐτοῦ. Ὁ δὲ προῤῥηθεὶς Γότθος πρὸς Μαῦρον τὸν μοναχὸν ἔδραμεν, καὶ τὸ συμβὰν ἀνήγγειλεν αὐτῷ, καὶ ὑπὲρ τοῦ σφάλματος μετάνοιαν ἐξῃτεῖτο. Ὁ δὲ μοναχὸς Μαῦρος σπουδαίως τὸ γεγονὸς ἀνήγγειλε τῷ ἀνθρώπῳ τοῦ Θεοῦ. Ὁ δὲ θαυματουργὸς οὗτος ἀνὴρ ταῦτα ἀκούσας, ἦλθεν εἰς τὸν τόπον ἐν ᾧ ἦν πεσὸν τὸ σιδήριον, καὶ ἄρας τὸ μανούβριον ἐκ τῶν τοῦ Γότθου χειρῶν, καὶ τούτου τὸ μέρος ἐν ᾧ ἧν καθηλωμένον τὸ ἐργαλεῖον ἐν τῷ λάκκῳ χαλάσας, εὐθέως ἐκ τοῦ βυθοῦ τοῦ ὕδατος τὸ ἐργαλεῖον ἀνελθὸν, εἰσῆλθεν ἐν τῷ ἑαυτοῦ τόπῳ. Ὅπερ ἀκανθοκόπον ἐργαλεῖον ἀπέδωκεν ὁ ἅγιος τῷ Γότθῳ, εἰπών· « Ἰδοὺ τὸ ἐργαλεῖον, δεξάμενος τοῦτο, ἐργάζου, καὶ μηδὲν λυπηθῇς


CAPUT VII. ΚΕΦΑΛ. Ζ' Περὶ Μαύρου μοναχοῦ τοῦ ἐπὶ τῶν ὑδάτων πεζεύσαντος. Ἐν μιᾷ τῶν ἡμερῶν, τοῦ σημειοφόρου τούτου ἀνδρὸς Βενεδίκτου ἐν τῷ ἑαυτοῦ ἡσυχάζοντες κελλίῳ, ὁ προλεχθεὶς μοναχὸς Πλάκιδος ἐπὶ τὸ ἀντλῆσαι ὕδωρ εἰς τὸν λάκκον παραγέγονε· τὸ οὖν σκεῦος ἐν ᾧ τὸ ὕδωρ ἀντλῆσαι ἠβούλετο ἐκ τῆς χειρὸς αὐτοῦ πεσὸν, διὰ τῆς τοῦ ὕδατος ῥύμης ἐπεφέρετο· θέλων δὲ ὁ ἀδελφὸς ἐκ τοῦ ὕδατος ἀφαρπάσαι τὸ κεράμιον, καὶ αὐτὸς ὀλισθήσας, πέπτωκεν ἐν τοῖς ὕδασι καὶ ὑπὸ τῆς τῶν ὑδάτων σφοδροτάτης κινήσεως, ἐπὶ τὰ ἔνδον τοῦ λάκκου, σχεδὸν εἰπεῖν, ὡσεὶ τόξου βολὴν ὁ μοναχὸς Πλάκιδος ἐφέρετο. Ὁ δὲ τοῦ Θεοῦ πιστὸς θεράπων Βενέδικτος ἔνδον τοῦ ἑαυτοῦ κελλίου σχολάζων, διέγνω τὸ συμβὰν, καὶ τὸν ἑαυτοῦ μαθητὴν Μδῦρον συντόμως καλέσας ἔφη πρὸς αὐτόν· « Ἀδελφὲ Μαῦρε, σπεῦσον ὅτι ὁ ἀδελφὸς Πλάκιδος εἰς τὸν λάκκον ἐνέπεσε, καὶ ἡ τῶν ὑδάτων κίνησις μακρὰν αὐτὸν ἀπήγαγεν. » Θαυμαστὸν πρᾶγμα καὶ μετὰ Πέτρον τὸν Ἀπόστολον ξένη ἐπιτροπή· αἰτηθεῖσα γὰρ παρὰ Μαύρου τοῦ μοναχοῦ πιστῶς καὶ ὑπὸ τοῦ μακαρίου Βενεδίκτου παρασχεθεῖσα, συντόμως ἐβάδιζε τῇ τοῦ πατρὸς κελεύσει, καὶ ἐν τῷ τόπῳ γενόμενος, ἐν ᾧ ἐν τοῖς ὕδασιν ὁ Πλάκιδος ἐφέρετο, ἀδιστάκτῳ τῇ πίστει καὶ ταῖς τοῦ πατρὸς εὐχοῖς θαῤῥῶν ἐπέβη τοῖς ὕδασι, καὶ ὡς ἐπὶ ξηρᾶς δρομαίως ἐβάδιζεν ἕως τοῦ τόπου ἐν ᾧ διὰ τῆς τοῦ ὕδατος ὁρμῆς ὁ Πλάκιδος ἐπεφέρετο· καὶ δραξάμενος τῶν τῆς κεφαλῆς αὐτοῦ τριχῶν ὀξυτάτῳ δρόμῳ ὑπέστρεψεν· ὅστις εὐθέως ἐπὶ τὴν ξηρὰν ἐλθὼν, καὶ ἐν ἑαυτῷ γενόμενος καὶ ἐπιγνοὺς ὅτι ἐπάνω τῶν ὑδάτων ἔδραμε, καὶ ὅτι αὐτομολῆσαι τοῖς ὕδασιν ἀδύνατον αὐτῶ ἦν, εἰ μὴ ἡ τοῦ σημειοφόρου πατρὸς εὐχὴ τοῦτον ἐνίσχυσε θαυμάσας ἐτρόμασε (sic) τὸ γενόμενον, καὶ ὑποστρέψας πρὸς τὸν πατέρα τὸ τελεσθὲν θεῖον τεράστιον ἀνήγγειλεν αὐτῷ. Ὁ δὲ ἄνθρωπος τοῦ Θεοῦ Βενέδικτος τοῦτο τὸ θαῦμα, οὐ τῇ ἑαυτοῦ ἁγιότητι, ἀλλὰ τῇ ἐκείνου ὑπακοῇ ἐπεγράφετο· ὁ δὲ Μαῦρος τὴν τοῦ ἁγίου τιμιωτάτην κέλευσιν ἔφασκεν τοῦτο πεπραχέναι· ἔλεγε γὰρ μὴ εἶναι ἑαυτὸν ἐν αὐτῇ τῇ δυνάμει, ᾗ ἦν ὅτε ἐπέβη τοῖς ὕδασι. Προσχὼν δὲ ὁ μοναχὸς Πλάκιδος τῇ τούτων θεομιμήτῳ ταπεινολογίᾳ καὶ προσφιλεστάτῃ ἀμφιλογίᾳ, ἔλεγεν· « Ἐγὼ ἐν ὅσῳ ἐσυρόμην ὑπὸ τῆς τῶν ὑδάτων ὁρμῆς ἐπάνω τῆς κεφαλῆς μου τοῦ ἀββᾶ μου τὴν μηλωτὴν ἐθεώρουν, καὶ αὐτόν με ἐκ τῶν ὑδάτων ἐκβάλλοντα κατενόουν.

ΠΕΤΡ. Μεγάλα εἰσὶν σφόδρα ἅπερ λέγεις, καὶ μεγίστην ψυχαῖς οἰκοδομὴν παρέχοντα· ἐγὼ δὲ τοῦ ἁγίου τούτου ἀνδρὶς τὰ θαυμάσια, ὅσῳ πλεῖον ἐκπίνω, πλειοτέρως διψῶ.


CAPUT VIII. ΚΕΦΑΛ. Η'. Περὶ τοῦ ζυμωθέντος ἐν τῷ ἄρτῳ φαρμάκου. ΓΡΗΓΟΡ. Ἐν τῷ τὸν μακάριον διαλάμψαι ἐν τοῖς τόποις ἐκείνοις, πολλοὶ διὰ τὸν πόθον τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μήκοθεν πρὸς αὐτὸν παρεγίνοντο, καὶ τὴν τοῦ Βίου ματαιότητα καταλιμπάνοντες ὑπὸ τὸν χρηστὸν τοῦ κυρίου ζυγὸν τὸν ἑαυτῶν καθυπέτασσον τράχηλον. Ὁ δὲ τοῦ φθόνου γεννήτωρ, καὶ τῶν εὐσεβῶν ἀρχαῖος ἐχθρὸς, μὴ δυνάμενος φέρειν τὰς ἀπ' αὐτοῦ ἀπαστραπτούσας τῶν θαυμάτων μαρμαρυγὰς, καὶ ὁρῶν ἑαυτὸν ἡττώμενον ὑπὸ τῆς τοῦ ἁγίου θεοσδότου δυνάμεως, ἐνσκήψας [ F. ἐνέσκηψε] ἐν ταῖς τῶν ἀτάκτων ψυχοφθόροις διανοίαις, καθὼς σύνῆθες αὐτοῖς ἐστι φθονεῖν τοῖς ἑτέρων κατορθὼμασιν· ὁ γὰρ τοῦ καθαρεύοντος ἔπαινος, τῶν ὑπὸ βασκανίας μολυνομένων ὄνειδος τυγχάνει. Ὅθεν τῆς αὐτόθι γειτνιαζούσης ἐκκλησίας πρεσβύτερός τις Φλορέντιος τοὔνομα, ὁ τοῦ ἡμετέρου ὑποδιακόνου Φλορεντίου πάππος, τοῦ παγκάκου δαίμονος τὸ μῖσος καὶ τὸν φθόνον ἐν ἑαυτῷ ὑποδεξάμενος, ἤρξατο σκώπτειν τε καὶ βασκαίνειν ταῖς τοῦ ὁσίου ἀνδρὸς ἀρεταῖς, ἐλπίζων ἐκ τούτου πολλοὺς ἀποσπᾶσαι ἐκ τῆς τοῦ ἁγίου ψυχωφελοῦς διδαχῆς. Ὡς δὲ τῆς φρενοβλαβοῦς ἐλπίδος ἀπέτυχε, καὶ ἐθεώρει πολλοὺς ὑπὸ τῆς αὐτοῦ φήμης ἑλενους, καὶ πρὸς αὐτὸν φοιτῶντας, καὶ ταῖς αὐτοῦ διδαχαῖς πληθυνομένους, καθάπερ ὑπὸ βελῶν τιτρωσκόμενος ὁ Φλορέντιος, τὴν μὲν τοῦ ὁσὶου πατρὸς πολιτείαν διέβαλλεν, ἐπαινετὴν δὲ ζωὴν ἑαυτῶisubgr; ἐπισπᾶσθαι δι' ἀσκητικῶν ἀγώνων οὐδαμῶς εἵλετο. Ὅστις ὑπὸ τοῦ διαβόλου σκοτισθεὶς τοὺς τῆς καρδίας ὀφθαλμοὺς μέχρι τούτου ἐχώρησεν, ἵνα τὸν δοῦλον τοῦ Θεοῦ δηλητηρίῳ θανατώσηisubgr;· φυράσας γὰρ ἄλευρον, εἶτα ζυμώσας ἄρτον, καὶ ἐν αὐτῷ ἐγκρύψας θανατηφόρον φάρμακον, καὶ ὀπτήσας, ὡς δῆθεν εὐλογίας χάριν τῷ τοῦ Θεοῦ ἀνθρώπῳ ἀπέστειλεν. Ὁ δὲ διορατικὸς ἐκεῖνος ἀνὴρ τὸν μἐν ἄρτον εὐχαρίστως ἐδέξατο· οὐ μέν τοι δὲ διέλαθεν αὐτὸν ὁ ἐν τῷ ἄρτῳ κρυπτόμενος δόλος· ἐν δὲ τῇ ὥρᾳ ἐν ᾗ εἰώθει ὁ ἅγιος τροφῆς μεταλαμβάνειν, ὄρνεον, τὸ δὴ λεγόμενον κόραξ, ἐν τῇ σύνεγγυς ὕλῃ τὴν οἴκησιν ἔχον, κατὰ τὸ σύνηθες ἤρχετο πρὸς τὸν ἅγιον, καὶ ἐκ τῶν τιμίων αὐτοῦ χειρῶν ἄρτον πρὸς τροφὴν ἑαυτῷ ἐδέχετο. Ὁ δὲ ἱερὸς ἐκεῖνος ἀνὴρ λαβὼν τὸν θανατηφόρον ἄρτον, ὅνπερ ἦν αὐτῷ ἀποστείλας Φλορέντιος ὁ πρεσβύτετερος, ἔθηκεν ἐνώπιον τοῦ κόρακος, καὶ ἐκέλευσεν αὐτῷ, λέγων· « Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος λαβὲ τὸν ἄρτον τοῦτον, καὶ ἐν τοιούτῳ τόπῳ ῥίψον αὐτὸν, ἵνα μηδεὶς ἀνθρώπων εὑρήσῃ αὐτόν. » Τότε ὁ κόραξ ἀνεῳγμένῳ τῷ στόματι καὶ ἡπλωμέναις ταῖς πτέρυξιν, πέριξ τοῦ αὐτοῦ περιΐπτασθαι καὶ κράζειν ἤρξατο, καὶ τοῖς κινήμασι μηνύειν τὴν ἐν αὐτῷ οὖσαν διαβολικὴν σκευωρίαν. Πρὸς ὃν ὁ τοῦ Θεοῦ ἄνθρωπος πάλιν ἤρξατο λέγειν· « Ἆρον τοῦτον, ἆρον ἀμερίμνως, καὶ ἐκεῖ αὐτὸν ἀπόθου ἔνθα εὑρεθῆναι οὐ δύναται. » Τότε ὁ κόραξ τὴν τοῦ ἁγίου κέλευσιν ἐπλήρου, καὶ σὺν φόβῳ πολλῷ λαβὼν τὸν ἄρτον τῷ στόματι, ἀπῆλθε, καὶ τοῦτον ῥίψας ἐν τόπῳ ἀβάτῳ παντελῶς τοῖς ἀνθρώποις, μετὰ τρεῖς ὥρας ὑπέστρεψε, καὶ ἐκ τῶν τοῦ ἁγίου χειρῶν τὴν εἰωθυῖαν τροφὴν ἐδέξατο. Ὁ δὲ ἁπλούστατος καὶ κατὰ πάντα ἐπιεικέστατος ἀνὴρ Βενέδικτος, θεασάμενος τὴν τοῦ Φλορεντίου δολοφονίαν, ὅτι οὐχ οἷός τε γέγονε τὴν τούτου πονηρίαν διορθώσασθαι. ὑπὲρ ἐκείνου μᾶλλον, ἢ ὑπὲρ αὑτοῦ τῷ Θεῷ προσηύχετο. Ἀλλ' ὁ προλεχθεὶς Φλορέντιος τοῦ ἁγίου τό σῶμα θανατῶσαι μὴ ἰσχύσας, ἑτέραν πάλιν κακόνοιάν τε καὶ σατανικὴν πανουργίαν κατὰ τῶο τοῦ ἁγίου μαθητῶν ἐτεκτήῄνατο. Αὐτῶν γὰρ ἐν τῷ κήπῳ ἐργαζομένων, ὁ τοῦ διαβόλου ἐργάτης Φλορέντιος ἑπτὰ κόρας ὡραίας τῷ εἴδει, καὶ γυμνὰς ὅλῳ τῷ σώματι ἐν τῷ κήπῳ ἀπέστειλε, καὶ ταύταις προσέταξε τοῦ στρηνιᾷν καὶ παίζειν ἐνώπιον τῶν μοναχῶν, βουλόμενος καὶ ἐν τούτῳ τὴν τῶν ἀνδρῶν ἀχρειῶσαι παρθενίαν. Ἀλλὰ καὶ ἐν τοῦτῳ ἡ παμπόνηρος αὐτοῦ διήμαρτεν ἀφροσύνη. Τὴν γὰρ τούτου διαβολικὴν ἐπίνοιαν θεασάμενος ὁ τοῦ Χριστοῦ μιμητὴς Βενέδικτος, καὶ φοβηθεὶς τὴν τῶν μαθητῶν ψυχικὴν βλάβην, ὑπὲρ δὲ μόνου τοῦ καθ' ἑαυτὸν φθόνου λογισάμενος, ταῦτα τὸν μιαρώτατον ἐκεῖνον Φλορέντιον πράττειν, βέλτιον ἔκρινεν ὁ τοῦ Θεοῦ θεράπων διὰ τῆς ἑαυτοῦ ἀναχωρήσεως τὴν τῶν οἰκείων μαθητῶν πολιτεύσασθαι σωτηρίαν. Καλέσας οὖν τοὺς τῶν μοναστηρίων ἀδελφοὺς καὶ οἰκονόμους, αὐτοῖς ἐγκαταστήσας, παραθέμενός τε αὐτοὺς τῷ Θεῷ, λαβὼν μετ' ἑαυτοῦ ὀλίγους τινὰς τῶν μοναχῶν ἀνεχώρησεν ἐκ τοῦ ἑαυτοῦ κελλίου, τὸ μῖσος καὶ τὴν ἐκείνου δυσμένειαν ταπεινοφρόνως ἐκκλίνας. Ἀλλ' ὁ μὲν Φλορέντιος ἠνόμησεν ἁμαρτήσας διακενὴς, ὁ δὲ Θεὸς τὸν οἰκεῖον θεράποντα λυτρωσάμενος εἰς πολλῶν σωτηρίαν διεφύλαξε, πατάξας τὸν ἀλιτήριον. Τοῦ γὰρ θεοστυγοῦς ἐξείνου Φλορεντίου ἐπὶ τῇ τοῦ μακαρίου ἀνδρὸς ὑποχωρήσει ἀγαλλιασθέντος, καὶ ἐν τῷ ἡλιακῷ τοῦ οἴκου, ἐν ᾧ κατῴκει, ἑστῶτος, ἀθρόον σὺν τῷ ῥηθέντι ἡλιακῷ ἀφ' ὕψους μεγάλου πέπτωκεν, ἀξίαν τῆς ἑαυτοῦ πονηρίας δίκην τίσας, καὶ θάνατον ὀλέθριον ἀπενεγκάμενος. Τοῦτο θεασάμενος ὁ ἀνωτέρω πολλάκις μνημονευθεὶς Μαῦρος ὁ τοῦ ἁγίου πατρὸς φοιτητὴς, ἤδη τῷ ἁγίῳ ἀπέχοντι ὁδοῦ διάστημα σημείων δέκα ἀπέστειλε πρὸς αὐτὸν, λέγων· « Ὑπόστρεψον, πάτερ, ὑπόστρεψον, ὁ πρεσβύτερος γὰρ ὁ μάτην σε καταδιώξας τέθνηκε. » Ταῦτα ἀκούσας ὁ τοῦ Θεοῦ ἄνθρωπος Βενέδικτος, ἑαυτὸν ἐν μεγάλῳ πένθει κατέτηξεν, διὰ τὸν ἐκείνον οἴκτιστον θάνατον· ἐλυπήθη δὲ ἐπὶ τῷ οἰκείῳ μαθητῇ, ὡς δῆθεν ἐπιχαρέντι τῷ τοῦ Φλορεντίου ἐλεεινῷ πτὼματι, ἐντειλάμενος αὐτῷ μετανοεῖν ὑπὲρ τοῦ τοιούτου σφάλματος, ὡς χαραποιηθέντι ἐπὶ τῷ τοῦ Φλορεντίου θανάτῳ.

ΠΕΤΡ. Θαυμαστά εἰσιν ὄντως καὶ ἐκπλήττοντά με ἅπερ ἔφης. Ἐπὶ γὰρ τοῦ ὕδατος τοῦ διὰ τῆς τοῦ μακαρίου προσευχῆς, ἐκ τοῦ ὄρους ποταμηδὸν βλύσαντος, τὸν Μοϋσῆν κατανοῶ, ἐν δὲ τῷ σιδηρῷ ἐργαλείῳ, τῷ ἐκ βυθοῦ τῶν ὑδάτων τοῦ λάκκου ἀνελθόντι, Ἐλισσαῖον ὁρῶ ἐν τῇ τοῦ ὕδατος πορείᾳ Πέτρον νοῶ· ἐν δὲ τῇ τοῦ κόρακος ὑπακοῇ, Ἡλίανβλέπω. Ὡς οὖν ὑπολαμβάνω, ὁ ἀνὴρ οὗτος χαπίσματος τοῦ πνεύματος πάντων τῶν δικαίων τοῦτων ἀνάπλεως ὑπῆρχεν.

ΓΡΗΓΟΡ. Ὁ τοῦ Θεοῦ ἄνθρωπος Βενέδικτος, Πέτρε, ἑνὸς πνεῦμα εἶχεν, ὅπερ διὰ τῆς δωρηθείσης ἀπολυτρώσεως πάντων τῶν ἐκλεκτῶν τὰς καρδίας ἐπλήρωσε. Περὶ οὗ ὁ εὐαγγελιστὴς Ἰωάννης εἴρηκεν· « Ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Περὶ οὗ πάλιν γέγραπται, « Ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἐλάβομεν. » Καὶ γὰρ οἱ τοῦ Θεοῦ ἄνθρωποι ἅγιοι ἠξιώθησαν παρὰ κυρίου χαρισμάτων δύναμιν δέξασθαι, οὐ μὴν δὲ καὶ ἄλλοις παραδοῦναι. Αὐτὸς δὲ σημεῖα δυνάμεως δέδωκεν τοῖς ὑποτεταγμένοις, ὅστις ἑαυτὸν δοτῆρα τοῦ κατὰ τὸν Ἰωνᾶν σημείου ὑπέσχετο τοῖς ἐχθροῖς δοῦναι, ὅπως ἐνώπιον τῶν ὑπερηφάνων ἀποθανεῖν καταξιώσῃ, καὶ ἐπ' ὄψεσι τῶν ταπεινοφρόνων ἀναστῃναι, ἵνα ἐκεῖνοι μὲν, ὅπερ καταλεῖψαι ὤφελον, θεάσωνται, καὶ οὗτοι ὅπερ σεβόμενοι ἀγαπῆσαι ὤφελον. Ἐξ οὗπερ μυστηρίου γέγονε τοῦτο, ἵνα οἱ μὲν ὑπερήφανοι θεάσωνται τὴν τοῦ θανάτου ἐξουδένωσιν, οἱ ταπεινόφρονες δὲ τὴν δόξαν τῆς κατὰ τοῦ θανάτου ἐξουσίας.

ΠΕΤΡ. Δυσωπῶ οὖν σε, σεβάσμιε δέσποτα, μετὰ ταῦτα· ἐν ποίοις τόποις ὁ ἅγιος ἐκεῖνος ἀνὴρ μετῴκησε, καὶ τίνας ἐν αὐτοῖς δυνάμεις διεπράξατο, γνώρισον ἡμῖν.

ΓΡΗΓΟΡ. Ὁ ὁσιώτατος οὗτος ἀνὴρ ἐν ἑτέροις μετοικήσας τόποις οἴκησιν μὲν ἤλλαξεν, ἐχθρὸν δὲ οὐχί. Μεγάλους γὰρ μετέπειτα καὶ βαρυτέρους πολέμους ὑπὸ τοῦ τῆς κακίας εὑρετοῦ ὑπέμεινεν. Ὅσον δὲ τὰς τῶν πειρασμῶν νιφάδας ὁ ἀδάμαστος οὗτος ἂνὴρ καθ' ἑαυτοῦ ἐπινοουμένας ἑώρα. τοσοῦτον ἔσπευδεν ἀνταγωνιστὴν ἀήττητον ἑαυτὸν ὀφθῆναι, κατὰ τῶν ἐκείνου μηχανημάτων τῷ τοῦ ζωοποιοῦ σταυροῦ θυρεῷ καθοπλιζόμενος. Κάστρον τοίνυν ὅπερ Κάσινον λέγεται, ἐν τῷ ὑψηλῷ τοῦ ὅρους πλαγίῳ διάκειται, ὅπερ ὄρος τῇ ἑαυτοῦ ἐκτάσει τὸ εἰρημένον ἐγκολπίζεται κάστρον, καὶ ἕως τριῶν μιλίων ἡ τοῦ ὄρους ἀκρώρεια ὑπέρκειται, ὥστε παρὰ τοῖς ἀγνοοῦσιν ὡς ἀστέρα φαίνεσθαι. Ἐν ᾧ παλαιότατον ἱερὸν ἑλληνικὸν ὑπὸ τῶν ἀρχαίων ᾠκοδομημένον ὑπῆρχεν· ἐν τούτῳ ὑπὸ τῶν τοῦ λαοῦ ἁπλουστέρων ὁ Ἀπόλλων ἐσέβετο. Κύκλῳ δὲ τοῦ μιαρωτάτου ἐκείνου ναοῦ πλῆθος βωμῶν ἐτύγχανε. Καὶ ἕως τότε τῶν ἀπίστων ἀνήρχετο ἐκεῖσε πλῆθος πολὺ, θυσίαις τε καὶ σπονδαῖς, καὶ κνίσσαις τῷ αὐτόθι τοῦ Ἀπόλλωνος ἀγάλματι λατρεύοντες· ὁ δὲ τὸν νοῦν πεφωτισμένος, καὶ τῆς εὐσεβείας ζηλωτὴς Βενέδικτος ἐπὶ τὸν τόπον παραγενόμενος, καὶ θαρσαλείῳ τῷ φρονήματι εἰσελθὼν, τὸ ἄγαλμα τοῦ Ἀπόλλωνος συνέτριψε, τοὺς βωμοὺς κατέστρεψε, καὶ τὰ ἄλση ἐνέπρησε, καὶ ἐν αὐτῷ τῷ ναῷ τοῦ Ἀπόλλωνος εὐκτέριον ἡγιασμένον τοῦ ἁγίου Μαρτίνου πεποίηκεν. Ἔνθα δὴ ὁ βωμὸς τοῦ Ἀπόλλωνος ἵδρυτο, σεβάσμιον εὐκτήριον ἡγιασμήνον τοῦ Ἰωάννου συνεστήσατο. Ἐντεῦθεον λοιπὸν τὸ ἐκεῖσε κατοικοῦν τοῦ λαοῦ πλῆθος τῆ αὐτοῦ διδασκαλίᾳ ὁδηγούμενον πρὸς Θεὸν ἐπεστρέφετο. Ἀλλὰ ταῦτα μὴ ὑποφέρων ὁ σκολιὸς τῶν πιστῶν ἐκθρὸς, οὐκέτι λοιπὸν ἀφανῶς, ἢ δι' ἐνυπνίων, ἀλλὰ φανερῶς ἑαυτὸν τοῖς τοῦ πατρὸς ὀφθαλμοῖς ἐπεδείκνυτο, καὶ μεγίσταις φωναῖς ἐβὸα, βίαν αὐτὸν ὑπὸ τοῦ ἁγίου ὑπομεμενηκέναι, ὥστε καὶ τοὺς ἀδελφούς τῶν φωνῶν αὐτοῦ ἀκούειν, εἰ καὶ τὰ μάλιστα τοῖς σωματικοῖς ὀφθαλμοῖς τοῦτον οὐκ ἐθεώρουν. Πρὸς οὑς ὁ τῆς ἀληθείας διδάσκαλος ἔλεγε· « Πιστεύσατε, τέκνα, ὅτι τοῖς αἰσθητοῖς μου ὀφθαλμοῖς τὸν ἐκθρὸν φοβερόν τινα, καὶ σπινθηρακώδη ταῖς φαντασίαις φαινόμενον ὁρῶ, ὅστις διά τε τοῦ στόματος καὶ τῶν ὀφθαλμῶν φλόγας πυρὸς ἐκπέμπει » Εἴ τι οὖν ὁ δόλιος ἐφθέγγετο, ἤκουον πάντες. Πρότερον μὴν νὰρ ἐξ ὀνόματος ἐκάλει τὸν ἅγιον. Ἡνίκα δὴ μηδαμῶς αὐτῶ ἀποκρινόμενον τὸν τοῦ Θεοῦ ἄνθρωπον ἐθεάσατο, εὐθέως ταῖς κατὰ αὐτοῦ λοιδορίαις τὴν μιαρωτάτην αὐτοῦ ἐκίνησε γλῶτταν, καὶ τὸν τοῦ Θεοῦ φίλον ταῖς ὕβρεσιν ἔβαλλεν· εἶτα πάλιν ἐφώνει τὸν ἅγιον λέγων, « Βενέδικτε, Βενέδικτε » · αὐτοῦ δὲ μὴ ἀποκρινομένου, παραυτὰ προσθεὶς ἔλεγε· « Κατηραμένε, καὶ οὐκ εὐλογημένε, τί ἔχεις μετ' ἐμοῦ; τί με καταδιώκεις; » Ὑπομνητέα εἰσὶν ὄντως τὰ κατὰ τὸν δοῦλον τοῦ Θεοῦ προς τὸν ἀρχαῖον ἐχθρὸν νὲα ἀγωνίσματα, ᾧ τινι πολέμους τοιούτους παρήγαγεν· ἀλλὰ τῇ ὑποθέσει τῆς νίκης διηκόνησεν ὁ βίος [ Forte βίαιος].


CAPUT IX. ΚΕΦΑΛ. Θ'. Περὶ λίθου παμμεγέθους διὰ προσευχῆς αὐτοῦ ἐλαφροῦ γενομένου. Ἑν μιᾷ τῶν ἡμερῶν, τῶν ἀδελφῶν, κτιζόντων τὴν τοῦ κελλίου οἴκησιν ἔνθα τὸν ἅγιον ἡσυχάζειν ἐχρήν, λίθος ἐν τῷ μέσῳ ἔκειτο, ὃν ἐν τῷ κτίσματι θεῖναι οἱ ἀδελφοὶ ἐβούλοντο. Ἐν δὲ τῷ ἐλθεῖν ἐπὶ τὸ κινῆσαι τὸν λίθον τρεῖς τὸν ἀριθμὸν τοὺς ἀδελφοὺς, τοῦτον ἀπὸ τῆς γῆς κουφίσαι οὐκ ἴσχυσαν. Πλεῖστοι δὲ πάλιν συνελθόντες, καὶ μηδὲν ὀνήσαντες, διέμεινεν ὁ λίθος ἀσάλευτος, ὥστε δοκεῖν αὐτοῖς ἐῤῥιζωμένον ἐν τῇ γῇ αὐτὸν εἶναι. Τοῦτο δὲ πᾶσι φανερὸν γέγονεν, ὅτι ἐπάνω αὐτοῦ αὐτὸς ὁ διάβολος ἐκαθέζετο, ὃν τοσούτων ἀνδρῶν χεῖρες κινῆσαι οὐκ ἴσχυον. Ἐν ἀπορίᾳ δὲ γενόμενοι οἱ ἀδελφοὶ πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον ἀπέστειλαν, ἐπὶ τῷ αὐτὸν σκυλέντα ἀποδιῶξαι τὸν ἐχθρὸν διὰ τῆς ἑαυτοῦ πρὸς Θεὸν πρεσβείας, ὅπως τὸν λίθον ἆραι δυνηθῶσι. Ὅστις εὐθέως παραγεγονὼς, καὶ εὐχὴν ποιήσας, ἐπέστρεψε τοῖς μαθηταῖς ἆραι τὸν λίθον. Τοσαύτῃ δὲ εὐκόλῳ σπουδῇ ὁ λίθος ἤρθη, ὥστε νομίζειν αὐτοὺς μηδὲν Βάρος αὐτὸν ἐσχηκέναι, τὸ πρότερον ἀκίνητον ὄντα.


CAPUT X. ΚΕΦΑΛ. Ι'. Περὶ τοῦ εὑρεθέντος χαλκοῦ ζωδίου, ὅθεν ἐξῆλθεν ἐν φαντασίᾳ τὸ πῦρ. Ἔδοξεν οὖν τῷ ἁγίῳ τοῖς οἰκείοις ἐπιτρέψαι μαθηταῖς, ἵνα ἐν τῷ τὸπῳ ἐκείνῳ, ἐν ᾧ ὁ λίθος τὸ πρὶν ἔκειτο, τὴν γῆν ὀρύξωσι· κατὰ τὸ προσταχθὲν αὐτοῖς οὖν, βαθὺ ὤρυγμα πεποιηκότες, εἴδωλον χαλκοῦν εὗρον ἐκεῖσε, ὄπερ ὲν τῷ μαγειρείῳ ῥιφὲν, αἰφίδιον πῦρ ἐξῆλθεν ἀπ' αὐτοῦ, καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν μοναχῶν ἐδειξε ταῖς ἑαυτοῦ φαντασίαις, ὡς ὅτι ἅπαν τὸ τοῦ μαγειρείου κτίσμα κατεκαύθη. Ἤρξαντο οὖν οἱ ἀδελφοὶ ἐν θορύβῳ πολλῷ ὕδωρ ἐπιχέειν, ὡς δῆθεν σβεννύοντες τὴν ἐν ὀφθαλμοῖς αὐτῶν ἀπὸ τοῦ ἐχθροῦ φαντασιώδη φλόγα γεγονυῖαν. Αἰσθόμενος δὲ ὁ τοῦ Θεοῦ ἄνθρωπος τοὺς ἀδελφοὺς ἐν θορύβῳ πολλῷ γεγονότας, καὶ τὴν αἰτίαν παρ' αὐτῶν ἐγνωκὼς, ἐν τῷ μαγειρείῳ παραγέγονε, καὶ τὸ πῦρ ὅπερ ἔλεγον οἱ ἀδελφοὶ ὁρᾷν, αὐτὸς ἔφασκε μηδαμῶς τοῦτο θεωρεῖν, εὐθέως δὲ τὴν κεφαλὴν τῷ Θεῷ κατὰ τὸ συνῆθες εἰς προσευχὴν κλίνας, ἐδέετο ὑπὲρ τοῦ ἀπελθεῖν ἀπὸ τῶν ὀφθαλμῶν τῶν ἀδελφῶν τὴν φανεῖσαν αὐτοῖς τοῦ ἐχθροῦ φαντασιώδη χλεύην. Ἀναστὰς δὲ ἀπὸ τῆς προσευχῆς, τοὺς ἀπατηθέντας τῶν ἀδελφῶν ὀφθαλμοὺς ἐῤῥωμένους εν τῇ τοῦ σώματος φυσικῇ ὁράσει ἀποκατέστησε διὰ τῆς αὐτοῦ πρὸς τὸν Θεὸν ἑκεσίας, ὥστε οὐκέτι ἐθεάσαντο τὸ τοῦ μαγειρείου κτίσμα ταῖς τοῦ διαβόλου φλογαῖς καιόμενον. ἀλλ' ἐν ὀρθαλμοῖς αὐτῶν ὡρᾶτο ἄφλεκτον καὶ ἀσάλευτον.


CAPUT XI. ΚΕΦΑΛ. ΙΑ'. Περὶ τοῦ συντριβέντος παιδὸς ἐν τῷ συμπτώματι. Πάλιν οἰκοδομούντων τῶν ἀδελφῶν τοῖχον, καὶ εἰς ὕψος τὸ κτίσμα ἄγειν σπευδόντων, ὁ τοῦ Θεοῦ θεράπων εἰς τὸ ἑαυτοῦ κέλιον σχολάζων ἦν ἐν τῇ προσευχῇ· ᾧτινι ὁ παμμίαρος ἐχθρὸς ἐπιχαιρόμενος τῷ δοκεῖν ὤφθη, καὶ ὅτι πρὸς τοὺς ἐν τῇ οἰκοδομῇ ἐργαζομένους ἐπορεύετο, ἐμήνυσεν. Ὅπερ γνοὺς ὁθεοφόρος ἀνὴρδιὰ μηνύσεως ταχυτάτης τοῖς ἀδελφοῖς ἐσήμανε λέγων· « Τέκνα, προσέχετε ἑαυτοῖς ὅτι πρὸς ὑμᾶς τῇ ὥρᾳ ταύτῃ ὁ πειράζων διάβολος ἔρχεται. » Ὁ δὲ τὴν ἀγγελίαν τοῖς ἀδελφοῖς ἀγαγὼν, μήπω ταύτην ἐξαγγεῖλαι φθάσας, ἰδοὺ τὸ πονηρὸν πνεῦμα τὸν κτιζόμενον τοῖχον κατέστρεψε, καὶ ἕνα μοναχὸν ἔτι νέαν ἄγοντα τὴν ἡλικίαν, υἱὸν γενόμενον κοριαλίου τινὸς, τὸ γεγονὸς σύμπτωμα συνέτριψεν. Οἱ δὲ τοῦ ἁγίου μαθηταὶ τοῦτο ἑωρακότες καὶ περίλυποι γενόμενοι, οὐ τοσοῦτον διὰ τὴν τοῦ τοίχου καταστροφὴν, ὅσον διὰ τὸν τοῦ ἀδελφοῦ κίνδυνον, τῷ σεβασμίῳ πατρὶ Βενεδίκτῳ μετὰ δακρύων προσῆλθον, τὸ συμβὰν ἀναγγέλλοντες. Ὁ δὲ συμπαθέστατος πατὴρ προσέταξε τοῦτον πρὸς ἑαυτὸν ἐνεχθῆναι, ὅντινα ταῖς χερσὶν ἆραι οὐκ ἴσχυσαν, καθ' ὅτι οἱ πεπτωκότες λίθοι ἀπὸ τοῦ τοίχου οὐ μόνον αὐτοῦ τὸ σῶμα, ἀλλὰ καὶ τὰ ὀστᾶ συνέτριψαν. Ἀδυνάτως οὖν ἔχοντες ταῖς χερσὶν, ὡς εἴρηται, τοῦτον ἆραι, ἀναγκαῖον ἠτήσαντο ἐν σαγίῳ ἀνακλῖναι αὐτὸν, καὶ οὕτως πρὸς τὸν σημειοφόρον ἀγαγεῖν Βενέδικτον. Παραυτὰ δὲ ἐκέλευσεν αὐτὸν ἀναθῆναι ἐν τῷ ἑαυτοῦ ψιαθίῳ ἐν ᾧ εὔχεσθαι εἰώθει· καὶ ἐκβαλὼν ἔξω τοὺς ἀδελφοὺς, καὶ τὴν θύραν τοῦ κελλίου ἀποκλείσας, ἑαυτὸν εἰς προσευχὴν ἐκδέδωκε· καὶ κλίνας γόνυ τὸν Θεὸν ἱκέτευεν ὑπὲρ τῆς τοῦ συντριβέντος ἀδελφοῦ ἰάσεως. Καὶ ἦν ἰδεῖν ἐν τῇ ῶρᾳ ἐκείνῃ θαῦμα ἀληθῶς φρίκης καὶ ἐκστάσεως ἄξιον· μετὰ γὰρ την τῆς προσευχῆς τελείωσιν, παραυτίκα ὁ νεανίας μόνος ἀνέστη ὑγιὴς ὅλῳ τῷ σώματι. Ὁ δὲ ἅγιος τοῦτον πάλιν ἀπέστειλε πρὸς τοὺς ἀδελφοὺς, ἐπὶ τῷ σὺν αὐτοῖς ἐργάζεσθαι ἐν τῇ τοῦ συμπεπτωκότος τοίχου οἰκοδομῇ. Ὁ δὲ ἐξθρὸς προσδοκήσας τῇ ἑαυτοῦ ἀπατηλῇ ἐνεργείᾳ, διὰ τοῦ παρ' αὐτοῦ ἐπινοηθέντος κινδύνου θάνατον ἐπαγαγεῖν τῷ ἀδελφῷ, μᾶλον δι' αὐτοῦ κατῃσχύνθη, καὶ χλεύην, ἥνπερ τῷ μακαρίῳ ἡτοίμασεν ἑαυτῷ ἐπεσπάσατο, ὄνειδός τε καὶ καταφρόνησις παρὰ τοῖς τοῦ ἁγίου μαθηταῖς γενόμενος. Ἐντεῦθεν λοιπὸν ὁ τοῦ Θεοῦ ἄνθρωπος προφητείας χάριν παρὰ Θεοῦ ἐκομίσατο τοῦ προλέγειν τὰ μέλλοντα, καὶ μηνύειν ὡς ἐνεστῶτα.


CAPUT XII. ΚΕΦΑΛ. ΙΒ'. Περὶ τῶν μοναχῶν τῶν μεταλαμβανόντων τροφῆς παρὰ τὸν κανόνα. Παράδοσις κανονικὴ ὑπὸ τοῦ ἁγίου ἐν τῇ μονῇ ὑπῆρχε νομοθετηθεῖσα, ἵνα ἀποστελλομένων ἀδελφῶν εἰς διακονίαν, μήτε βρώσεως, μήτε πόσεως μεταλάβωσι, μέχρις ἂν ἐν τῇ μονῇ ὑποστρέψωσι· καὶ οὕτως ὁ κανὼν ἀκριβὴς παρ' αὐτῶν ἐφυλάττετο. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν, τινὲς τῶν ἀδελφῶν εἰς διακονίαν ὑπὸ τοῦ τιμίου τούτου ἀνδρὸς ἐστάλησαν· συνέβη οὖν τοὺς σταλέντας μοναχοὺς διάστημα πολὺ τῆς ὁδοῦ διανύσαντας, καὶ μὴ φθάσαντας ἐπαναλῦσαι ἐν τῇ μονῇ ὀψίας ἤδη γενομένης, καὶ τῆς ὥρας κατεπειγούσης, καταλῦσαι πρός τινα σεμνοτάτην παρθένον, καὶ ἐν τῷ κελλίῳ αὐτῆς μεταλαβεῖν τροφῆς· Ἀπέστειλαν δὲ ἕνα τῶν ἀδελφῶν πρὸς τὸν ἡγιασμένον πατέρα Βενέδικτον πρὸς τὸ αἰτήσασθαι εὐχὴν κατὰ τὸ ἔθος, ἵνα μεταλάβωσι τροφῆς· ὁ δὲ προγνωστικὸς ἐκεῖνος πατὴρ ἠρώτησεν αὐτὸν, λέγων· « Ποῦ μετελάβετε τροφῆς; » ὁ δὲ ἀπεκρίνατο, « Οὐδαμοῦ, πάτερ· » πρὸς οὓς ὁ ἅγιος ἔφη· « Ἵνα τί οὕτω ψεύδεσθε; οὐχὶ ἐν τῷ κελλίῳ τῆσδε τῆς παρθένου κατελύσατε, καὶ τροφῆς μετελάβετε; οὐχὶ τούτων κᾀκείνων τῶν ἐδεσμάτων ἐγεύσασθε; οὐχὶ τοσαῦτα ποτήρια ἐπίετε; » Τῇ ἐπαύριον δὲ ἐπανελθόντων τῶν μοναχῶν ἐκ τῆς προσταχθείσης αὐτοῖς διακονίας, σοφῶς τε καὶ ἐπιστημόνως ὑπὸ τοῦ πατρὸς διελεγχθέντες, τὴν τε οἰκίαν τῆς γυναικὸς καὶ τὰ εἴδη τῶν Βρωμάτων, καὶ τὸ μέτρον τῶν ποτηρίων φανερώσαντες, ἑαυτοὺς καταγνόντες πρὸς τοὺς τιμίους αὐτοῦ πόδας ἔπεσαν, ἡμαρτηκέναι ὁμολογοῦντες· αὐτὸς δὲ ὁ πρᾳότατος πατὴρ εὐθέως τὸ σφάλμα αὐτοῖς συνεχώρησε, πληροφορηθεὶς τοῦτο. ὡς ἀπόντος αὐτοῦ, οὐ μὴ τοῦ λοιποῦ παραβῶσι τὴν παραδοθεῖσαν αὐτοῖς ὑπὸ τοῦ ἁγίου ἐντολὴν, ὅνπερ ἐν πνεύματι ἁγίῳ συμπαρόντα αὐτοῖς καὶ ἀποῦσιν ἔγνωσαν.


CAPUT XIII. ΚΕΦΑΛ. ΙΓ'. Περὶ τοῦ σαρκικοῦ ἀδελφοῦ Βαλεντίνου μοναχοῦ. Ἀνήρ τις ὑπῆρχε, κοσμικὸς μὲν τῷ σχήματι, σπουδαῖος δὲ τοῖς τρόποις καὶ λίαν φιλομόναχος, ἀδελφὸς τυγχάνων Βαλεντίνου μονάζοντος, οὗ καὶ τὸ πρότερον μνείαν πεποίημαι. Ὅς τις κατ' ἐνιαυτὸν παρέβαλε πρὸς τὸν σημειοφόρον πατέρα Βενέδικτον ἐπὶ τὸ ἀπολαύειν τῆς τούτου ψυχωφελοῦς διδασκαλίας, καὶ ἐπισκέψεως χάριν Βαλεντίνου τοῦ ἑαυτοῦ ἁδελφοῦ. Οὗτος τοίνυν ὁ ἀνὴρ νομοθεσίαν ἑαυτῷ ἦν δεδωκὼς, ἵνα ἐξερχόμενος ἐκ τῆς ἑαυτοῦ οἰκίας μηδαμῶς μεταλάβῃ τροφῆς, μέχρις ἂν τῆς τοῦ ἁγίου ἀξιωθῇ εὐχῆς, ἣν καὶ διεφύλαττεν. Ἐν μιᾷ οὖν ὁδεύοντος αὐτοῦ ἐπὶ τὸ μοναστήριον, αἰφνίδιον γέγονέ τις αὐτῷ συνοδοιπόρος, ἄγνωστος παντελῶς, ὅστις ἐπεφέρετο ἐδεσμάτων ποικιλίαν. Βραδυτάτης οὖν ὥρας παρελθούσης, εἷπε πρὸς αὐτὸν ὁ συνοδοιπόρος· « Δεῦρο, ἀδελφὲ, γευσώμεθα, μήπως ἀτονήσωμεν ἐν τῇ ὁδῷ· » πρὸς ὃν ἀποκριθεὶς εἶπεν· « Ἀπέστω, ἀδελφὲ, οὐ μὴ ποιήσω τοῦτο, διότι πρὸς τὸν σεβάσμιον πατέρα Βενέδικτον νῆστις ἔχω συνήθειαν ἀπέρχεσθαι » Ταύτην τὴν ἀπόκρισιν δεξάμενος πρὸς ὀλίγον ἡσύχασεν· ὁδεύσαντος δὲ ὀλίγον τῆς ὁδοῦ διάστημα, πάλιν ὁ συνοδοιπόρος τοῦτον τροφῆς μεταλαβεῖν προετρέπετο, ὁ δὲ ὑπακοῦσαι τούτου οὐκ ἠνέσχετο, ἀλλὰ τὴν πορείαν νῆστις διήνυσε. Πάλιν οὖν διάστημα πλεῖστον ὁδεύσαντες, ἐκ μήκους δὲ τοῦ μοναστηρίου ὄντες, ἦλθον ἐπί τινα τόπον τερπνὸν, ἐν ᾧ πηγὴ διαυγεστάτου ὕδατος ὑπῆρχε, καὶ λιβάδιον εὐανθές. Τότε ὁ συνοδοιπόρος τοῦτον αὖθις προτρεπόμενος ἔλεγεν· « Ἰδοὺ ὕδωρ, ἰδοὺ λιβάδιον, ἰδού ἐπιτήδειος τόπος, ἐν ᾧ δυνησόμεθα τροφῆς μετασχεῖν καὶ ἀναθῆναι ὀλίγον, ὅπως τὴν ὁδὸν ἡμῶν ἀκόπως ἀνύσωμεν. » Ἀρεσθεὶς οὖν τῇ τοῦ τόπου τερπνότητι, καὶ δελεασθεὶς τῇ τοῦ συνοδοιπόρου τρισσῇ συμβουλίᾳ, ἀναπεσὼν καὶ συνεστιασθεὶς αὐτῷ ἀναστάς εἴχετο τῆς εἰς τὸ μοναστήριον ἀπαγούσης ὁδοῦ. Ὁψίας δὲ γενομένης κατέλαβε τὸ τοῦ ἁγίου πατρὸς κελλίον, καὶ δὴ μηνυθεὶς ἐδέξον ὑπὸ τοῦ σεβασμίου ἀνδρὸς Βενεδίκτου. Πεσὼν οὖν ἐπὶ τὴν γῆν, εὐχὴν ᾐτήσατο λαβεῖν. Ὁ δὲ προορατικὸς ἐκεῖνος ἀνὴρ τὸ παράπτωμα ὅπερ κατὰ τὴν ὁδὸν αὐτῷ συνέβηκεν, ὠνείδισε, λέγων· « Τί ἐστιν, ἀδελφὲ, ὅπερ ὁ ἐχθρός σοι διὰ τοῦ συνοδοιπόρου κατειργάσατο; τὸ πρῶτον πλανῆσαί σε οὐκ ἴσχυσεν, εἰς τὸ δεύτερον δελεάσαι σε οὐκ ἠδυνήθη εἰς τὸ τρίτον ἐνίκησε καὶ ἐν οἷς ἠθέλησε κατέλαβε. Τότε ἐκεῖνος τήν ἁμαρτίαν τοῦ ἑαυτοῦ ἀσθενοῦς λογισμοῦ γνωρίσας, τοῖς τοῦ ἁγίου ποσὶ προσκυλινδούμενος, τοσούτῳ μᾶλλον ἤρξατο θρηνεῖν τε καὶ αἰδεῖσθαι τὸ ἑαυτοῦ σφάλμα ὅσον ἑαυτῷ ἐπέγνω ἡμαρτηκέναι, καὶ ἐν τῇ τοῦ πατρὸς ἀπουσίᾳ γενομένην αὐτῷ ὑπὸ τοῦ ἐχθροῦ συμφορὰν, ἐπέγνω σαφῶς ἐν τοῖς τοῦ πατρὸς ὀφθαλμοῖς ταύτην πεπραχέναι.

ΠΕΤΡ. Ἐγὼ τοῦ ἁγίου τούτου ἀνδρὸς τὰς πράξεις ἀκούων, ἐν μὲεν τῷ προορᾷν τὰ μέλλοντα, καὶ τὰ ἐν κρυφῇ δρώμενα εἰς φανερὸν ἄγειν, τοῦ Ἐλισσαίου τὸ πνεῦμα ἐν αὐτῷ ὑπάρχειν ὁρῶ, ὅτι ἀπόντι τῷ μαθητῇ, ὡς παρὼν τὰ κατὰ αὐτοῦ διέγνω.


CAPUT XIV. ΚΕΦΑΛ. ΙΔ'. Περὶ Τοτίλα τοῦ ῥηγὸς πειράσαντος τὸν ἅγιον. ΓΡΗΓΟΡΙΟΣ. Δέον ἐστὶ, Πέτρε, ἡσυχάζειν σε τέως, ὅπως ἀκούσῃς τὰ μέγιστα. Ἐν τοῖς τῶν Γότθων καιροῖς, ὁ τούτων ῥὴξ Τοτίλας τὸ ὄνομα, ἀκηκοὼς τὰ τοῦ ἁγίου κατορθώματα, καὶ ὅτι προφητικοῦ χαρίσματος ἀνάπλεως τυγχάνει, ἐπὶ τὸ μοναστήριον ὥρμησεν ἐλθεῖν. Καὶ δὴ μήκοθεν τοῦ μοναστηρίου στὰς, τὴν ἑαυτοῦ παρουσίαν τῷ μακαρίῳ ἐμήνυσεν. Ὁ δὲ ἅγιος ἐπέστρεψε τοῦ παραγενέσθαι αὐτὸν πρὸς αὑτόν. Ἐκεῖνος δὲ λογισάμενος ἐν ἑαυτῷ ἀδύνατον εἴναι φθαρτὸν ἄνθρωπον ὄντα προφητικῆς χάριτος μετασχεῖν, τοῦτον πειρᾶσαι ἐτόλμησεν. Ἕνα δέ τινα τῶν αὑτοῦ σπαθαρίων, Ῥίγγωνα, ;εγόμενον, ἠμφίασε τοῖς ἑαυτοῦ ἱματίοις, καὶ τοῖς ὑποδήμασιν ὑπέδησεν, καὶ τοῦτον ;εν τῷ ἑαυτοῦ ὀνόματι πορευθῆναι πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ ἐκέλευσεν, ὡς δῆθεν πειράζων αὐτὸν, παρασχόμενος αὐτῷ δορυφόρους πλείονας. Σὺν αὐτοῖς δὲ καὶ κόμητας ἀπέστειλε, τουτέστι Βουλτερῖκον, Ῥουδερῖκον, καὶ Βρινδῖνον, ἐκ δεξιῶν τε αὐτοῦ καὶ ἐξ εὐωνύμων πλήθη ἀρχόντων καὶ στρατιωτῶν πορευθῆναι προσέταξεν, οἰόμενος διὰ τῆς ἐπιπλάστου ταύτης καὶ ψευδοῦς θεωρίας ἀπατῆσαι τὸν τοῦ Θεοῦ δοᾶλον. Ὡς δὲ τὸ μοναστήριον κατέλαβεν ὑπὸ τῆς τῶν στρατιωτῶν τε καὶ ἀξιωματικῶν δορυφορούμενος τάξεως, συνέβη τὸν ἅγιον ἔν τινι ὑψηλῷ τόπῶ καθήμενον θεωρεῖν τοῦτον ἐρχόμενον· καὶ ἀπὸ διαστήματος ὄντος αὐτοῦ ἐξ οὖπερ ἡ τοῦ ἀγίου φωνὴ ἠδύνατο παρ' ἐκείνου ἀκουσθῆναι, ἔκραξεν ὁ ἅγιος, λέγων· « Ἀπόθου, τέκνον, ἀπόθου τοῦτο ὅπερ ἐνδέδυσαι, οὐκ ἔστι γὰρ σόν· » Ὁστις Ῥίγγων ταῦτα ἀκούσας παρ' αὐτοῦ πεσὼν ἐπί τὴν ἐξέστη, μετανοῶν ἐφ' οἷς ἐδρασεν, ὅτι τοιοῦτον ἅγιον, καὶ διορατικώτατον ἄνδρα διαχλευάσαι ἀπετόλμησε. Πάντες οὖν οἱ σὺν αὐτῷ ὄντες τῷ ἀνθρώπῳ τοῦ Θεοῦ ἐπὶ τὴν γῆν προσεκύνησαν. Ἀναστάντες δὲ οὐδαμῶς τῷ ἁγίῳ πλησιάσαι ἐτόλμησαν, ἀλλὰ πρὸς τὸν ἑαυτῶν ῥῆγα ὑπέστρεψαν τρέμοντες, καὶ ἑαυτοὺς μεμφόμενοι ἐπὶ τῇ οἰκείᾳ κουφότητι.


CAPUT XV. ΚΕΦΑΛ. ΙΕ'. Περὶ ἧς ἐξέθετο προφητείας τῷ αὐτῷ ῥηγί. Τότε δι' ἑαυτοῦ ὁ αὐτὸς ῥὴξ Τοτίλας πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον παραγέγονεν. Ὃν ἡνίκα μήκοθεν καθεζόμενον ἐθεάσατο, οὐδαμῶς ἐτόλμησε προσεγγίσαι αὐτῷ, ἀλλ' ἑαυτὸν ἐπὶ τὴν γῆν ῥίψας, ἐδέετο τῆς παρὰ τοῦ ἁγίου τυχεῖν συγχωρήσεως. Ὁ δὲ τοῦ Θεοῦ θεράπων τοῦτον δὶς καὶ τρὶς προσφωνήσας ἀναστῆναι, καὶ θεασάμενος τῷ φόβῳ αὐτὸν συσχεθέντα μὴ ἀνιστάμενον, Βενέδικτος ὁ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ οἰκέτης δι' ἑαυτοῦ ἀναστῆσαι τὸν ῥηθέντα ῥῆγα Τοτίλαν κατηξίωσε, καὶ τοῦτον περὶ τοῦ ἑαυτοῦ διήλεγξε πράξεων. Καὶ ἐν ὀλίγοις ῥήμασι πάντα τὰ μέλλοντα αὐτῷ συμβεβηκέναι προεμήνυσε, λέγων· « Πολλὰ κακὰ ἐποίησας καὶ ποιεῖς, λοιπὸν ἀπόστηθι τῆς ἀνομίας, καὶ μετανόησον κᾂν ὀψέ ποτε· καὶ γὰρ ἐν Ῥώμῃ μέλλεις εἰσιέναι, καὶ θάλασσαν περάσαι ἔχεις, ἐννέα ἔτη βασιλεύσεις, τῷ δεκάτῳ δὲ ἔτει τελευτήσεις. » Ταῦτα ἀκούσας ὁ τῶν Γότθων ῥὴξ, καὶ τῇ ἀπροσδοκήτῳ τοῦ μακαρίου προφετηίᾳ ἔκθαμβος γενόμενος, ἔῤῥιψεν ἑαυτὸν ἐπὶ τὴν γῆν, καὶ εὐχὴν αἰτήσας, ἀνεχώρησε τῆς μονῆς· καὶ ἀπὸ τότε τῆς ἑαυτοῦ ὡμότητός τε καὶ ἀπανθρωπίας μετεποιήθη, διὰ τῆς τοῦ ὁσίου διδασκαλίας, καὶ ἐπωφελοῦς παραινέσηως. Καὶ οὐ μετὰ πολὺν χρόνον ἐν Ῥώμῃ εἰσῆλθε, καὶ ἐν Σικελίᾳ παραγέγονεν· δεκάτῳ δὲ ἔτει τῆς αὐτοῦ βασιλείας, ἡ θεία δίκη τοῦτον ζῇν οὐκ εἴασεν, ἀλλὰ κατὰ τὴν τοῦ ἁγίου προφητείαν, τὸ βασίλειον μετὰ τῆς ζωῆς ἀπώλεσεν. Ὅθεν λοιπὸν ὁ τῆς Κανουσίων ἐκκλησίας ἐπίσκοπος πρὸς τὸν μέγαν Βενέδικτον κατὰ τὸ σύνηθες παραβαλών· διὰ γὰρ τὴν τῆς πολιτείας αὐτοῦ ἁγιωσύνην σφόδρα τοῦτον ἠγάπα ὁ σεβάσμιος Βενέδικτος. Καθεσθέντων οὖν αὐτῶν, καὶ λόγου κινηθέντος περί τε τῆς ἐν τῇ πόλει εἰσῇδου τοῦ ῥηγὸς Τοτίλα, καὶ τῆς τῶν Ῥωμαίων πόλεως ἀπωλείας, λέγει πρὸς τὸν μακάριον ὁ ἐπίσκοπος· « Διό τοῦ ῥηγὸς τούτου ἡ πόλις Ῥώμη καταλυθήσεται, πρὸς τὸ μηκέτι οἰκισθῆναι παρὰ ἀνθρώπων. » Πρὸς ὃν ὁ τοῦ Θεοῦ ἄνθρωπος ἀπεκρίθη· « Ἡ τῶν Ῥωμαίων πόλις ὑπὸ ἐθνῶν οὐ μὴ καταλυθήσεται, ἀλλ' ἀνάγκαις, ἀστραπαῖς τε καὶ σεισμοῖς σαλευθεῖσα τακήσεται ἐφ' ἑαυτήν. » Καὶ ἰδοὺ τὰ μυστήρια τῆς τοῦ σεβασμίου ἀνδρὸς προφητείας ἡλίου λαμπρότερα ἐν ὀφθαλμοῖς πάντων πρόκειται· καὶ γὰρ ἐν αὐτῇ τῇ μεγίστῃ πόλει τὴν περικαλλῆ ταύτης κόσμησιν οὐχ ὁρῶμεν, ἀλλὰ καταχωσθέντας οἴκους, ἐκκλησίας ἐρημωθείσας διὰ τῶν ἐπιγεγονότων σεισμῶν κατανοοῦμεν, καὶ τὰ κτίσματα αὐτῆς παλαιωθέντα· ὑπὸ γὰρ τῶν συμπτωμάτων, καὶ τῶν συνεχῶν σεισμῶν ἡ τῶν οἰκοδομημάτων ποικιλία κατεῤῥυπώθη. Ταύτης τῆς θεοσδότου τοῦ ὁσίου ἀνδρὸς προφητείας τὴν ἐξήγησιν ἐποιήσατο πρός με Ὁνωρᾶτος ὁ τοῦ ἁγίου φοιτητής· ἔλεγε δὲ ταῦτα ὁ αὐτὸς εὐλαβέστατος Ὁνωρᾶτος οὐ παρὰ τοῦ ἁγίου ἀκηκοέναι, ἀλλὰ παρὰ ἀδελφῶν ἀληθευόντων πιστωθεὶς ἐμαρτύρει ταῦτα.


CAPUT XVI. ΚΕΦΑΛ. Ιϛ' Περὶ τοῦ δαιμονιοῦντος κληρικοῦ, καὶ διὰ προσευχῆς αὐτοῦ ἰαθέντος. Ἐν αὐτῷ τοίνυν τῷ καιρῷ κληρικός τις ἐκ τῆς Ἀκυϊνῶν ἐκκλησίας ἐτύγχανεν ὑπὸ δαίμονος ἀκαθάρτου ἐνοχλούμενος· ὁ δὲ τούτου ὁσιώτατος ἐπίσκοπος Κωνστάντιος ἐν διαφόροις τῶν ἁγίων κοιμητηρίοις πολλάκις τοῦτον ἀπέστειλεν, ὅπως δυνηθῇ ἰάσηως τυχεῖν· ἀλλ' οἱ ἅγιοι τοῦ Θεοῦ μάρτυρες τῆς ἰάσεως τὸ δῶρον τούτῳ παρασχεῖν οὐχ εἵλοντο, ἐπιδεῖξαι πᾶσι θελήσαντες τὴν ἐν τῷ μακαρίῳ Βενεδίκτῳ ἐπιπολάζουσαν θείαν χάριν τῶν ἰαμάτων. Ἀπηνέχθη τοίνυν ὁ ἀσθηνῶν πρὸς τὸν τοῦ Θεοῦ δοῦλον Βενέδικτον, ὅστις τῷ κυρίῳ Ἰησοῦ Χριστῷ τὰς δεήσεις προσενέγκας, τὸ ἀκάθαρτον πνεῦμα ἀπ' αὐτοῦ ἀπελάσας, ὑγιῆ τοῦτον τῇ τοῦ Θεοῦ χάριτι ἀποκατέστησεν, εἰπὼν αὐτῷ· « Ἄπελθε, ἰδοὺ ὑγιὴς ὑγιὴς γέγονας, κρέα μὴ φάγῃς, μηδὲ ἱερατικῷ βαθμῷ ἐπιβῇς· οἵαν δ' ἂν ἡμέραν ἱερατικὸν ἀξίωμα ἐφ' ἑαυτὸν δέξασθαι τολμήσεις, εὐθέως ὑπὸ τὴν ἐξουσίαν τοῦ ἀκαθάρτου δαίμονος ἀνελεημόνως ὑποβληθήσῃ. » Ἐπανελθὼν δὲ εἰς τὰ ἴδια ὁ ἰαθεὶς, ἐπελάθετο τῆς παρὰ τοῦ ἁγίου δοθείσης αὐτῷ ἐντολῆς, καὶ μετὰ ἐτῶν πολλῶν περίοδον, ἡνίκα ἐθεάσατο τοὺς προτερεύοντας, ἐν τῷ ἱερατικῷ καταλόγῳ ἐκ τοῦδε τοῦ βίου μεταστάντας, καὶ τοὺς ἑαυτοῦ ἐλάσσονας ἐν ἱερατικῷ προβαίνοντας τάγματι, λήθην, ὡς εἴρηται, ὑπομείνας τῶν παρὰ τοῦ ἁγίου πρὸς αὐτὸν γενομένων νουθεσιῶν, ἱερατικῷ ἐπέβη τάγματι· παραυτὰ δὲ εἰς αὐτὸν ὁ δαίμων, ὥσπερ ἀνήμερος θὴρ εἰσοικισθεὶς, ἀνηλεῶς τοῦτον διεσπάραττε μέχρι θαναάτου.

ΠΕΤΡ. Ὁ προορατικὸς τοῦ Θεοῦ οὗτος ἄνθρωπος, ὡς ὁρῶ, ἀποκεκρυμμένα μυστήρια διέγνωκεν, ὅστις ὑπὸ Θεοῦ φωτισθεὶς, τουτονὶ τὸν κληρικὸν διὰ τοῦτο τῷ διαβόλῃ παραδοθέντα συνῆκε, πρὸς τὸ μὴ αὖθεις τολμῆσαι τοῦτον ἱερατικῇ ἐγχειρισθῆναι ἀξίᾳ.

ΓΡΗΓ. Διὰ τί ἀγνοεῖν εἶχε τὰ τῆς θηότητος μυστήρια ὁ τοῦ Χριστοῦ τὰ προστάγματα φυλάττων; καθὼς γέγραπται· « Ὁ προσκολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. »

ΠΕΤΡ. Εἰ ἓν γίνεται σὺν τῷ κυρίῳ πνεῦμα ὁ τῷ Θεῷ προσκολλώμενος, τί ἐστιν ὅπερ παλιν ὁ αὐτὸς πάνσοφος κήρυξ εἴρηκεν, φήσας· « Τίς ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; » λίαν ἀσύμφωνόν μοι εἶναι δοκεῖ, εἰ ὁ νοῦς συν τι κυρίῳ ἓν πνεῦμα γενόμενος τὰ μέλλοντα ἀγνοήσει.

ΓΡΗΓΟΡ. Οἱ ἅγιοι ἄνδρες, ἐφ' ὅσον σὺν τῷ κυρίῳ ἕν εἰσι, τὸν νοῦν κυρίου οὐκ ἀγνοοῦσιν, ὁ γὰρ αὐτὸς Ἀπόστολος λέγει· « Τίς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ὀκοῦν ἐν αὐτῷ οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνω, εἰ μὴ τὸ πνεῦμα τοῦ Θεοῦ. » Ἵνα οὖν ἑαυτὸν ἐπιδείξῃ τὰ τοῦ Θεοῦ μὴ ἠγνοηκέναι μυστήρια, προσέθηκεν· « Ἡμεῖς δὲ οὐχὶ τὸ πνεῦμα τοῦ κόσμου τούτου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ· » ὅθεν εἴρηκε πάλιν· « Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίον ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, ἡμῖν δὲ ἀπεκάλυψε διὰ τοῦ πνεύματος αὐτοῦ. »

ΠΕΤΡ. Εἰ τῷ Ἀποστόλῳ αὐτὰ τὰ τοῦ Θεοῦ ὑπάρχοντα, διὰ τοῦ πνεύματος τοῦ Θεοῦ ἦσαν ἀποκεκαλυμμένα πῶς πρὸ τούτων ὧν προεθέμην λέγειν, προφθάσας εἶπεν· « Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. » Πάλιν δέ μοι ταῦτα λέγοντι ἑτέρα ὑπεισέρχεται ἐρώτησις· καὶ γὰρ Δαυῒδ ὁ προφήτης τῷ Θεῷ ἐντυγχάνων ἔλεγεν· « Ἐν τοῖς χειλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. » Εἰ οὖν τὸ γνῶναι τὰ τοῦ Θεοῦ κρίματα μεῖζόν ἐστι τοῦ ἀναγγεῖλαι, πῶς ὁ μακάριος Παῦλος ἀνεξερεύνητα τὰ τοῦ Θεού κρίματα ἀναγγέλλει, ὁ δὲ Δαυὶδ οὐ μόνον ταῦτα γνῶναι, ἀλλὰ καὶ τοῖς χείλεσιν ἀναγγεῖλαι μαρτυρεῖ;

ΓΡΗΓ. Ἐν ἑκατέραις ταύταις σου ταῖς ἐρωτήσεσιν ἐν τοῖς ἀνωτέρω εἰρημένοις ὡς ἐν συντόμῳ ἀπεκρίθην, λέγων, ὅτι οἱ ἅγιοι ἄνδρες ἐφ' ὅσον μετὰ τοῦ κυρίου ἕν εἰσιν, τὸν νοῦν κυρίου οὐκ ἀγνοοῦσιν. Πάντες γὰρ οἱ διὰ προσευχῆς ἀπερισπάστου τῷ κυρίῳ ἀκολουθοῦντες, δηλονότι ἐν τῇ εὐχῇ ὄντες σὺν τῷ κυρίῳ εἰσίν· οἱ δὲ τῷ ἐφολκίῳ τοῦ γεώδους τούτου καὶ ἐπικήρου σώματος τοῖς πάθεσιν βαρούμενοι, σὺν τῳ κυρίῷ εἶναι οὐ δύνανται. Τὰ ἀπόκρυφα οὖν τοῦ Θεοῦ κρίματα, ὅταν ἡνωμένοι τῷ κυρίῳ εἰσὶν, ἐπίστανται· ὅταν δὲ ὑπὸ τῆς τοῦ σώματος ἀσθενείας κώλυμα ὑποστῶσι, καὶ ἀπὸ Θεοῦ πρόσκαιρον ἀπασχοληθῶσι τὸν νοῦν, τὰ κρίματα τοῦ κυρίου ἀγνοοῦσι, καὶ τὰ ἀπόκρυφα αὐτοῦ μυστήρια ἄδηλα αὐτοῖς καθίστανται· καὶ λοιπὸν τότε ἀνεξερεύνητα τὰ κρίματα τοῦ Θεοῦ εἶναι λέγονται. Ἡνίκα δὲ τῷ Θεῷ τῇ διανοίᾳ ἑνωθῶσι διὰ τῆς τῶν θείων γραφῶν ἀναπτύξεως, καὶ κρυπτῶν μυστηρίων ἀποκαλύψεως, ὅσον παρὰ Θεοῦ κομίζονται τὸ μέτρον γινώσκουσι καὶ αὐτὸ οἴδασί τε καὶ προμηνύουσι. Τὰ μυστήρια τοίνυν, ἅπερ παρὰ τῷ Θεῷ ἐν ἀποκρύφῳ εἰσὶν, ἀγνοοῦσιν, ἃ δὲ ὁ Θεὸς ἀποκαλύπτει, γινώσκουσιν· ὅθεν καὶ Δαυῒδ ὁ προφήτης φησίν· « Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα· » παραυτὰ προσθεὶς ἐπήγαγε « τοῦ στόματός σου· » μονονουχὶ λέγων πρὸς Θεόν· Ἐκεῖνα ἐγὼ κρίματα γνῶναί τε καὶ ἀναγγεῖλαι ἠδυνήθην, ἅπερ λαλήσαντά σε πρὸς μὲ ἔγνων, ἐπεὶ ἐκεῖνα ἅπερ αὐτὸς οὐ λέγεις, παρ' ἡμῖν ἄδηλα ὑπάρχουσι καὶ ἀνέκφραστα. Συμφωνεῖ λοιπὸν ἥ τε προφητικὴ καὶ Ἀποστολικὴ μαρτυρία, ὅτι καὶ ἀνεξιχνίαστά εἰσι τὰ τοῦ Θεοῦ κρίματα, καὶ τὰ ἐκ τοῦ στόματος αὐτοῦ προερχόμενα τοῖς ἀνθρωπίνοις χείλεσιν ἔσονται προφερόμενα· καὶ γὰρ ὑπὸ ἀνθρώπον ἐκεῖνα λαληθῆναί τε καὶ γνωσθῆναι δύνανται, ἅπερ ὁ Θεὸς ἀποκαλύψει, καὶ πάλιν ἐκεῖνά εἰσι παρ' ἡμῖν κρύφιά τε καὶ ἀφανῆ, ἅπερ αὐτὸς τοῖς ἑαυτοῦ ἀνεφίκτοις κρίμασιν ἐν ἀδήλῳ ἔθετο.

ΠΕΤΡ Ἐν τῇ προσθήκῃ τῆς ἐμῆς ἐρωτήσεως τῶν προῥῤηθέντων μαρτυριῶν τὸ δυσερμήνευτον, λέγω δὴ τοῦ τε προφήτου Δαυὶδ καὶ τοῦ Ἀποστόλου, τηλαυγῶς διεσάφησας· ἀλλὰ δυσωπῶ εἰ ὑπολέλειπταί τι περὶ τῆς ἀνεπιλήπτου πολιτείας τοῦ ἁγίου ἐκείνου ἀνδρὸς, δαψιλῶς φράσον ἡμῖν.


CAPUT XVII. ΚΕΦΑΑ. ΙΖ'. Περὶ τῆς ἐρημώσεως τοῦ μοναστηρίου αὐτοῦ προφητείας. ΓΡΗΓΟΡΙΟΣ. Ἀνήρ τις ὑπῆρχεν εὐγενέστατος, ὁμώνυμος δὲ τοῦ μακαρίου Βενέδικτος ὅστις ὑπὸ τῆς αὐτοῦ θεοσόφου διδασκαλίας παιδαγωγηθεὶς, τὴν τοῦ βίου καταλείψας τερπνότητα πρὸς Θεὸν ἐπανέδραμεο καὶ διὰ την ἐν τῷ ἁγίῳ οὖσαν μεγίστην τῆς πολιτείας τὴν ἀρετὴν, τὴν τῆς πνευματικῆς παῤῥησίας πρὸς αὐτὸν ἐκτήσατο ἀσφάλειαν. Τούτου κατὰ τὸ συνῆθες πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον παραγεγονότος, καὶ ἐν τῷ κελλίῳ εἰσεληλυθότος, εὖρε τὸν θεσπέσιον πατέρα πικρῶς κλαίοντα καὶ ὀδυρόμενον· ἐπὶ πολὺ δὲ ἑστὼς, καὶ θεασάμενος τὴν τῶν ἀκατασχέτων αὐτοῦ δακρύων φορὰν, ἐν ἀμηχανίᾳ γέγονεν, μὴ ἑωρακὼς τοῦτον, καθὼς συνῆθες αὐτῷ ἦν, ἐν τῇ τῆς προσευχῆς ὥρᾳ ἐν ἡσυχίᾳ δακρύειν, ἀλλ' οἰμωγὰς καὶ θρηνώδεις στεναγμοὺς ἐκπέμποντα. Ἔμφοβος δὲ καὶ ἔντρομος γενόμενος, τί ἂν ἦν τὸ αἴτιον παρὰ τοῦ ἁγίου μαθεῖν ἐπεζήτει τοῦ τοσούτου ὀδυρμοῦ, πρὸς ὃν ὁ θεόσοφος πατὴρ ἀπεκρίθη, λέγων· « Ὅλον τοῦτο τὸ μοναστήριον ὅπερ δια τοῦ Θεοῦ ὠωκοδόμησα, καὶ πάντα ὅσα τοῖς ἀδελφοῖς ἡτοίμασα, τῇ τοῦ παντοδυνάμου Θεοῦ κρίσει τοῖς ἔθνεσι παρεδόθησαν· μόλις δὲ διὰ προσευχῆς τὸν Θεὸν ἐξιλεωσάμην τοῦ χαρισθῆναὶ μοι τὰς ψυχὰς τῶν ἐν κυρίῳ μου ἀδελφῶν τῶν ἐν τῷ μοναστηρίῳ οἰκούντων. » Βενέδικτος μὲν ἐκεῖνος ὁ τῷ ἁγίῳ παραβαλὼν, τῆς τῶν μελλόντων προφητείας παρ' αὐτοῦ δεξάμενος τὰ ἐνέχυρα, ἀνεχώρησεν ἐκ τῆς μονῆς θαυμάζων· ἡμεῖς δὲ ὁρῶμεν ἀρτίως ὑπὸ τοῦ γένους τῶν Λογγοβάρδων καταλυθὲν τὸ μοναστήριον αὐτοῦ· ἀναπαυομένων γὰρ τῶν ἀδελφῶν μεσονυκτίῳ, ἄφνω εἰσπηδήσαντες ἐν τῷ μοναστηρίῳ οἱ Λογγοβάρδοι, πάντα τὰ ἐν τῇ μονῇ διαρπάσαντες, οὐ συνεχωρήθησαν παντελῶς τινος τῶν ἀδελφῶν ἐπικρατεῖς γενέσθαι· ἡ γὰρ τοῦ ἀνθρώπου τοῦ Θεοῦ προσευχὴ ἐφρούρει τούτους, πρὸς τὸ πᾶσι δειχθῆναι τὴν ἐνυπάρχουσαν αὐτohtigr;ι τῆς θείας δυνάμεως χάριν· ὁ γὰρ πιστὸς ἐν ἐπαγγελίαις Θεὸς, ὅπερ τῷ ἑαυτοῦ γνησίῳ θεράποντι Βενεδίκτῳ ὑπέσχετο ἐπλήρωσεν· εἰ γὰρ καὶ τὰ ὑπάρχοντα τῆς μονῆς ἐκ συγχωρήσεως Θεοῦ διήρπασαν, ἀλλ' οὖν ὅμως ἡ τῶν ψυχῶν περιποίησις ὑπὸ κυρίου ἐδωρήθη αὐτῷ. Οὕτως ἔγνωμεν καὶ τὸν μακάριον Παῦλον τὸν Ἀπόστολον ὑπὲρ τοῦ πλήθους τῶν συμπλωτήρων αὐτοῦ ἐκδυσωπήσαντα τὸν Θεὸν ἐν τῇ κατὰ τὸν πλοῦν ζαλώδει ἀνάγκῃ, καὶ τῆς δεήσεως μὴ ἀποτυγχάνοντα· εἰ γὰρ καὶ τὰ μάλιστα τοῦ ἐν τῷ πλοίῳ ὄντος φόρτου ἡ ἀποβολὴ γέγονεν, ἀλλ' οὖν γε ἡ τῶν ψυχῶν ἐπικερδὴς σωτηρία παρὰ Χριστοῦ ἐχαρίσθη αὐτῷ.


CAPUT XVIII. ΚΕΦΑΛ. ΙΗ'. Περὶ τοῦ ἀποκρύψαντος τὸ φλασκίον ἐν τῇ ὁδῷ, καὶ ἐκ προοράσεως τοῦ ἁγίου ἐλεγχθέντος. Ἐν ἐτέρῳ τοίνυν καιρῷ Ἐξιλαρᾶτος ὁ ἡμέτερος, ὃν αὐτὸς ἐπιστρέψαντα γινώσκεις, ἀπεστάλη ὑπὸ τοῦ κυρίου αὐτοῦ πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον, ἐπιφερόμενος οἴνου γέμοντα δύο ξύλινα σκεύη, ἅπερ τῇ κοινῇ διαλέκτῳ φλασκία καλοῦνται· ὅστις τὸ μὲν ἓν ἀπήγαγε πρὸς τὸν ἅγιον, τὸ δὲ ἕτερον κατὰ τὴν ὁδὸν ἔκρυψεν· ὁ δὲ διορατικὸς ἐκεῖνος ἀνὴρ ὃν οὐδὲν τῶν ἐκείνου πρακτέων οὐκ ἔλαθε, τὸ μὲν ἓν φλασκίον μετ' εὐχαριστίας ἐδέξατο, ἀπολύσας δὲ αὐτὸν παρήγγειλεν αὐτῷ λέγων· « Βλέπε, τέκνον, ἐξ ἐκείνου τοῦ φλασκίου, ὅπερ κατὰ τὴν ὁδὸν ἔκρυψας, μηκέτι πὶῃς λοιπὸν ἐξ αὐτοῦ, ἀλλὰ κένωσον αὐτὸ τετηρημένως, καὶ εὑρήσεις ὅπερ ἔνδον ἔχει. » Ὁδὲ σφόδρα καταισχυνθεὶς ἐνώπιον τοῦ ὁσίου βαλὼν μετάνοιαν, ὑπέστρεψεν· ἐλθὼν δὲ ἐν ᾧ τόπῳ ἦν τὸ αὐτὸ ἀποκρύψας φλασκίον, θέλων δοκιμάσαι εἰ ἀληθῆ εἰσι τὰ παρὰ τοῦ ἁγίου ῥηθέντα πρὸς αὐτὸν, ἔκλινε τὸ σκεῦος ἵνα κενώσῃ αὐτό· καὶ ἰδοὺ παραυτὰ ὄφις ἐξῆλθε, σὺν τῷ κενωθέντι οἴνῳ. Θεασάμενος οὖν ὁ προλεχθεὶς Ἐξιλαρᾶτος τὸ σφάλμα ὃ πεποίηκεν, καὶ ἔμφοβος γεγονὼς κατανυγεὶς μετενόησεν.


CAPUT XIX. ΚΕΦΑΛ. ΙΘ'. Περὶ τοῦ λαβόντος παρὰ μοναστρίας ἐγχείρια, καὶ ὑπὸ τοῦ ἁγίου ἐλεγχθέντος. Ἐμπόριον ἦν οὐ μακρὰν τῆς τοῦ ἁγίου μονῆς, ἐν ᾧ πολὺ πλῆθος ἀνδρῶν εἰδωλομανῶν ὑπῆρχεν. Οὗτοι οὖν ὑπὸ τῆς τοῦ μακαρίου ψυχωφελοῦς διδασκαλίας φωτισθέντες, ἐπὶ τὴν τοῦ Θεοῦ σωτήριον πίστιν ὑπέστρεψαν. Ἐν αὐτῷ τοίνυν τῷ ἐμπορίῳ ἀσκητήριον ἐτύγχανεν εὐλαβῶν τε καὶ σεμνῶν παρθένων, ὧν διὰ τὴν ὑπερβάλλουσαν ἀγιωσύνην, τοὺς οἰκείους μαθητὰς πρὸς οἰκοδομὴν, καὶ νουθεσίαν αὐτῶν εἰώθει ἀποστέλλειν. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν κατὰ τὸ σύνηθες, ἀπέστειλεν ὁ τοῦ Θεοῦ ἄνθρωπός τινα μοναχὸν εἰς τὸ τῶν παρθένων ἀσκητήριον πρὸς ψυχικὴν αὐτῶν ὠφέλειαν· ἐκεῖνος δὲ ὁ ἀποσταλεὶς μοναχὸς μετὰ τὴν τοσαύτην παραὶνεσιν τὴν παρὰ τοῦ τιμίου πατρὸς γενομένην, παρακληθεὶς ὑπὸ τῶν ἀεὶ παρθένων ἐγχείρια ἔλαβε, καὶ ἐν τῷ ἑαυτοῦ κόλπῳ ταῦτα κατέκρυψεν. Ἐν δὲ τῷ παραγενέσθαι αὐτὸν πρὸς τὸν πατέρα, διελέγξας αὐτὸν περὶ τούτου, αὐστηρῶς ἔφη πρὸς αὐτόν· « Ἀδελφὲ, πῶς ἡ ἀνομία εἰσῆλθεν ἐν τῷ κόλπᾳ σου; » Ἐκεῖνος δὲ ἐκπλαγεὶς ὑπὸ τοῦ φόβου, καὶ τῇ ἀπροσεξίᾳ ἐπιλαθόμενος τοῦ οἰκείου σφάλματος περὶ οὗ ὑπὸ τοῦ ἰδίου πατρὸς διελέγχετο, ἠγνόει τί πρὸς αὐτὸν ὁ πατὴρ ἔλεγε. Πρὸς ὃν ὁ ἅγιος ἔφη· « Μήτοι γε ἐγὼ οὐκ ἤμην αὐτόθι παρὼν, ὅτε παρὰ τῶν ἱερῶν παρθένων ἐδέξω τὰ ἐγχείρια, καὶ ἐν τῷ κόλπῳ σου ταῦτα κατέκρυψας; » ὁ δὲ ταῦτα ἀκούσας τοῖς ἴχνεσι τοῦ ἁγίου προσκυλινδούμενος, ἑαυτὸν ἡμαρτηκέναι ἔλεγεν· ἅπερ δὲ ἦν λαβὼν παρὰ τῶν παρθένων ἐγχείρια, ταῦτα ἐκ τοῦ ἑαυτοῦ κόλπου ἐκβαὼν, ἐνώπιον τοῦ ἁγίου ῥίψας γνησίως περὶ τοῦ πταίσματος τούτου μετεμελήθη.

CAPUT XIX. De mappularum receptione ab eodem cognita. Non longe autem a monasterio vicus erat in quo non minima multitudo hominum ad fidem Dei ab idolorum cultu Benedicti fuerat exhortatione conversa. Ibi quoque quaedam sanctimoniales feminae inerant, et crebro illuc pro exhortandis animabus fratres suos mittere Benedictus Dei famulus curabat. Quadam vero die misit ex more; sed is qui missus fuerat monachus, post admonitionem factam, a sanctimonialibus feminis rogatus mappulas accepit. sibique eas abscondit in sinu. Qui mox ut reversus est, eum vir Dei vehementissima amaritudine coepit increpare, dicens: Quomodo ingressa est iniquitas in sinum tuum? At ille obstupuit, et quid egisset oblitus, unde corripiebatur ignorabat. Cui ait: Nunquid ego illic praesens non eram quando ab ancillis Dei mappulas accepisti, tibique eas in sinum misisti? Qui mox ejus vestigiis provolutus, stulte se egisse poenituit, et eas quas in sinu absconderat, mappulas projecit.

CAPUT XX. ΚΕΦΑΛ. Κ'. Περὶ τοῦ μοναχοῦ τοῦ κατὰ διάνοιαν ἐξουθενοῦντος τὸν ἅγιον. Ἐν μιᾷ τῶν ἡμερῶν κατὰ τὴν ὥραν ἐν ᾗ τὸν ἅγιον τῆς συνήθους ἐχρῆν μεταλαβεῖν τροφῆς, ἑσπέρας λοιπὸν βαθείας οὔσης, συνέβη τινὰ μοναχὸν υἱὸν γεγονότα δεφένσορός τινος, ἐνώπιον τῆς τοῦ ἁγίου τραπέζης τὸν λύχνον κατέχειν. Ἐσθίοντος δὲ τοῦ ἁγίου, ὁ δαίμων τῆς ὐπερηφανείας ἤρξατο αὐτὸν ἐνοχλεῖν, καὶ ἐπάρσεως λογισμοὺς αὐτῷ ἐπαφίειν [ Sic pro ἐπαφιέναι], καὶ ἀλαζονευόμενος ἐν ἑαυτῷ, ἔλεγε· « Τίς ἐστιν οὗτος ᾧ ἐγὼ παριστάμενος ὑπηρετῶ, καὶ λύχνον ἐπὶ χεῖρας βαστάζων δουλεύω; καὶ ἵνα τὶ τούτῳ ἐγὼ ὡς δοῦλος καθυπουργῶ; » Ταῦτα δὲ αὐτοῦ κατὰ διάνοιαν διαλογιζομένου, ὁ τῷ προορατικῷ κατηγλαϊσμένος χαρίσματι πατὴρ Βενέδικτος, διελέγξας αὐτὸν σπλάγχνοις πατρικοῖς, εἶπε· « Σφράγισον τὴν καρδίαν σου, ἀδελφέ· ἵνα τί ἀλαζονείας λογισμοὶ ἐν σοὶ ἀναφύονται; πρόσεχε σεαυτῷ. » Καλέσας οὖν τοὺς ἀδελφοὺς ἐκέλευσε παραυτὰ τὸν λυχνον ἐκ τῶν χειρῶν αὐτοῦ ἀρθῆναι. Ὁ δὲ ἐξελθὼν ἐξω ἐκάθητο σὺν δάκρυσιν: ὅστις παρὰ τῶν ἀδελφῶν ἐρωτώμενος, τί ἂν εἴη πεπραχὼς, καὶ τίς ἡ παρὰ τοῦ ἁγίου πρὸς αὐτὸν ἀγανάκτησις, ἀπεγύμνωσεν αὐτοῖς τὴν ἑαυτοῦ κατὰ διάνοιαν διαβολικὴν πλάνην, καὶ πῶς τῷ τῆς ὑπερηφανείας ἐφυσιώθη πνεύματι, καὶ ὁποῖα ἀνθρώπου τοῦ Θεοῦ ῥήματα ἐν τῇ ἑαυτοῦ καρδίᾳ μελετῶν ἐκορυφοῦτο. Ὅθεν λοιπὸν πᾶσι φανερὸν γέγονεν ὁ ἐν τῇ καρδίᾳ αὐτοῦ κεκρυμμένος ἰὸς, καὶ τὴν τοῦ ἁγίου πατρὸς προδιορατικὴν ἐφαύμαζον καθαρότητα, ὅτι τὰ ἐν τῇ διανοίᾳ ὑπὸ ττοῦ κοινοῦ ἐχθροῦ φυόμενα, τοῦτον λαθεῖν οὐ δύνανται.


CAPUT XXI. ΚΕΦΑΛ. ΚΑ'. Περὶ τοῦ εὑρεθέντος ἀλεύρου ἐν καιρῷ λιμοῦ ἔμπροσθεν τῆς τοῦ ἁγίου κέλλης. Ἐν ἄλλῳ τοίνυν καιρῷ ἐν τοῖς τῆς Καμπανίας μέρεσι, λιμὸς γέγονε καὶ τῶν ἀναγκαίων βρωμάτων πάντων στένωσις Σπάνη οὖν σίτου καὶ τῷ τοῦ ἁγίου φροντιστηρίῳ ὑπῆρχε καὶ λεῖψις τῶν ἄρτων· ὥστε μὴ πλείους πέντε ἄρτων εὑρεθῆναι ἐν τῇ ὥρᾳ τῆς τῶν ἀδελφῶν ἑστιάσεως. Ἰδὼν δὲ αὐτοὺς ὁ τίμιος πατὴρ σκυθρωπάζοντας τὴν ὀλιγοψυχίαν αὐτῶν τῇ ἑαυτοῦ πρᾳοτάτῃ διορθώσει, καὶ ἀληθεῖ ὑποσχέσει διαστήσας, ἔλεγεν· « Ἵνα τί περίλυποί ἐστε ἕνεκεν τῆς τῶν ἄρτων λείψεως; σήμερον μὲν οὖν λεῖψιν ἔχετε, αὔριον δὲ πλησμονὴν τῶν ἀναγκαίων ἀφθόνως ἕξετε. » Καὶ τῇ ἑξῆς ἡμέρᾳ τῇ τοῦ Θεοῦ ὀκονομίᾳ ἀλεύρου μοδίους διακοσίους ἔμπροσθεν τῆς πύλης τοῦ μοναστηρίου ἐν σακκίοις εὗρον· ἅπερ ὅ πρύτανις πάντων Θεός τισιν ἐπιφερομένοις ἐνεφοίτησεν, καὶ τὴν τούτων ἀπόθεσιν ἐνώπιον τῆς τοῦ μοναστηρίου πύλης ἐποίησεν, οἵ τινες τὸ παράπαν ἄγνωστοι τοῖς ἀδελφοῖς ὑπῆρχον. Ἀγαλλιασθέντες οὖν ἐπὶ τῇ παραδόξῳ τοῦ ἁγίου θαυματοποιΐᾳ, τῷ Θεῷ δόξαν ἀνέπεμψαν, μαθόντες λοιπὸν μὴ δυσφορεῖν ἐν λιμῷ, εἴποτε τύχοιτοῦ τον συμβῆναι, ἐνέχειρον ἔχοντες τὴν τοῦ ἁγίου πρὸς Θεον παῤῥησίαν.

ΠΕΤΡ. Εἰπὲ, δυσωπῶ, τὸ πνεῦμα τῆς προφητείας διαπαντὸς ἐν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ ἦν, ἣ ἐν διαφόροις καιροῖς ἐν αὐτῷ ἐνήργει;

ΓΡΗΓ. Τῆς προφητείας τὸ πνεῦμα, Πέτρε, τῶν προφητῶν τὸν νοῦν οὐ πάντοτε εἴωθεν λαμπρύνειν· καθάπερ γὰρ περὶ τοῦ ἁγίου πνεύματος γέγραπται ὅτι « ὅπου θελεῖ πνεῖ, » οὕτω γνωστόν ἐστιν, ὅτι καὶ ὅτε θέλεῖ πνεῖ· τοῦτο γὰρ ἐστιν ὅπερ ὁ προφήτης Νάθαν παρὰ τοῦ βασιλέως Δαυὶδ αἰτηθεὶς εἰ τῷ Θεῷ φίλον ὑπάρχει οἰκοδομῆσαι αὐτὸν τὸν ναὸν κυρίου, πρῶτον μὲν συνεβούλευσε. μετέπειτα δὲ ἐκώλυσε· τοῦτό ἐστιν ὅπερ Ἐλισσαῖος ὁ προφήτης κλαίουσαν τὴν γυναῖκα ἐθεάσατο, τὸ δὲ πρᾶγμα ἠγνόει, πρὸς δὲ τὸν κωλύοντα αὐτὴν παῖδα ἔλεγεν· « Ἄφες αὐτὴν, ὅτι ἡ ψυχὴ αὐτῆς κατώδυνὸς ἐστιν, καὶ κύριος ἀπέκρυψεν ἀπ' ἐμοῦ, καὶ οὐκ ἐφανέρωσέ μοι. » Ὅπερ ὁ πρύτανις πάντων Θεὸς ἐκ μεγίστης εὐσπλαγχνίας οἰκονομικῶς κατασκευάζει· τῆς γὰρ προφητείας τὸ πνεῦμα ποτὲ μὲν παρέχων, ποτὲ δὲ σοφῶς ἀφαιρούμενος, τῶν προφητευόντων τὸν νοῦν διεγείρει μὲν ὲν τῷ ὕψει, διατηρεῖ δὲ πάλιν ἐν τῇ ταπεινώσει, ἵνα καὶ δεχόμενοι τὸ πνεῦμα ἐπιγινώσκωσι τὴν παρὰ τοῦ Θεοῦ ἐν αὐτοῖς ἔμπνευσιν, καὶ πάλιν ὡσαύτως ἀφαιρούμενοι, οἰκονομικῶς μάθωσιν, ἀφ' ἑαυτῶν τί εἰσιν.

ΠΕΤΡ. Οὕτως εἶναι καθομολογῶ, καὶ μεγάλως πεπληροφόρημαι· λιπαρῶ δὲ ἵνα τὸ ἐλλεῖπον τῆς διηγήρεως τῶν κατορθωμάτων τοῦ σεβασμίου πατρὸς Βενεδίκτου ἀναπληρώσῃς, καὶ εἴ τι δ' ἂν ὑπαντᾷ τῇ σῇ ἡγιασμένῃ ψυχῇ, διέξελθέ μοι.


CAPUT XXII. ΚΕΦΑΛ. ΚΒ'. Περὶ τοῦ κατ' ὄναρ χρηματισμοῦ, ἕνεκεν τῆς οἰκοδομῆς τῆς ἐν Τεῤῥακίνeegr;ι μονῆς. ΓΡΗΓΟΡΙΟΣ. Ἐν ἑτέρῳ καιρῷ ὁ τὸν νοῦν πεφωτισμένος πατὴρ Βενέδικτος παρεκλήθη ὑπό τινος πιστοῦ καὶ εὐλαβεστάτου ἀνδρὸς, ὅπως διὰ τῆς αὐτοῦ ἐπιτροπῆς καὶ συνδρομῆς, ἐν τῷ ἑαυτοῦ χωρίῳ πλησίον διακειμένῳ τῆς Τεῤῥακίνων πόλεως, ἵνα ἀποστείλας τινὰς τῶν ἑαυτοῦ μαθητῶν, οἰκοδομήσῃ αὐτόθι μοναστήριον. Καὶ δὴ εἴξας τῇ αὐτοῦ παρακλήσει, καλέσας οὓς ἔδοξεν αὐτῷ ἀποστεῖλαι, ὥρισεν αὐτοῖς, πατέρα καταστήσας δὲ καὶ οἰκονόμον, ἀπέλυσεν αὐτοὺς ἐν εἰρήνῃ, οἷς καὶ ὑπέσχετο διαβεβαιούμενος, καὶ λέγων. « Ἀπέλθετε ἀδελφοὶ, καὶ τῇδε τῇ ἡμέρᾳ ἐγὼ παραγίνομαι πρὸς ὑμᾶς, καὶ ὑποδεικνύω ὑμῖν ἐν ποίῳ τόπῳ τὸ εὐκτήριον ὀφείλει οἰκοδομηθῆναι, καὶ ἐν ποίῳ τόπῳ τὸ ἀριστητήριον τῶν ἀδελφῶν, καὶ ἐν ποίῳ τόπῳ τὸ εἰς ὑποδοχὴν τῶν ξένων, καὶ τὰ ἄλλα πάντα ἅπερ ἡ χρεία παιτεῖ γενέσθαι. » Οἵτινες τὴν τοῦ ἁγίου εὐχὴν λαβόντες εὐθέως ἐπορεύθησαν, καὶ συναγαγόντες τὰ Πρὸς τὴν τῆς οἰκοδομῆς χρείαν ἅπαντα, καὶ τὸν τόπον περικαθάραντες ἡτοίμασαν παντα, ἵνα τοῦ τιμίου πατρὸς παραγενομένου κατὰ τὴν οἰκείαν ὑπόσχεσιν τὴν τοῦ κτίσματος διάταξιν ποιήσηται. Τῇ δὲ νυκτὶ ἐκείνῃ ἐπιφωσκούσης τῆς ἡμέρας ἐν ᾗ τὴν ἑαυτοῦ παρουσίαν ὁ ἅγιος καθυπέσχετο, ὤφθη τῷ ἐκεῖσε παρ' αὐτοῦ προβληθέντι ἡγουμένῳ καὶ τῷ οἰκονόμῳ αὐτοῦ, ἐν ὁράματι ὑποδεικνύων αὐτοῖς τοὺς τῆς οἰκοδομῆς τόπους, καὶ σχεδὸν εἰπεῖν πάντα μετὰ ἀκριβείας ἃ ἐχρῆν γενέσθαι αὐτόθι διετάξατο αὐτοῖς. Ἀναστάντες οὖν ὅ τε ἀββᾶς τῆς μονῆς, καὶ ὁ τούτου οἰκονόμος μετὰ φόβου καὶ χαρᾶς μεγάλης θάτερος θατέρωῳ τὴν ὑπὸ τοῦ ἁγίου φανεῖσαν αὐτοῖς ὀπτασίαν διηγήσατο. Πιστωθέντες οὖν διὰ τῆς ὑπὸ τοῦ ἀνθρώπου τοῦ Θεοῦ φανείσης αὐτοῖς ὀπτασίας, ὁ τε προεστὼς τῆς μονῆς σὺν τohtigr;ι οἰκονόμῳ τὴν τοῦ χριστοφόρου ἀνδρὸς σωματικὴν ἐξεδέχοντο παρουσίαν. Ὡς δὲ παρῆλθε λοιπὸν ἡ τῆς ὁρισθείσης προθεσμίας ἡμέρα ἐν ᾗ ἔδει αὐτὸν πρὸς αὐτοὺς αἰσθητῶς παραγενέσθαι, καὶ τῆς προσδοκίας ἀποτυχόντες, ἐλυπήθησαν σφόδρα. Παραγενόμενοι δὲ πρὸς αὐτὸν τὴν αἰτίαν ᾔτουν μαθεῖν δι' ἣν πρὸς αὐτοὺς οὐ παραγέγονε, καὶ λυπούμενοι ἐνεκάλουν αὐτῷ, λέγοντες· « Πάτερ ὅσιε, καθὼς ὑπέσχου τὴν σὴν ἄφιξιν ἐξεδεχόμεθα, ἵνα ὑποδείξῃς ἡμῖν τὴν τῶν οἰκοδομημάτων τοποθεσίαν. » Πρὸς οὺς ὁ τοῦ Θεοῦ φίλος ἀποκριθεὶς, εἶπε « Διατί, ἀδελφοὶ, διατί ταῦτα οὕτω λέγετε πρός με; οὐχὶ καθὼς ὑπεσχόμην παραγέγονα πρὸς ὑμᾶς; » Εκείνων δὲ εἰπόντων, « ὅτι φύσει, πάτερ, οὐ παραγέγονας πρὸς ἡμᾶς, » αὐτὸς ἀπεκρίθη λέγων « Μὴ οὐκ ὤφθην ὑμῖν ἀμφοτέροις καθεύδουσι; καὶ ὑπέδειξα πῶς ὀφείλει ἡ τοῦ μοναστηρίου κτισθῆναι τοποθεσία; ἀπέλθετε, καὶ καθὼς διὰ τῆς ὀπτασίας ἐθεάσασθε, καὶ τῇ χειρὶ ὑμῖν ὑπέδειξα, οὕτως οἰκοδομήσατε. » Οἱ δὲ ταῦτα ἀκούσαντες, καὶ λίαν θαυμάσαντες, ἐν τῷ προλεχθέντι χωρίῳ ὑπέστρεψαν, καὶ πάντα τὰ τοῦ μοναστηρίου οἰκοδομήματα, καθὼς διὰ τῆς ὀπτασίας ἐτυπώθησαν, οὕτω καὶ ᾠκοδόμησαν.

ΠΕΤΡ. Διδαχθῆναι θέλω ποίᾳ τάξει γενέσθαι δύναται, ἵνα μήκοθεν ἀπέλθῃ ἀπόκρισις πρὸς καθεύδοντας ἄνδρας, ὅπερ οἱ ἅγιοι δι' ὀπτασίαν ἤκουσας καὶ ἐγνώρισαν.

ΓΡΗΓ. Ἵνα τί ἐρευνῶν διστάζεις, Πέτρε, περὶ τοῦ κατὰ τάξιν γεγονότος κεφαλαίου; ἣ ἀγνοεῖς ὅτι ἡ τοῦ πνεύματος φύσις κινητική ἐστιν ὑπὲρ τὸ σῶμα; ἀληθῶς τῆς γραφῆς μαρτυρούσης ἀκηκόαμεν. ὅτι ὁ προφήτης Ἀμβακοὺμ ἐκ τῆς Ἰουδαίας ὑψωθεὶς ἄφνω εἰς τὴν τῶν Χαλδαίων γῆν σὺν τῷ ἀρίστῳ ᾧ ἦν ἑαυτῷ ἑτοιμάσας, πρὸς τὸν προφήτην Δανιὴλ παραγέγονε, καὶ τοῦτον ἐμπλήσας ἐν τῇ Ἰουδαίagr;ι πάλιν ἑαυτὸν εὗρεν; Εἰ οὖν ὁ προφήτης Ἀμβακοὺμ ἐκ τοσούτου μεγίστου διαστήματος ὑπὸ Θεοῦ μετάρσιος γεγονὼς, καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ σωματικῶς Δανιὴλ τῷ προφήτῃ ἄριστον παραγενόμενος προκεκόμικε, τί θαυμαστὸν εἰ ὁ πατὴρ Βενέδικτος διὰ προσευχῆς ἐν πνεύματι ἁγίῳ μετάρσιος γέγονε, καὶ τοῖς δυσὶν ἤγουν τῷ ἡγουμένῳ καὶ τῷ αὐτοῦ οἰκονόμῳ ὤφθη, καὶ περὶ τῆς οἰκοδομῆς τῆς μονῆς διετάξατο, ὃν τρόπον δὲ ὁ προφήτης τὴν σωματικὴν τροφὴν ἐπιφερόμενος πρὸς Δανιὴλ τὸν προφήτην σωματικῶς παραγέγονε, τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ πατὴρ Βενέδικτος ἐν πνεύματι πρὸς τοὺς μαθητὰς παραγέγονε, βρῶσιν ἀθάνατον αὐτοῖς ἐπιφερὸμενος, τουτέστι τὴν τῆς μονῆς σύστασιν καὶ οἰκοδομήν;

ΠΕΤΡ. Τῇ δεξιᾷ χειρὶ τῆς ψυχωφελοῦς καὶ σωτηριώδους διηγήσεως ἐκμαξάμενος τὴν ἐν τῇ διανοίᾳ μου ἐνοῦσαν δειλίαν ἀκμάζουσαν τὴν τῆς ἐρωτήσεως προθυμίαν ἀπειργάσω, ἀλλ' ἤθελον γνῶναι ὁποῖος ὑπῆρχεν ὁ ἀνὴρ οὗτος ἐν τῇ κοινῇ συντυχίᾳ.


CAPUT XXIII. ΚΕΦΑΛ. ΚΓ'. Περὶ τῶν χωρισθεισῶν παρ' αὐτοῦ τῆς κοινωνίας μοναστριῶν. ΓΡΗΓΟΡΙΟΣ. Σπανίως, Πέτρε, καὶ αὐτὴ ἡ συνήθης αὐτοῦ διάλεκτος ἠστόχει θείας δυνάμεως· ὑπὸ γὰρ τῆς τῶν σημείων ἐνεργείας ἡ τοῦ μακαρίου φωνὴ βριθομένη, ἐνεργὴς ὑπῆρχε καὶ οὐ διάκενος. Ὁ γὰρ τὴν ἑαυτοῦ καρδίαν ἐν τοῖς ὑψηλοῖς ἀνατείνας οὐδαμῶς ἐκ τῶν προερχομένων ἐκ τοῦ στόματος αὐτοῦ λόγων, κενόν τινα ἢ διαπίπτοντα εὑρίσκεσθαι ( sic ). Εἰ δὲ καὶ συμβέβηκέ ποτε σὺν ἀπειλῇ φθέγγεσθαι αὐτὸν, λίαν δυνατὸς ἦν ὁ τούτου λόγος· διότι οὐ μετὰ δειλίας, ἢ σκέψεως, ἀλλὰ δι' ἀποφάσεως σοφῶς ἐπετίμα. Ἐπεὶ οὖν οὐ μακρὰν τοῦ μοναστηρίου αὐτοῦ δύο τινὲς παρθένοι ἀσκήτριαι εὐγενεστάτου γένους τυγχάνουσαι ἐν τῷ ἑαυτῶν ἀνεστρέφοντο οἴκῳ, ἀνὴρ δέ τις σπουδαῖος καὶ εὐλαβὴς τὴν λειτουργίαν τῆς αὐτῶν χρείας τε καὶ οἰκονομίας συνήθως διηκόνει· ἀλλ' ἡ τοῦ γένους εὐγένεια οὐ πᾶσι συμβαίνει πρόξενος γίνεσθαι τῆς τοῦ νοὸς νήψεως, ἵνα ἑαυτοὺς ἐν τῷδε τῷ κόσμῳ βδελυξάμενοι μηδὲν πλέον ἑαυτοὺς τῶν ἄλλων ἡγήσωνται εἶναι. Τοῦτο δὲ εἰ ἔγνωσαν καὶ διὰ μελέτης ἐποιοῦντο, οὐκ ἂν αἱ προῤῥηθεῖσαι ἱεραὶ θήλειαι τὴν ἑαυτῆς γλῶσσαν δίκην ξηροῦ κατὰ τοῦ σπουδαιοτάτου ἐκείνου ἀνδρὸς τοῦ τὴν ὑπηρεσίαν προθύμως αὐταῖς τῶν ἀναγκαίων τοῦ σώματος χρειῶν προσπορίζοντος, εἰς ὕβρεις ἠκόνησαν, καὶ εἰς θυμὸν τοῦτον ἐκίνησαν. Ὁ δὲ εὐλαβὴς ἐκεῖνος ἀνὴρ μηκέτι λοιπὸν δυνάμενος ὑπενέγκαι τὴν ὑπερβάλλουσαν τῶν θηλειῶν εἰς αὐτὸν γινομένην ἀτιμίαν, πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον παρεγένετο, καὶ τὴν τῶν παρθένων ἐστηλίτευσεν ἀχάριστον γνώμην, καὶ πόσας ὕβρεις παρ' αὐτῶν ἐδέξατο ἀνέθετο τῷ ἁγίῳ. Ὁ δὲ σημειοφόρος πατὴρ Βενέδικτος ταῦτα ἀκούσας περὶ τῶν παρθένων, ἐδὴλωσεν αὐταῖς, λέγων· « Διορθώσασθε ἑαυτὰς καὶ τὴν γλῶσσαν ὑμῶν σωφρονίσατε, ἐπεὶ ἐὰν μὴ διορθώσησθε, ἀκοινωνήτους ὑμᾶς ποιῶ. » Ταύτην οὖν τὴν τῆς ἀκοινωνησίας ἀπόφασιν, οὐχ' ὡς δεσμῶν αὐτὰς ἐν τῷ τοῦ ἐπιτιμίου χωρισμῷ ἀπέστειλεν, ἀλλὰ σοφῶς τε καὶ πατρικῶς τὴν ἐκείνων ἀχάριστον προαίρεσιν βελτιῶσαι βουλόμενος; ἐκεῖναι δὲ τῆς οἰκείας ἀφροσύνης οὐκ ἀπέστησαν, οὐδὲ λόγον ἐποιήσαντο τῆς τοῦ ἁγίου παραινέσεως. Μετ' ὀλίγας οὖν ἡμέρας αἱ προῤῥηθεῖσαι παρθένοι τέλει τοῦ βίου ἐχρήσαντο, καὶ ἐν τῇ ἐκκλησίᾳ ἐτάφησαν. Ἡνίκα δὲ ἐν τῇ αὐτῇ ἐκκλησίᾳ τῆς θείας λειτουγίας αἱ συνάξεις ἐπετελοῦντο, καὶ κατὰ τὸ σύνηθες ὁ διάκονος ἐκραζεν· « Εἴ τις οὐ κοινωνεῖ, ἐξέλθῃ τῆς ἐκκλησίας ἐξω, » ἡ τροφὸς τῶν ῥηθεισων παρθένων, ἥτις ὑπὲρ αὐτῶν συνήθως προσφορὰν τῷ κυρίῳ, προσέφερε, τὰς αὑτὰς δύο παρθένους εκ τῶν μνημάτων αὑτῶν προερχομένας, καὶ ἀπὸ τῆς ἐκκλησίας ἐξερχομένας ἐθεώρει. Ὡς δὲ πολλάκις τοῦτο γινόμενον ἐθεάσατο, καὶ πρὸς τὴν τοῦ διακόνου ἐκφώνησιν ἐκείνας ἐξερχομένας ἐκ τῶν μνημάτων, καὶ ἐν τῇ ἐκκλησίᾳ μένειν μὴ δυναμένας, εἰς μνήμην ἐλθοῦσα ἡ ῥηθεῖσα τούτων τροφὸς, ὅτιπερ ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐτι ζώσαις αὐταῖς ἐδὴλωσε, καὶ τῆς τῶν θείων μυστηρίων μεταλήψεως ταύτας στερῆσαι εἶπεν, ἐὰν μὴ τὰ ἑαυτῶν ἤθη καὶ τοὺς λόγους διορθώσωνται, μετὰ σπουδῆς πρὸς τὸν τοῦ Θεοῦ δοῦλον Βενέδικτον παραγίνεται, καὶ σὺν ὀδυρμῷ πολλῷ πρὸς τοῖς ποσὶν αὐτοῦ κυλινδουμένη, τὴν οὐκτου καὶ φρίκης μεστὴν ἐκείνην θεωρίαν, ἥνπερ τοῖς ὀφθαλμοῖς τοῖς οἰκείοις ἐθεάσατο, ἀνήγγειλεν τῷ πατρί. Ὁ δὲ ἅγιος ταῦτα ἀκούσας, καὶ ὑπὸ τῆς συνούσης αὐτῷ συμπαθείας κινηθεὶς, λαβὼν μίαν προσφορὰν ἔδωκεν ἐν τῇ χειρὶ αὐτῆς, εἰπὼν πρὸς αὐτήν· « Ἄπελθε, καὶ ταύτην τὴν προσφορὰν ὑπὲρ αὐτῶν τῷ κυρίῳ προσενεχθῆναι ποίησον, καὶ τοῦ λοιποῦ οὐκ ἔσονται ἀκοινώνητοι. » Τῆς τοίνυν προσφορᾶς ὑπὲρ αὐτῶν προσενεχθείσης τῷ κυρίῳ, καὶ τοῦ διακόνου κατὰ τὸ σύνηθες κράζοντος, ἵνα οἱ μὴ μεταλαμβάνοντες ἐξέλθωσι τῆς ἐκκλησίας, οὐκ ἔτι λοιπὸν ἐθεωρήθησαν ὑπὸ τῆς τούτων τροφοῦ ἐκβαίνουσαι τῆς ἐκκλησίας. Ὅθεν πιστεύομεν ἐκτὸς πάσης ἀμφισβητήσεως, ὅτι ἡνίκα ἡ παρὰ τοῦ ἁγίου δοθεῖσα προσφορὰ ὑπὲρ αὐτῶν ἐθύθη, παραυτὰ τῆς συγχωρήσεως ἠξιώθησαν, καὶ τὴν τῆς ὁσίας κοινωνίας μετάληψιν παρὰ κυρίου διὰ τοῦ μακαρίου Βενεδίκτου ἐδέξαντο.

ΠΕΤΡ. Θαυμαστὸν σφόδρα ἐστὶν εἰ [redundat εἰ] τοῦτον τὸν σεβάσμιον καὶ ἁγιώτατον ἄνδρα ἐν ταύτῃ τῷ ζωῇ ὄντα καὶ φθαρτῇ σαρκὶ ἰσψύειν ψυχὰς λῦσαι ἐν αὐτῷ λοιπὸν τῷ ἀοράτῳ κριτηρίῳ τεταγμένας.

ΓΡΗΓΟΡ. Μή τι οὖν, Πέτρε, ἐν ταύτῃ τῃ σαρκὶ ἔτι οὐκ ἦν ὁ παρὰ Θεοῦ ἀκούσας, « Ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον καὶ ἐν τοῖς οὐρανοῖς; χαὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον καὶ ἐν τοῖς οὑρανοῖς; » οὖτινος καὶ νῦν τὴν τάξιν ἐπικρατοῦσιν, δεσμεύοντες καὶ λύοντες, οἱ τὸν θρόνον τοῦ ἁγίου Ἀποστόλου καὶ ποιμένος τῇ πίστει καὶ τοῖς ἤθεσι κοσμοῦντες. Ἵνα οὖν δόξης τοσαύτης γήϊνος ἄνθρωπος καταξιωθῇ, ὁ οὐρανοῦ καὶ γῆς ποιητὴς ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν κατῆλθε, καὶ ἵνα ἡ σὰρξ ἐκ τοῦ πνεύματος κρῖναι δυνηθείη, ταῦτα αὐτῇ παρασχεῖν ἠξίωσε, ὁ Θεὸς ὢν γέγονε διὰ τοὺς ἀνθρώπους σάρξ. Ἔξω δὲ αὐτοῦ ἡ ἀσθένεια ἡμῶν· οὐ γὰρ ὑπ' αὐτῆς ἡ τοῦ Θεοῦ δυναστεία ἠσθένησεν.

ΠΕΤΡ. Μετὰ τῆς τῶν σημείων δυνάμεως καὶ ἡ τῶν ῥημάτων ἀπολογία προσφόρως ἐξεφωνήθη


CAPUT XXIV. ΚΕΦΑΛ. ΚΔ'. Περὶ τοῦ μοναχοῦ τοῦ παρὰ γνώμην τοῦ ἁγίου εἰς τοὺς γονεῖς ἀπελθόντος, κᾀκεῖ τελειωθέντος. ΓΡΗΓΟΡΙΟΣ. Ἄλλοτε πάλιν μοναχός τις νεανικῶς βιῶν, τῆς μονῆς τοῦ ἀνθρώπου τοῦ Θεοῦ ὑπάρχων, τοὺς ἑαυτοῦ κατὰ σάρκα γονεῖς ὑπὲρ μέτρον ἀγαπῶν, καὶ ἐν τῇ οἰκίᾳ αὐτῶν συνεχῶς ἄνευ τῆς τοῦ ἁγίου πατρὸς παραθέσεως ἀπερχόμενος, συνέβη ἐν μιᾷ ἡμέρᾳ κατὰ τὸ σύνηθες αὐτῷ πρὸς τοὺς γονεῖς παραγενέσθαι· εἰσελθόντος δὲ αὐτοῦ ἐν τῇ οἰκίᾳ, ἐτελεύτησεν. Εἶτα κηδεύσαντες αὐτὸν, καὶ ταφῇ παραδόντες, τῇ ἑξῆς ἡμέρᾳ τὸ σῶμα αὐτοῦ ἔξω εὗρον ἐῤῥιμμένον. Καὶ τοῦτο πάλιν θάψαντες, εὐθὺς ὑπὸ τῆς γῆς ἐκβρασθὲν ὡς τὸ πρότερον ἐθεάσαντο. Ταῦτα οὖν ἑωρακότες οἱ αὐτοῦ κατὰ σάρκα γονεῖς, πρὸς τὸν συμπαθέστατον πατέρα Βενέδικτον μετὰ μεγίστου κλαυθμοῦ προσέδραμον, δεόμενοι ὅπως διὰ της ἐνούσης ἐν αὐτῷ θείας χάριτος οίκτειρήσας τὸν οὕτως ἀθλίως θανόντα, προστάξῃ τοῦτον ὑπὸ τῆς γῆς κατασχεθῆναι. Ἑωρακὼς οὖν ὁ μακάριος τὴν κατώδυνον αὐτῶν καρδίαν, λαβὼν ἀπὸ τοῦ δεσποτικοῦ σώματος μερίδα μίαν δέδωκεν ἐν τῇ χειρὶ αὐτῶν, εἰπὼν πρὸς αὐτούς· « Ἀπέλθετε, καὶ τοῦτο δεσποτικὸν σῶμα ἐπάνω τοῦ στήθους αὐτοῦ βαλόντες τῇ προσηκούσῃ ταφῇ παραδίδοτε. » Τοῦτο οὖν πεποιηκότες οἱ τοῦ τεθνεῶτος γονεῖς, οὐκέτι ὑπὸ τῆς γῆς ἐξεῤῥίφη τὸ ταφὲν σῶμα, ἀλλὰ κατὰ τὴν τοῦ ἁγίου πρόσταξιν, ἔμεινεν κατασχεθὲν ὑπὸ τῆς γῆς. Ὁρᾷς, Πέτρε, ποίας κατακρίσεως παρὰ Ἰησοῦ Χριστοῦ ἠξιώθη ἐκεῖνος ὁ ἀνήρ· ὄτι τὸ σῶμα αὐτοῦ ἡ γῆ ἀπέῤῥιψεν, διότι τὴν τοῦ μακαρίου Βενεδίκτου εὐμένειαν οὐκ ἔσχεν.

ΠΕΤΡ. Θαυμάζω ἀληθῶς, καὶ σφόδρα ἐκπλήττομαι.


CAPUT XXV. ΚΕΦΑΛ. ΚΕ'. Περὶ τοῦ ἐξελθόντος μοναχοῦ τῆς μονῆς, οὗτινος ἐν τῇ ὁδῷ δράκων ὑπήντησεν. ΓΡΗΓΟΡΙΟΣ. Ἦν τις ἐκ τῶν μοναχῶν τῆς μονῆς τοῦ ὁσίου πατρὸς Βενεδίκτου, ὅστις τῷ τῶν λογισμῶν ῥεμβασμῷ ὑπὸ τοῦ τῆς ἀκηδίας δαίμονος κυριευθεὶς, τῇ τοῦ κανόνος ἀκριβεστάτῆ παραδόσει στοιχίσαι οὐδαμῶς ἤθελεν. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος τοῦτον νουθετῶν οὐ διέλειπε, καὶ συνεχῶς παιδεύων οὐκ ἠμέλησεν. Ἐκεῖνος δὲ οὐχ εἵλατο τῆς τοῦ πατρὸς ὑπακοῦσαι παραινέσεως, ἀλλὰ καὶ ἀναιδῶς τῷ ἁγίῳ προσπίπτων οὐκ ἐπαύετο, ἵνα ἐαθῇ ὑπ' αὐτοῦ πρὸς τοὺς ἑαυτοῦ γονεῖς πορευθῆναι. Ἐν μιᾷ οὖν ἡμέρᾳ ὁ σεβάσμιος πατὴρ ὑπὸ τῆς αὐτοῦ παρακλήσεως ὀχληθεὶς, ἐν θυμῷ ἐκέλευσεν ἵνα τῆς μονῆς ὑποχωρήσῃ. Ὅστις εὐθέως ἡνίκα ἐκ τοῦ μοναστηρίου ἐξῆλθε, κατενώπιον αὐτοῦ ἐν τῇ ὁδῷ δράκοντα ἀνεῳγμένῳ τῷ στόματι εὗρε, καταπιεῖν τοῦτον θέλοντα. ἤρξατο οὖν αὐτὸς τρέμειν καὶ ψηλαφῶν μεγίσταις φωναῖς κράζων ἔλεγε « Δράμετε, δράμετε, ὅτι ὁ δράκων οὗτος καταφαγεῖν με θέλει. » Δραμόντες δὲ ὁμοῦ δύο ἀδελφοὶ, τὸν μὲν δράκοντα οὐκ ἐθεωρήσαντο, τρέμοντα δὲ, καὶ ψηλαφῶντα τὸν μοναχὸν εὑρόντες, εἰς τὸ μοναστήριον ὑπέστρεψαν. Ὅστις εὐθέως ὑπέσχετο μηδέποτε ἐκ τοῦ μοναστηρίου ἐξιέναι, ἢ ἀποστῆναι. Ἀπὸ οὖν τῆς ὥρας ἐκείνης ἐν τῇ ἑαυτοῦ ὑποσχέσει ὑπέμεινε, καὶ ταῖς τοῦ ἁγίου ἀνδρὸς εὐχαῖς τειχισθεὶς, τὸν κατέναντι αὐτοῦ ἑστῶτα δράκοντα, ὅντινα πρότερον μὴ ὁρῶν ἠκολούθει, τοῦτον οὐδαμῶς τοῦ λοιποῦ ἐθεάσατο.


CAPUT XXVI. ΚΕΦΑΛ. Κϛ'. Περὶ τοῦ ἰαθέντος παιδὸς ἀπὸ τῆς λέπρας. Νομίζω μηδὲ τοῦτο σιγῆς ἄξιον ὑπάρχειν, ὅπερ ἰλλουστρίῳ ἀνδρὶ Ἀντωνίῳ τοῦνομα διηγουμένῳ ἤκουσα, ὄστις ἔλεγε τοῦ πατρὸς αὑτοῦ παῖδα ἐπίχυσιν ἐλεφαντίας ὑπομείναντα, καὶ λοιπὸν τῶν τριχῶν αὐτοῦ πεπτωκυιῶν, τὸ δέρμα αὐτοῦ ἐφυσήθη. Εἶτα προϊούσης τῆς νόσου λαθεῖν οὐκ ἠδύνατο. Πρὸς δὲ τὸν ἄνθρωπον τοῦ Θεοῦ ὑπὸ τοῦ ἑαυτοῦ πατρὸς ἀπεστάλη, καὶ ἐν τῇ προτέρᾳ ὑγείᾳ ὁ παῖς ἀποκατασταθεὶς, τῷ οἰκείῳ γεννήτορι μετά πάσης σπουδῆς ἀπεδόθη.


CAPUT XXVII. ΚΕΦΑΛ. ΚΖ' Περὶ τῶν εὑρεθέντων ιγ' νομισμάτων διὰ προσευχῆς τοῦ ἁγίου. Καὶ τὰ περὶ Περεγρίνου τοῦ μαθητοῦ τοῦ μακαρίου ἀνδρὸς Βενεδίκτου διηγηθέντα μοι οὐδαμῶς ἡγοῦμαι δίκαιον σιγῇ παραδοῦναι. Εἴρηκε γάρ μοι ὁ αὐτὸς, ὅτι ἔν τινι ἡμέρᾳ ἀνήρ τις πιστὸς ἀνάγκῃ χρέους συνεχόμενος, καὶ ὑπὸ τοῦ χρεοφειλέτου τὸ δάνειον ἀπαιτούμενος, καὶ μὴ ἔχων τὸ πόθεν ἀποδοῦναι, μεγίστην ἑαυτῷ εὐεργεσίαν γενέσθαι ἐπίστευσεν, εἰ πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον παραγένηται Καὶ δὴ πορευθεὶς προσέπεσεν τοῖς τοῦ ἁγίου ποσὶν, τὴν συνέχουσαν αὐτοῦ τοῦ χρέους τῶν δώδεκα νομισμάτων ἀνάγκην ἀπαγγέλλων. Ὁ δὲ σεβάσμιος πατὴρ συμπαθῶς πρὸς αὐτὸν πρᾳείᾳ τῇ φωνῇ εἶπεν· « Ἀδελφὲ, συγχώρησον, ὅτι οὐδαμῶς ἔχω δώδεκα νομίσματα· ἀλλ' ἄπελθε, καὶ μετὰ δύο ἡμέρας ὑπόστρεψον πρός με, οὐ γὰρ ἔχω σήμερου ὅπερ σοι παρασχεῖν ὀφείλω. » Ἐν δὲ ταῖς δυσὶν ἡμέραις ἐκείναις ἦν ὁ πατὴρ σχολάζων ἐν τῇ προσευχῇ. Τῇ οὖν τρίτῃ ἡμέρᾳ παρεγένετο ὁ ἀνὴρ ἐκεῖνος, ὅστις ὑπὸ τῆς ἀνάγκης τοῦ χρέους συνείχετο, πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον. Ἄρκλα ( sic ) οὖν ὑπῆρχεν ἐν τῷ μοναστηρίῳ, ἥτις ἦν ὀσπρίου πλήρης· ὑπεράνω δὲ ταύτης αἰφνίδιον διὰ τῆς τοῦ θεοφόρου πατρὸς εὐχῆς, τρισκαίδεκα νομίσματα ηὑρέθησαν. Ἅπερ ὁ σημειοφόρος Βενέδικτος ἐκέλευσεν ἐνεχθῆναι, καὶ τῷ τεθλιμμένῳ δοθῆναι ἀνδρὶ, εἰπὼν πρὸς αὐτόν· « Ἄπελθε, τέκνον, καὶ τὰ μὲν δώδεκα νομίσματα ἀπόδος τῷ χρεοφειλέτῃ, τὸ δὲ ἓν νόμισμα κάτεχε σεαυτῷ διὰ τὰς ἀναγκαίας σου χρείας.

Ἀλλ' ἐπὶ τὸ προκείμενον ἡμῖν ἐπανιτέον αὖθις διηγουμένοις τὰ τοῦ σημειοφόρου πατρὸς θεῖα τεράστια, ἅπερ παρὰ τῶν αὐτοῦ φοιτητῶν τῶν ἐν ταύτῃ τῇ βίβλῳ ἀνωτέρω μνημονευθέντων, ἀκοῇ παρείληφα. Ἤν τις ἀνὴρ ὅστις εἶχεν ἕτερον ζηλοτυποῦντα αὐτῷ, καὶ ἐχθρωδῶς πρὸς αὐτὸν διακείμενον. Ὁ οὖν μισόκαλος δαίμων ἐπὶ τοσοῦτον ἐμμανῶς τοῦτον συνώθησεν, ὥστε θανατηφόρον ἐπινοήσασθαι κατ' αὐτοῦ δηλητήριον, καὶ τοῦτο ἀγνοοῦντα τὸν ἄνδρα πιεῖν παρεσκεύασεν, ἵνα τοῦτον τῆς προσκαίρου ζωῆς θᾶττον ἀπαλλάξῃ. Καὶ ὁ μὲν ἀνὴρ τὸ δηλητήριον πεπωκὼς οὐ τέθνηκεν· ἀλλ' ἐκχυθείσης ἐν ὅλῳ τῷ σώματι αὐτοῦ τῆς ἐλεφαντίας τὸ εἶδος, ἐλεεινὸν θέαμα τοῖς ἁπάντων ὀφθαλμοῖς προὔκειτο. Εἶτα πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον ἀπενεχθεὶς, τὴν προτέραν ὑγείαν ταχέως ἀπέλαβε. Τῇ γὰρ σημειοφόρῳ αὐτοῦ δεξιᾷ ἁψάμενος τοῦ σώματος αὐτοῦ πᾶσαν ἀπὸ τοῦ δέρματος αὐτοῦ τὴν τῆς ἐλεφαντίας νόσον ἑφυγάδευσεν.


CAPUT XXVIII. ΚΕΦΑΛ. ΚΗ'. Περὶ τοῦ ῥιφέντος ἀνακλασταρίου ( sic ) σὺν τῷ ἐλαίῳ, κατ' ἐπιτροπὴν αὐτοῦ, καὶ μὴ κλασθέντος. Κατ' ἐκεῖνον τοίνυν τὸν καιρὸν καθ' ὃν τὴν Καμπανίαν λιμὸς συνεῖχε βαρύτατος, ὁ τοῦ Χριστοῦ πιστὸς καὶ φρόνιμος οἰκονόμος οὐκ ἐπαύετο πᾶσι τοῖς ἐνδέεσι τὴν πρέπουσαν συμπαθῶς διανομὴν τῶν ἀναγκαίων τοῦ σώματος χρειῶν ποιούμενος· ἕως οὗ πάντα ἐκ τοῦ μοναστηρίου ἐξέλιπον, καὶ οὐδὲν ἕτερον ἧν ὑπολειφθὲν ἐν τῷ κελλαρίῳ τῆς μονῆς, εἰ μὴ βραχύ τι ἐλαίου ἐν ὑαλίνῳ σκεύει. Εἷς δέ τις ὑποδιάκονος, τὴν προσηγορίαν Ἀγαπητὸς, ἦλθε πρός τὸν τοῦ Θεοῦ φίλον, πάνυ αὐτόν δυσωπῶν, ὅπως ἔλαιον ὀλίγον ἐπιτρέψῃ δοθῆναι αὑτῷ· ὁ δὲ θεσπέσιος οὗτος ἀνὴρ ὃς ἤδη πάντα ἐν τῇ διανοίᾳ θέμενος διανέμειν τε καὶ σκορπίζειν ἐν τῇ γῇ ἵνα ἐν τῷ οὐρανῷ τηρηθῶσιν, ἐκεῖνο τὸ βραχὺ τοῦ ἐλαίου, ὅπερ ἐν τῷ κελλαρίῳ τῆς μονῆς ἐναπέμεινεν, ἐκέλευσε τῷ αἰτοῦντι δοθῆναι. Ὁ μοναχὸς δὲ ὁ τὴν τοῦ κελλαρίου διακονίαν ἐγκεχειρισμένος, ὑπήκουσε μὲν τὴς τοῦ πατρὸς κελεύσεως, ἀλλὰ πληρῶσαι ταύτην οὐχ εἵλετο. Μετ' ὀλίγον οὖν ἐπηρώτησεν ὁ πατὴρ τὸν κελλαράριον, εἰ τὸ βραχὺ ἐκεῖνο ἔλαιον δέδωκε τῷ αἰτήσαντι. Ὁ δὲ ἀποκριθεὶς ὡμολόγησε μὴ δεδωκέναι αὐτῷ, εἰπὼν πρὸς αὐτόν « Ὅτι ἐὰν ὁλον τὸ ἔλαιον ἐκεῖνο παρασχεθῆναι τῷ ἀνδρὶ κελεύσῃς, παντάπασι τοῖς ἀδελφοῖς οἰαδὸν παραμυθία οὐχ ὑπολειφθήσεται. » Τότε θυμωθεὶς ὁ πρᾳότατος ἐκεῖνος ἀνὴρ προσέταξε τοῖς ἀδελφοῖς, ὅπως τὸ ῥηθὲν ὑάλινον σκεῦος, ἐν ᾧ τὸ ὀλίγον τοῦ ἐλαίου ἀπέμεινεν, διὰ τῆς θυρίδος ῥίψωσιν, ἵνα μὴ ἐν τῷ μοναστηρίῳ τι τῶν τῆς παρακοῆς ἐναπομείνῃ. Γέγονε τοίνυν καθὼς ὁ μακάριος προσέταξεν. Ὑπὸ δέ θὴν θυρίδα ἐκείνην σωρὸς ἦν λίθων πολλῶν καὶ μεγάλων, ἐφ' ὧν ῥιφὲν τὸ εἰρημένον ὑάλινον τοῦ ἐλαίου σκεῦος οὕτω διέμεινε σῶον, ὡς μὴ ῥιφέν ποτε. Οὔτε γὰρ ἀπὸ ὕψους ἀκοντισθὲν συνετρίβη, οὔτε τὸ ἔλαιον ἐξεχύθη. Ἐπέτρεψεν οὖν ὁ τίμιος οὗτος πατὴρ τοῦτο ἐνεχθῆναι, καὶ καθὼς ἦν ἀκέραιον, τῷ αἰτοῦντι δοθῆναι. Τότε συναχθέντων τῶν ἀδελφῶν, ἐνώπιον πάντων τὸν παρακούσαντα μοναχὸν διὰ τὴν ἀπιστίαν αὐτοῦ καὶ παρακοὴν διήλεγξε.


CAPUT XXIX. ΚΕΦΑΛ. ΚΘ'. Περὶ τοῦ γεμισθέντος πίθου ἐλαίου διὰ προσευχῆς αὐτοῦ. Τούτου δὲ γεγονότος, ἅμα τοῖς ἀδελφοῖς ἑαυτὸν ὁ σεβάσμιος πατὴρ εἰς προσευχὴν δέδωκεν. Ἐν δὲ τῷ τόπῳ ἐκείνῳ, ἐν ᾧ μετὰ τῶν ἀδελφῶν ἐν τῇ προσευχῇ ἵστατο, πίθος κενὸς ὑπῆρχε τῷ σκεπασματι κεκαλυμμένος. Ἐν δέ τῷ τὸν ἅγιον πατέρα προσκαρτερεῖν ἐν τῇ προσευχῇ, ἤρξατο τὸ πῶμα τοῦ αὐτοῦ πιθαρίου κουφίζεσθαι, τοῦ ἐλαίου πληθυνθέντος ἐν τῷ πίθῳ. Οὗτινος κινηθέντος τε καὶ ὑψωθέντος, τὸ αὐξηθὲν ἔλαιον τὸ τοῦ πιθαρίου στόμα ὑπερβλύσαν ἅπαν τὸ ἔδαφος ἐπλήρωσεν, ἐν ᾧ ἦν εἰς προσευχὴν κύψας ὁ ἅγιος. Τοῦτο δὲ θεασάμενος ὁ θαυματουργὸς πατὴρ Βενέδικτος τῇ εὐχῇ τέλος ἐπέθηκε. Τὸν δὲ ἄπιστον ἐκεῖνον καὶ ἀκήκοον ἀδελφὸν πατρικῶς ἐνουθέτησεν εἰπών· « Τέκνον, κτίσαι πίστιν ἀδίστακτον καὶ ταπεινοφροσύνην ἀξίαν τοῦ μοναχικοῦ ἐπαγγέλματος· » Ὁ δὲ ἀδελφὸς ἐκεῖνος πρεπόντως καὶ σωτηριωδῶς ὑπὸ θοῦ πατρὸς παιδευθεὶς, ᾐδεσθη· ὁ γὰρ ἀοίδιμος οὗτος πατὴρ τὴν ἰσχὺν τῆς ἑαυτοῦ νουθεσίας, ἥνπερ ἐδίδασκεν, ταύτην τῇ τοῦ παντοδυνάμου Θεοῦ χάριτι τοῖς θείοις θαύμασι πᾶσιν ὑπεδείκνυε, καὶ οὐκ ἦν λοιπόν τινά ποτε τῆς αὐτοῦ συνοδίας ἐν ταῖς τοῦ ἁγίου ὑποσχέσεσι δειλιᾷν, ἢ ἀπιστεῖν τοῖς ὑπ' αὐτοῦ λεγομένοις, καὶ μάλιστα ἑωρακότες τὴν ἐν μιᾷ καιροῦ ῥοπῇ γενομένην παρὰ Θεοῦ ὐπερβάλλουσαν ἐπίσκεψιν. Ὑπὲρ γὰρ ὑαλίνου σκεύους ὀλίγον πάνυ ἔλαιον ἔχοντος, πίθον ὑπερβλύσαντα ἐλαίου ἀπέδωκεν.


CAPUT XXX. ΚΕΦΑΛ. Λ'. Περὶ τοῦ δαιμονιοῦντος μοναχοῦ, καὶ διὰ μαξίλλης τοῦ ἁγίου ἰαθέντος. Ἐν μιᾷ τῶν ἡμερῶν, πορευομένῳ τῷ ὁσίῳ ἐπί τὸ τοῦ ἁγίου Ἰωάννου εὐκτήριον, ἅπερ ἐν αὐτῷ τῷ ὕψει τοῦ ὄρους ᾠκοδομημένον ἦν, ὁ παμπόνηρος ἐχθρὸς ἐν σχήματι ἱππιατροῦ εἰς συνάντησιν αὐτῷ ἐξῆλθε τὸ κέρατον καὶ τριπέδικλον ἐπιφερὸμενος. Ὁ δὲ τοῦ Θεοῦ θεράπων ἠρώτησεν αὐτὸν, λέγων· « Ποῦ ἀπέρχῃ; » ἐκεῖνος δὲ ἀποκριθεὶς, εἶπεν· « Ἰδοὺ πρὸς τοὺς ἀδελφοὺς πορεύομαι, ποτὸν αὐτοῖς δοῦναι. » Ἐπορεύθη οὖν ὁ σημειοφόρος Βενέδικτος, καὶ κατὰ τὸ σύνηθες αὐτῷ, ἔστη εἰς προσευχὴν, ἣν πληρώσας ταχέως ὑπέστρεψε. Τὸ δὲ πονηρὸν πνεῦμα ἕνα τῶν τοῦ ἁγίου μοναχῶν προβεβηκότα εὑρὸν, ὕδωρ ἀντλοῦντα, παραυτὰ εἰσῆλθεν εἰς αὐτὸν, καὶ σπαράξαν αὐτὸν ἀνιλεῶς ἐβασάνιζεν. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος ἀπὸ τῆς εὐχῆς ὑποστρέψας, καὶ τοῦτον οὕτως ἐλεεινῶς βασανιζόμενον θεασάμενος, μόνον αὐτῷ κόσσον δέδωκεν ἐν τῇ σιαγόνι, καὶ παραυτίκα τὸ ἀκάθαρτον πνεῦμα ἀπ' αὐτοῦ ἐξῆλθε, καὶ οὐκ ἔτι τοῦ λοιποῦ εἰς αὐτὸν ὑποστρέψαι ἐτόλμησεν.

ΠΕΤΡ. Ἤθελον γνῶναι, ταῦτα πάντα τὰ θαύματα τῇ τῆς προσευχῆς δυνάμει ἐποίει διαπαντὸς, ἢ μόνῳ τῷ τῆς προγνώσεως θελήματι ἐπετέλει αὐτά;

ΓΡΗΓΟΡ. Οἵτινες ἑκουσίῳ θελήματι καὶ πόθῳ τῷ Θεῷ προσκολλῶνται, ἡνίκα τῶν πραγμάτων ἡ ἀνάγκη ἀπαιτῇ τὴν τῶν θαυμάτων ἐπίδειξιν, πολυτρόπως ἐπιτελοῦσιν· ποτὲ μὲν γὰρ ἐκ δεήσεως γίνονται, ποτὲ δὲ κατ' ἐξουσίαν. Καθάπερ ὁ εὐαγγελιστὴς Ἰωάννης λέγει· « Ὅσοι γὰρ, φησὶν, ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. » Οἳ οὖν διὰ τῆς ἐξουσίας τοῦ Θεοῦ τέκνα ὑπάρχουσι, τί θαυμαστὸν ἐὰν σημεῖα ὑπὸ τῆς ἐξουσίας ποιῆσαι δύνανται; ὅτι δὲ καὶ ἑκατέρῳ τρόπῳ θαυμάσια ποιοῦσιν, μαρτυρεῖ Πέτρος ὁ τὴν Ταβιτᾶν θανοῦσαν δι' εὐχῆς ἀναστήσας, Ἀνανίαν τε καὶ Σαπφείραν ψευσαμένους διελέγξας, καὶ τῷ θανάτῳ παραδούς. Οὐδὲ γὰρ εὔξασθαι αὐτὸν γέγραπται ἐν τῇ ἐκπνεύσει αὐτῶν, ἀλλὰ μόνον τὸ πταῖσμα, ὅπερ πεποιήκασι διήλεγξε. Συμβοίνει δὲ, ὅτι ποτὲ μὲν κατ' ἐξουσίαν ποιοῦσι, ποτὲ δὲ ἀπὸ δεήσεως. Ἐξ ὧν ἐκείνοις μὲν τὴν ζωὴν, διελέγχων, κατ' ἐξουσίαν παρεπῆρε, καὶ ταύτην πάλιν δι' εὐχῆς τὴν ζωὴν περιεποιήσατο. Ἐν δυσὶ τοίνυν τρόποις θαυμάτων τὴν τοῦ γνησίου δούλου τοῦ Θεοῦ Βενεδίκτου δύναμιν προτίθημι, ἐν οἷς λαμπρότερον τοῦτον ἀναδείκνυμι. Καὶ ποτὲ μὲν τοῦτον γινώσκομεν λαβόντα θεόθεν ἐξουσίαν, ποτὲ δὲ δι' εὐχῆς ἰσχύσαντα, θαυματουργίας ἐπιτελεῖν.


CAPUT XXXI. ΚΕΦΑΑ. ΛΑ'. Περὶ τοῦ γεωργοῦ τοῦ ἀοράτως ἐκ τῶν δεσμῶν λυθέντος, μόνον ἐπιβλέψαντος τοῦ ἁγίου. Ἥν τις τῷ γένει Γότθος, τῇ δὲ προσηγορίᾳ Τζαλλᾶς ἐπονομαζόμενος, τῆς τῶν Ἀρειανῶν ἀθέου δυσπιστίας ὑπάρχων. Ὅστις ἐν τοῖς χρόνοις Τοτίλα τοῦ τῶν Γότθων ῥηγὸς, οὗ τὸ πρὶν μνείαν ἐποιησάμεθα, θυμῷ ἀνυποστάτῳ κατὰ τῶν τῆς ἁγίας καὶ καθολικῆς ἐκκλησίας σπουδαίων ἀνδρῶν ἐκκαυθεὶς, καὶ τῇ ἑαυτοῦ συντρόφῳ ὠμότητι συνήθως χρώμενος, ἐάν τινα κατὰ προσώπων ἐθεάσατο, εἴτε κληρικὸν εἴτε μοναχὸν, παραχρῆμα τούτους διεχειρὶζετο, τῷ διὰ ξίφους ὑποβάλλων θανάτῳ. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν τῇ ζέσει τῆς οἰκείας ὠμότητος ἐκκαυθεὶς, καὶ ὑπὸ τῆς τῶν πραγμάτων συγχύσεως τὸν νοῦν κλαπεὶς, τινὰ χωρικὸν τῇ τύχῃ εὑρηκὼς, τοῦτον ὠμοτάτοις ἔθλιβε βασάνοις, καὶ διαφόροις κριτηρίοις ἐμάστιζε. Μηκέτι οὖν τὰς βασάνους ὁ χωρικὸς ὑποφέρων, ἀπαιτούμενος ὑπὸ τοῦ σοβαροῦ ἐκείνου καὶ βαρβάρου τὰ διαφέροντα αὐτῷ πράγματα, τῷ δούλῳ τοῦ Θεοῦ Βενεδίκτῳ ἔφη παραθέσθαι αὐτά. Τοῦτο ἴσως πραγματευσάμενος πρὸς τὸ ἐκφυγεῖν αὐτὸν τὴν τῶν βασάνων τιμωρίαν, καὶ τῆς ζωῆς κερδάναι τὴν σωτηρίαν. Τότε ὁ αὐτὸς Τζαλλᾶς ἔπαυσε τοῦ βασανίζειν αὐτὸν, προσέταξε δὲ τοὺς βραχίονας αὐτοῦ λώροις ἰσχυροῖς δεσμευθέντας σφιγχθῆναι, καὶ τοῦτον ἔμπροσθεν τοῦ ἑαυτοῦ ἵππου ἤρξατο ἐλαύνειν πρὸς τὸ ὑποδεῖξαι αὐτῷ τίς ἐστι Βενέδικτος, ὁ τὰ πράγματα αὐτοῦ ὑποδεξάμενος. Ὅστις χωρικὸς τοῖς βραχίοσι δεδεμένος ἔμπροσθεν αὐτοῦ προτρέχων ἀπήγαγε τὸν ἀλαζόνα Τζαλλᾶν εἰς τὸ τοῦ ἁγίου ἀνδρὸς μοναστήριον· εὑρὼν [ F. εὗρεν] δὲ τὸν μακάριον μόνον κατέναντι τῆς εἰσόδου τοῦ κελλίου καθεζόμενον, καὶ ἀναγινώσκοντα. Τῷ δὲ αὐτῷ Τζαλλᾷ ἀκολουθοῦντι, καὶ θυμομαχοῦντι, εἶπεν ὁ χωρικός· « Ἰδοὺ οὗτός ἐστιν ὁ πατὴρ Βενέδικτος, περὶ οὗ εἶπόν σοι. » Ἐκεῖνος οὖν ὁ ὑπερήφανος, ζέοντι τῷ θυμῷ, καὶ διεστραμμένῳ τῷ βλέμματι, γνώμης ἀνυγιοῦς γεγονὼς ἐν τῷ τὸν ἅγιον ὁρᾷν, ἐδόκει τῷ ἑαυτοῦ φόβῳ τοῦτον ἐκπλήττειν. Καὶ ἀτενῶς αὐτῷ προσέχων μεγίσταις ἤρξατο κράζειν φωναῖς, καὶ λέγειν πρὸς τὸν ἅγιον· « Ἀνάστα, ἀνάστα, καὶ τὰ τοῦ χωρικοῦ τούτου πράγματα, ἅπερ εἴληφας, ἀπόδος. » Οὗτινος τῇ φωνῇ εὐθέως ὁ τοῦ Θεοῦ ἄνθρωπος τοὺς ἑαυτοῦ ᾖρεν ὀφθαλμοὺς ἀπὸ τῆς ἀναγνώσεως, καὶ θεωρήσας τὸν ἐπαρμένον ἐκεῖνον Τζαλλᾶν, σὺν αὐτῷ δὲ μόνον τὸν χωρικὸν δέσμιον ἑστῶτα, προσέσχεν τοῖς δεσμευθεῖσιν αὐτοῦ βραχίοσι τοῖς λώροις, καὶ τὸ παντὸς ἐπέκεινα θαύματος ἠκολούθει μυστήριον. Παραυτὰ γὰρ τοῦ τὸν μακάριον τὸ ἑαυτοῦ ἐκτεῖναι θεοφώτιστον ὄμμα εἰς τὸν δέσμιον, τοσαύτη ταχύτης παρηκολούθησε τῆς τῶν λώρων λύσεως, οἷα οὐκ ἂν πολλῶν ἀνδρῶν σπουδὴ ἐπιτελέσαι ἠδύνατο. Θεασάμενος οὖν ὁ Τζαλλᾶς τὸν ὑπ' αὐτοῦ δεθέντα χωρικὸν διὰ τῆς τοῦ ἁγίου ἐξουσίας ἄνευ χειρῶν λυθέντα, ἔντρομος γεγονὼς ἔπεσεν ἑπὶ τὴν γῆν· καὶ τὸν ἑαυτοῦ τράχηλον· τὸν τῇ ἀλαζονείᾳ ἐπηρμένον, ἐκτεταμένον ὑπὸ τὰ τίμια ἵχνη τοῦ ἀνθρώπου τοῦ Θεοῦ ὑπέθηκε ταῖς αὐτοῦ εὐχαῖς ἑαυτὸν παραθέμενος. Ὁ δὲ ἅγιος ἀνὴρ οὐδαμῶς ἀπὸ τῆς ἀναγνώσεως ἀνέστη, ἀλλὰ καλέσας τοὺς ἀδελφοὺς ἐπᾶραι τοῦτον ἔσω προσέταξεν, ὅπως μεταλάβῃ τροφῆς. Ὁ δι' εἰς ἑαυτὸν ἐλθὼν ἐνουθετεῖτο ὑπὸ τοῦ ἡγιασμένου πατρὸς τοῦ παύσασθαι τῆς τοσαύτης ὠμότητός τε καὶ ἀπανθρωπίας. Ὅστις Τζαλλᾶς συγκεκλασμένος ἀπὸ τῆς μονῆς ἐπιστρέψας, οὐδέν τὸ παράπαν ἀπὸ τοῦ χωρικοῦ τοῦ λοιποῦ ἐζήτησεν, ὃν ὁ τοῦ Θεοῦ ἄνθρωπος οὐκ ἐγγίζων, ἀλλ' ἢ μόνῳ βλέμματι ἔλυσεν. Ἰδοὺ τοῦτό ἐστιν, Πέτρε, ὅπερ ἔφην, ὅτι οὗτοι οἱ τῷ παντοδυνάμῳ Θεῷ μετὰ παῤῥησίας λαθρεύοντες, ποτὲ μὲν θαύματα δι' ἐξουσίας ποιῆσα δύνανται, ποτὲ δὲ δι' εὐχῆς τὴν τῶν σημείων πληθὺν ἐνεργοῦσιν. Ὁ γὰρ τὴν θηριώδη τοῦ Γότθου μανίαν καθεζόμενος ὑποτάξας, τὰ λῶρα δὲ καὶ τοὺς τῶν δεσμῶν κόμβους, ἅπερ τοῦ ἀθώου τοὺς βραχίονας συνέσφιγγον, διὰ τῆς τῶν οἰκείων ὀφθαλμῶν ὁράσεως λύσας, δηλοῖ διὰ τῆς τοῦ θαύματος συντομίας, ὅτι ἀπὸ ἐξουσίας ἔλαβε σχεῖν ὅπερ ἐποίησεν. Καὶ ὅσα δὲ θαύματα καὶ ὁποῖα δι' εὐχῆς ἠδυνήθη ποιῆσαι, προσθήσω τῷ διηγήματι.


CAPUT XXXII. ΚΕΦΑΛ. ΛΒ'. Περὶ τοῦ ἀναστάντος νεκροῦ διὰ προσευχῆς τοῦ ἁγίου. Ἐν μιᾷ οὖν ἡμέρᾳ ἐξῆλθε σὺν τοῖς ἀδελφοῖς ὁ μακάριος ἐργάσασθαι ἐν τῷ ἀγρῷ. Καὶ τις γηπόνος εἶχεν υἱὸν πρὸ βραχέος θανόντα, οὗ τινος τὸ σῶμα ἐν ταῖς ἀγκάλαις φέρων, καὶ τῇ τῶν δακρύων πλημμύρᾳ συγκαιόμενος εἰς τὸ μοναστήριον παραγέγονε, καὶ τὸν πεφωτισμένον πατέρα Βενέδικτον ἐπεζήτει. Ἐῤῥέθη οὖν αὐτῷ, ὅτιπερ μετὰ τῶν ἀδελφῶν ἐν τῷ ἀγρῷ ἐργάζεται καὶ βραδῦναι ἔχει. Τοῦτο οὖν ἀκούσας ἐνώπιον τῆς τοῦ μοναστηρίου πύλης τὸ σκήνωμα τοῦ τελευτήσαντος αὐτοῦ υἱοῦ ἀποθέμενος, καὶ τῇ ἀποῤῥήτῳ λύπῃ πιεσθεὶς, πρὸς τὴν τοῦ σεβασμίου πατρὸς ζήτησιν ἑαυτὸν συντόμως δρόμῳ ἐκδέδωκε. Καὶ ἰδοὺ ἐν αὐτῇ τῇ ὥρᾳ ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐκ τοῦ ἔργου ἧν καταπαύσας, καὶ λοιπὸν σὺν τοῖς ἀδελφοῖς ἐπὶ τὸ μοναστήριον ὑπέστρεφε. Τοῦτον ἑωρακὼς ὁ τοῦ τεθνεῶτος παιδὸς πατὴρ, ἤρξατο σὺν δάκρυσι βοᾷν πρὸς τὸν ἅγιον, καὶ λέγειν· « Ἀπόδος μοι τὸν υἱόν μου, ἀπόδος μοι τὸν υἱόν μου. » Ὁ δὲ ἄνθρωπος τοῦ Θεοῦ ἐκπλαγεὶς ἐπὶ τούτῳ, ἔστη λέγων· « Μήτοιγε, ἄνθρωπε, ἐγὼ τὸν υἱόν σου ἐπῆρα· » πρὸς ὃν ὁ τοῦ παιδὸς πατὴρ ἀπεκρίθη· « Ἀπέθανεν ὁ υἱός μου, σεβάσμιε πάτερ, ἀλλὰ δεῦρο, ἀνάστησον αὐτόν. » Τούτων τῶν ῥημάτων ἀκούσας ὁ θαυματουργὸς ἐκεῖνος πατὴρ, καὶ σφόδρα λυπηθεὶς, εἶπεν· « Ἀναχωρήσατε, ἀδελφοὶ, ἀναχωρήσατε, ταῦτα οὐχ ὑπάρχουσιν ἡμέτερα, ἀλλὰ τῶν ἁγίων ἀποστόλων εἰσί. Τί ἡμῖν, ἀδελφοὶ, φορτία θέλετε ἐπιτιθέναι, ἅπερ οὐκ ἰσχύομεν βαστάσαι; » Ὁ δὲ τοῦ τεθνηκότος παιδίου πατὴρ ὑπὸ τοῦ σφοδροτάτου πόνου πληττόμενος ἐν τῇ ἑαυτοῦ αἰτήσει διέμεινε, διαβεβαιούμενος καὶ ὀμνύων ὅτι « οὐ μὴ ἀποχωρήσω, ἐὰν μὴ τὸν υἱόν μου ἀναστήσῃς. » Ἠρώτησεν οὖν αὐτὸν ὁ τοῦ Θεοῦ ἄνθρωπος, λέγων· « Ποῦ ἐστι τὸ σῶμα τοῦ παιδίου; » ὁ δὲ ἀποκριθεὶς, εἶπε· « Πρὸς τῇ πύλῃ τοῦ μοναστηρίου κεῖται, τίμιε πάτερ. » Τότε παραγενόμενος ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐπὶ τὸν τόπον μετὰ τῶν συνόντων αὐτῷ ἀδελφῶν, ἔκλινε τὰ γόνατα εἰς προσευχὴν καὶ ἐπάνω τοῦ σώματος τοῦ παιδίου τὴν τιμίαν αὐτοῦ κεφαλὴν ἐπικλίνας, καὶ αὖθις ἀναστὰς τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐξέτεινε, λέγων· « Κύριε ὁ Θεὸς, μὴ ἐπιβλέψῃς ἐπὶ τὰς ὑμαρτίας μου, ἀλλ' ἐπὶ τὴν πίστιν τοῦ ἀνθρώπου τούτου τοῦ δεομένου ἀναστῆναι τὸν υἱὸν αὐτοῦ, καὶ ἀπόδος τῷ σώματι τούτῳ ἣν ἦρας ψυχήν. » Οὕπω δὲ τῆς τοῦ ἁγίου εὐχῆς πληρωθείσης, ἡ ψυχὴ ἐν τῷ σώματι εἰσῆλθε, καὶ τὸ τοῦ παιδίου σκήνωμα ὅλον ἐδονήθη καὶ τρέμων τῇ χειρὶ ἐψηλάφα, ὥστε ὑπὸ πάντων τῶν αὐτόθι παρὸντων θεαθῆναι τὴν τοῦ ἁγίου ἐπὶ τῷ παιδὶ γενομένην φρικώδη θαυματουργίαν· οὗτινος τῆς χειρὸς λαβόμενος ὁ ἅγιος τῷ πατρὶ ζῶντα καὶ ὁλόκληρον παρέδωκε. Τοῦτο οὖν, Πέτρε, τὸ θαῦμα ἐν τῇ ἑαυτοῦ ἐξουσίᾳ οὐκ ἔσχεν, ἀλλὰ εἰς προσευχὴν ἑαυτὸν ὑποστρώσας ᾐτήσατο, ἵνα δυνηθῇ τοῦτο ποιῆσαι.

ΠΕΤΡ. Πάντα οὕτω καθὼς λέγεις εἶναι ὁμολογῶ. Ἐμφανῶς γὰρ τοὺς λόγους οὓς προέθου, ἔργοις ἐπίστωσας· Ἀλλ' αἰτῶ σε. ἵνα εἴπῃς ἐὰν οἱ ἅγιοι ἄνδρες πάντα ἅπερ θέλουσι δύνανται, καὶ εἰ εἰς πάντα ἐπιτυγχάνουσιν, ἅπερ λαβεῖν ἐπιθυμοῦσιν.


CAPUT XXXIII. ΚΕΦΑΛ. ΛΓ'. Περὶ οὗ παρεκάλεσε Σχολαστίκα ἡ αὐτοῦ ἀδελφή. ΓΡΗΓΟΡΙΟΣ. Τίς ἐστιν, Πέτρε, ἐν ταύτῃ τῇ ζωῇ τοῦ Παύλου ὑψηλότερος; ἁλλ' οὗτος περὶ τοῦ σκόλοπος τῆς σαρκὸς αὑτοῦ τρὶς τὸν κύριον παρεκάλεσε, καὶ οὗπερ ἐφίετο τυχεῖν οὐκ ἠδυνήθη. Ἐκ τούτου οὖν καὶ περὶ τοῦ σεβασμίου πατρὸς Βενεδίκτου διηγησομαί σοι ὅτι ὑπῆρχέ τι ὅπερ ἠθέλησεν, ἀλλ' οὐδαμῶς ἠδυνήθη ἐκπληρῶσαι. Ἀδελφὴ ὑπῆρχε τῷ μακαρίῳ κατὰ σάρκα, ᾗ ὄνομα Σχολαστίκα, ἥ τις εὐδοκίᾳ τοῦ παντοδυνάμου Θεοῦ ἡγιασμένη ὑπῆρχεν ἐκ νεότητος αὐτῆς. Αὕτη οὖν ἅπαξ τοῦ ἐνιαυτῦ ἔθος εἶχε πρὸς τὸν μακάριον αὑτῆς ἀδελφὸν παραγίνεσθαι, πρὸς ἣν ὁ τοῦ Θεοῦ ἄνθρωπος οὐ μήκοθεν ἔξω τῆς πύλης ἐν κτήματι τοῦ μοναστηρίου κατήρχετο. Ἐν μιᾷ οὖν ἡμέρᾳ παρεγένετο πρὸς αὐτὴν κατὰ τὸ σύνηθες ὁ τοῦ Θεοῦ ἄνθρωπος, ἅμα τῶν ἑαυτοῦ μαθητῶν. Πᾶσαν δὲ τὴν ἡμέραν ἐν ταῖς τῶν ἱερῶν λογίων, καὶ τῶν θεοπνεύστων γραφῶν διηγήσεσι σχολάσαντες, ὀψίας γενομένης, καὶ λοιπὸν ἔτι σκοτίας οὔσης, ἀναπεσόντες, τροφῆς μετελάμβανον. Ἐν δὲ τῷ αὐτοὺς ἐσθίειν, καὶ ἐν τῇ τῶν θεοπνεύστων γραφῶν ὁμιλίᾳ ἐγχρονίζειν, τὸ πολὺ τῆς νυκτὸς μέρος διέδραμεν. Ἡ οὖν ἱερωτάτη καὶ τιμία ἐκείνη παρθένος καὶ κατὰ σάρκα αὐτοῦ ἀδελφὴ ᾐτήσατο αὐτὸν, λέγουσα· « Παρακαλῶ σε, ἀδελφέ μου, μὴ ἐάσῃς με τῇ νυκτὶ ταύτῃ, ἵνα μέχρι πρωΐας περὶ τῆς ἐπουρανίου χαρᾶς, καὶ τῆς ἀϊδίου διαλεχθῶμεν ζωῆς. » Πρὸς ἣν ὁ μακάριος ἀπεκρίθη « Τί ἐστιν ὃ λέγεις, ἀδελφὴ; ἔξω τοῦ κελλίου μου οὐδαμῶς μένειν δύναμαι. » Τοιαύτη οὖν εὐδία τοῦ ἀέρος ὑπῆρχεν, ὡς μηδαμῶς ἴχνος νεφέλης φαίνεσθαι. Ἡ δὲ ἁγιωτάτη ἐκείνη παρθένος, θεασαμένη τὸν ἀδελφὸν μηδαμῶς εἴξαντα τῇ ἑαυτῆς παρακλήσει, πλέξασα τοὺς ἑαυτῆς δακτύλους, ἐπάνω τῆς τραπέζης τὰς χεῖρας ἐθετο· ὑπεράνω δὲ τῶν χειρῶν τὴν ἑαυτῆς κεφαλὴν κλίνασα, τὸν παντοδύναμον Θεὸν ἐδυσώπει. Ἐγένετο δὲ ἐν τῷ ἀναστῆναι τὴν αὐτῆς κεφαλὴν ἀπὸ τῆς τραπέζης τοσούτων ἀστραπῶν καὶ βροντῶν ἦχος, καὶ ὑετοῦ τοσαύτη ἐπηκολούθησεν ἔκχυσις, ὥστε μήτε τὸν σεβάσμιον τοῦ Θεοῦ ἄνθρωπον Βενέδικτον, μήτε τοὺς σὺν αὐτῷ παραγεγονότας ἀδελφοὺς δύνασθαι τῆς τοῦ οἴκου φλιᾶς βραχύ τι ἔξω προελθεῖν. Ἡ δὲ ἁγιωτάτη ἐκείνη θήλεια τὴν κεφαλὴν ἐν ταῖς χερσὶν, ὡς ἦν ἐπὶ τῆς τραπέζης κλίνασα δακρύων ποταμοὺς ἐξέχεεν, δι' ὧν τὴν τοῦ ἀέρος εὐδίαν εἰς πλῆθος ὑετῶν μετέβαλεν, ὥστε μετὰ τὴν εὐχὴν ἡ τοῦ ὕδατος ἐπηκολούθησε κίνησις. Τοσαύτη δὲ τῆς εὐχῆς ἦν ἡ δύναμις, ὥστε τὴν ἑαυτής κεφαλὴν ἐκ τῆς τραπέζης μετὰ τοῦ τῆς βροντῆς ἤχου ἀναστῆσαι, καigvgr; ἐν μιᾷ καιροῦ ῥοπῇ τὴν τῶν ἀμφοτέρων γενέσθαι συνέλευσιν, τήν τε τῆς κεφαλῆς τῆς ἱερᾶς παρθένου ἀνάνευσιν, καὶ τὴν τοῦ ὑετοῦ κατένεγξιν. Ὁ δὲ μακάριος κατανοήσας μὴ δύνασθαι ἑαυτὸν ἐπὶ τὸ μοναστήριον ἐπιστρέφειν, διὰ τὴν τῶν ἀστραπῶν καὶ βροντῶν ταραχὴν, καὶ τὴν τοσαύτην τοῦ ὑετοῦ ἐπίκλυσιν, λυπηθεὶς εἶπε πρὸς τὴν ἑαυτοῦ ἀδελφήν· « Συγχωρήσῃ σοι ὁ παντοδύναμος Θεὸς, ἀδελφή. Τί ὲστιν ὃ ἐποίησας; » πρὸς ὃν ἀποκριθεῖσα, εἶπεν· « Ἰδοὺ παρεκάλεσά σε, καὶ ὑπακοῦσαί μου οὐκ ἠθέλησας. Παρεκάλεσα τὸν κύριόν μου, καὶ εἰσήκουσέ μου· ἀρτίως λοιπὸν ἐὰν δύνησαι ἔξελθε, κἀμὲ καταλείψας εἰς τὸ μοναστήριον ἄπελθε. » Αὐτὸς οὗν ἔξω τοῦ οἴκου προκύψαι μὴ δυνάμενος, ἑκουσίως ἐν τῷ τόπῳ μεῖναι μὴ ἀνασχόμενος, ἀκουσίως ἔμεινε παρ' αὐτῇ. Πᾶσαν δὲ τὴν νύκτα ἐκείνην ἀγρυπνοῦντες διετέλεσαν ἐν τοῖς τῆς αἰωνίου ζωῆς ῥήμασι, καigvgr; τοῖς τῶν θεοπνεύστων γραφῶν διηγήμασιν ἑαυτοὺς ἐμπλήσαντες. Ἰδοὺ οὖν περὶ τούτου εἴρηκα θελῆσαι αὐτὸν ποιῆσαί τι καὶ μὴ ἰσχύσαι. Ἐὰν δὲ τοῦ σεβασμίου τούτου πατρὸς τὸ θέλημα κατανοήσωμεν, οὐχ εὑρίσκομεν τοῦτον διστάσαντα. Αὐτὴν γὰρ τὴν εὐδίαν ἤθελε διαμεῖναι, ἥνπερ συνέβη εἶναι, ὅτε ἀπὸ τῆς μονῆς κατῆλθε πρὸς τὴν ὁσιωτάτην αὑτοῦ ἀδελφήν. Ἀλλὰ τὸ ἐναντίον γέγονεν, ὅπερ ἠθέλησε διὰ τῆς τοῦ Θεοῦ δυνάμεως ἐν τῇ ἑαυτοῦ ἱερωτάτῃ παρθένῳ καὶ ἀδελφῇ θαῦμα. Θαυμαστὸν γὰρ ὄντως ἐστὶν, ὅτι ἡ παρθένος ἐν ἐκείνῳ τῷ καιρῷ πλεῖον αὐτοῦ ἠδυνήθη, ἥτις μεγάλως τὸν ἀδελφὸν ἐπεπόθει θεάσασθαι. Κατὰ γὰρ τὴν Ἰωάννου φωνὴν « ὁ Θεὸς ἀγάπη ἐστίν. » Δικαίᾳ οὖν πάνυ τῇ κρίσει πλεῖον ἐδυνήθη ἐκείνη, ἥτις πλεῖον ἠγάπησεν.

ΠΕΤΡ. Ὁμολογῶ, καὶ πάνυ μοι ἀρέσκει ὃ λέγεις.


CAPUT XXXIV. ΚΕΦΑΛ. ΑΔ', Περὶ τῆς ψυχῆς τῆς αὐτῆς ἀδελφῆς αὐτοῦ Σχολαστίκης, πῶς αὐτὴν εἶδεν, ὡσεὶ περιστερὰν εἰς οὐρανοὺς ἀνιπταμένην. ΓΡΗΓΟΡΙΟΣ. Τῇ οὖν ἑξῆς ἡμέρᾳ ἡ αὐτὴ σεβάσμιος παρθένος εἰς τὸ ἑαυτὴς κελλίον ἀνεχώρησεν Ὡσαύτως δὲ καὶ ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐν τῷ μοναστηρίῳ αὑτοῦ ὑπέστρεψε. Καὶ ἰδοὺ μετὰ τρίτην ἡμέραν ἐν τῷ ἑαυτοῦ κελλίῳ ἑστὼς, ἐπάρας ἐν τῷ ἀέρι τοὺς ὀφθαλμοὺς, εἶδε τῆς ὁσίας αὑτοῦ ἀδελφῆς τὴν ἁγίαν ψυχὴν ἐκ τοῦ σώματος αὐτῆς ἐν εἴδει περιστερᾶς ἐξελθοῦσαν, καὶ ἐπὶ τὰ τοῦ οὐρανοῦ μυστήρια ἀναληφθεῖσαν. Ὅστις τῇ τοσαύτῃ δόξῃ αὐτῆς συγχαιρόμενος, τῷ παντοδυνάμῳ Θεῷ ἐν ὕμνοις καὶ αἴνοις εὐχαριστίας ἀπέδωκε, καὶ τὴν αὐτῆς τελείωσιν τοῖς ἀδελφοῖς ἐμηνυσεν. Οὓς καὶ ἀπέστειλεν εὐθέως, ἴνα τὸ σεμνὸν αὐτῆς καὶ τίμιον σῶμα εἰς τὸ μοναστήριον ἀγάγωσιν, καὶ ἐν τῷ μνήματι ὃ ἦν ἑαυτῷ ἑτοιμάσας, θάψωσιν. Ὧν γὰρ ὁ νοὺς ἐν ἁγίῳ πνεύματι ἡνωμένος ἦν ἐπ' ἀλλήλοις, καὶ πρὸς Θεὸν διαπαντὸς ἀνατεταγμένος ὑπῆρχεν, τούτων τὰ πανίερα σώματα οὔτε ἡ ταφὴ χωρίσαι ἠδύνατο.

CAPUT XXXIV. De anima sororis ejus visa qualiter e corpore sit egressa. Gregorius. Cumque die altero eadem venerabilis femina ad cellam propriam recessisset, vir Dei ad monasterium rediit. Cum ecce post triduum in cella consistens, elevatis in aera oculis vidit ejusdem sororis suae animam de ejus corpore egressam, in columba specie coeli secreta penetrare. Qui tantae ejus gloriae congaudens, omnipotenti Deo in hymnis et laudibus gratias reddidit, ejusque obitum fratribus denuntiavit. Quos etiam protinus misit, ut ejus corpus ad monasterium deferrent, atque in sepulcro quod sibi ipse paraverat, ponerent. Quo facto contigit ut quorum mens una semper in Deo fuerat, eorum quoque corpora nec sepultura separaret.

CAPUT XXXV. ΚΕΦΑΛ. ΛΕ' Περι τῆς ψυχῆς Γερμανοῦ ἐπισκόπου πόλεως Καπύης. Ἐν ἄλλῳ τοίνυν χαιρῷ Σερβανδὸς διάκονος καὶ ἡγούμενος τοῦ μοναστηρίου τοῦ διακειμένου ἐν τοῖς μέρεσι τῆς Καμπανίας ὑπὸ Λιβερίου τοῦ τηνικαῦτα Πατρικίου κτισθέντος, πρὸς τὸν μακάριον πατέρα Βενέδικτον ἐπισκέψεως χάριν ἐν τῷ μοναστηρίῳ παρέβαλεν, ἔθος ἔχων τοῦτο ποιεῖν. Καὶ αὐτὸς γὰρ ὁ ἀνὴρ διδαχῆς οὐρανίου ἀνάπλεως ὑπῆρχεν. Ἑαυτοὺς οὖν τοῖς μελιῤῥύτοις τῆς αἰωνίου ζωῆς ῥήμασιν ἀρδεύσαντες, ἤδη τὰ τῆς ἡδυτάτης βρώσεως ἀπέλαυσαν, τῆς ἐπουρανίου πατρίδος ἀκορέστῳ πόθῳ ὀρεγόμενοι. Καὶ ἐν τούτοις ἀεὶ ἐντρυφῶντας ἑαυτοὺς ἑώρων, κόρον τῆς τοιαύτης πνευματικῆς τρυφῆς μὴ εἰσδεχόμενοι· ὅτε δὲ καὶ αἰσθητῆς τροφῆς ἡ τοῦ σώματος χρεία ἀπῄτει στενάζοντες ταύτην μετελάμβανον. Τοῦ δὲ καιροῦ ἡσυχάζειν ἀπαιτοῦντος, ἐν τῷ ἑαυτοῦ πύργῳ ὁ εὐλαβέστατος πατὴρ Βενέδικτος ἀνῆλθε. Ὡσαύτως δὲ καὶ Σερβανδὸς ὁ διάκονος ἐν τοῖς αὐτοῦ κατωγείοις εἰσῳκίσθη, ἐν ᾧ τόπῳ τὰ κατώγαια τοῖς ἀνωγείοις διὰ τοῦτο κατεσκευάσθησαν, ἵνα ἐν συντόμῳ ἡ ἄνοδος γίνηται. Ἄντικρυς δὲ τοῦ πύργου οἴκημα ἕτερον ὑπῆρχεν, ἔνθα τῶν ἀμφοτέρων οἱ μαθηταὶ ἡσύχαζον. Ὁ δὲ τοῦ Θεοῦ θεράπων Βενέδικτος, ἔτι τῶν ἀδελφῶν ἀναπαυομένων τῇ παννύχῳ τῆς νυκτερινῆς προσευχῆς ὥρᾳ ἅπαντας προφθάσας ἐν τῇ ἑαυτοῦ θυρίδι ἑστohgvgr;ς, καὶ τὸν παντοδύναμον Θεὸν δυσωπῶν, αἰφνίδιον ἐν τῇ τῆς νυκτὸς ἀωρίᾳ ἀναβλέψας, εἶδε, καὶ ἰδοὺ φωτοχυσία ἐφάνη πολλὴ οὐρανόθεν, ὥστε πᾶσαν τὴν τῆς νυκτὸς σκοτίαν φυγαδευθῆναι. Τοσούτῳ δὲ φωτὶ ἡ νὺξ ἐκείνη κατελαμπρύνθη, ὥστε καὶ τῆς ἡμέρας τὸ φῶς ὑπερβάλλειν, ἐκ τοῦ οὐρανόθεν καταλάμψαντος φωτός. Θαύματος δὲ πλῆρες μυστήριον ἐν τῇ τῆς ὀπτασίας ἐκείνης ὥρᾳ ἐξηκολούθησεν, καθὼς ὁ αὐτὸς πατὴρ μετέπειτα διηγήσατο. Εἶδον γὰρ, ἔφασκεν, καὶ ἰδοὺ ὅλος ὁ κόσμος, ὡς ὑπὸ μίαν τοῦ ἡλίου ἀκτῖνα ἦν συναθροισθείς. Ἔτι δὲ ταύτῃ τοῦ φωτὼς τῇ λαμπρότητι ἀτενῶς προσέχων, εἶδε Γερμανοῦ τοῦ Καπύης ἐπισκόπου τὴν ἁγίαν ψυχὴν ἐν πυρίνῃ σφαίρᾳ ὑπὸ ἀγγέλων ἐν τῷ οὐρανῷ παραλαμβανομένην. Τότε ὁ τίμιος πατὴρ Βενέδικτος τῆς φοβερᾶς ταύτης ὁράσεως κοινωνόν τε καὶ μάρτυρα προκαταστῆσαι θέλων Σερβανδὸν τὸν διάκονον, μετὰ κραυγῆς ἰσχυρᾶς δὶς καὶ τρὶς τοῦτον ἐκάλεσεν. Ἐκεῖνος δὲ ταραχθεὶς ἐπὶ τῇ ἀσυνήθει τοῦ πατρὸς κραυγῇ, ἔκθαμβος καὶ σπουδαῖος ἀνῆλθεν. Ἐθεάσατο δὲ οὐ τὸ πᾶν τῆς ὁράσεως, μέρος δὴ βραχὺ τοῦ φωτὸς ἐκείνου ἑώρακεν. Αὐτοῦ δὲ ἐκπλαγέντος ἐπὶ τῷ θαύματι, ὁ τοῦ Θεοῦ ἄνθρωπος καθεξῆς αὐτῷ ἅπερ ἐθεάσατο διηγήσατο. Παραυτὰ δὲ ἐν τῷ κάστρῳ Κασίνῳ τῷ σπουδαιοτάτῳ ἀνδρὶ Θεοπρέπῳ ἀπέστειλεν ὅπως ἐυ Καπύῃ τῇ πόλει πέμψῃ, καὶ τὰ περὶ Γερμανοῦ τοῦ ἐπισκόπου σαφῶς διαγνῷς καὶ μηνύσῃ αὐτῷ. Τούτου δὲ γεγονότος ὁ ἀποσταλεὶς λοιπὸν τὸν ἐν ἁγίοις Γερμανὸν τὸν ἐπίσκοπον ἐν κυρίῳ τελειώθέντα εὗρεν. Ἐρευνήσας δὲ καὶ ἀκριβῶς μαθὼν, ἔγνω ὅτι ἐν αὐτῇ τῇ ῤόπῇ ἡ τελείωσις αὐτοῦ γέγονεν, ἐν ᾗ ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐθεάσατο τὴν πρὸς οὐρανὸν αὐτοῦ ἄνοδον.

ΠΕΤΡ. Θαυμαστὸν πρᾶγμα σφόδρα, καὶ λίαν ἐκπλῆττόν με· ἀλλὰ τοῦτο ὅπερ ἐῤῥέθη ἐρωτῶ, πῶς ἐνώπιον τῶν ὀφθαλμῶν τοῦ δικαίου, ὡσεὶ ὑπὸ μίαν τοῦ ἡλίου ἀκτῖνα, ἅπαντα τὸν κόσμον συναχθῆναι πρὸ τῆς κοινῆς ἀναστάσεως; ἀλλ' οὐδὲ καταλαβέσθαι τοῦτο δύναμαι, ποίᾳ τάξει γενέσθαι ὀφείλει, ἵνα πᾶς ὁ κόσμος ὑπὸ ἀνθρώπου ἑνὸς ὁραθῇ.

ΓΡΗΓΟΡ. Ἀσφαλῶς κάτεχε, Πέτρε, ὅπερ λέγω. Ψυχῇ τῇ θεωμένῃ τὸν κτίστην, πᾶσα ἡ κτίσις στενὴ αὐτῇ ἐστιν. Ὅστις οὖν ὀλίγον τι τοῦ φωτὸς τοῦ κτίστου ἐθεάσατο, μικρὸν αὐτῷ γίνεται πᾶν μέρος τῶν κτισμάτων, ὅτι αὐτὴ ἡ τοῦ φωτὸς θεωρία ἔνδον ἐν τῷ νοεῖν ἐμπλατύνεται, καὶ τοσοῦτον πρὸς Θεὸν ἐφαπλοῖ τὸν νοῦν, ὥστε λοιπὸν ἀνώτερος παντὸς τοῦ κόσμου καθίστασθαι, γίνεται δὲ αὕτη ἡ τοῦ θεωροῦντος ψυχὴ καθ' ἑαυτήν. Ἡνίκα δὲ ἐν τῷ τοῦ Θεοῦ φωτὶ ἄρξηται ἁρπάζεσθαι, ὑπεράνω αὐτῆς ἐν τοῖς ἐνδοτέροις πλατύνεται. Ὅταν δὲ ἑαυτὴν πλατυνθεῖσαν θεάσηται, ἐπιγινώσκει ὅσον βραχύ ἐστιν ὅπερ ἐν τῇ ταπεινώσει οὖσα κατασχεῖν οὐκ ἠδύνατο. Ὁ τοίνυν ἀνὴρ οὖτος ὁ τὴν τοῦ πυρὸς σφαίραν θεασάμενος, καὶ τοὺς ἀγγέλους ἐν τῷ οὐρανῷ ὑποστρέφοντας, προδήλως τοῦτο θεωρῆσαι οὐκ ἠδύνατο, εἰ μὴ ἐν τῷ φωτὶ τοῦ Θεοῦ ὑπῆρχε. Τί οὖν θαυμαστὸν εἰ καὶ τὸν κόσμον ὅλον ἐνώπιον αὐτοῦ συναχθέντα εἶδεν, ὅστις ὑψωθεὶς ἐν τῷ νοερῷ φωτὶ ἔξω τοῦ κόσμον ὑπῆρχεν; ὅτι δὲ συνελθὼν ἅπας ὁ κόσμος ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ εἴρηται, οὐχὶ ὁ οὐρανὸς καὶ ἡ γῆ παρέστη ἐπὶ τὸ αὐτό· ἀλλὰ τοῦ θεωροῦντος ἡ ψυχὴ ἐπλατύνθη, ἥτις πρὸς Θεὸν ἁρπαγεῖσα ἄνευ δυσκολίας θεωρῆσαι ἠδυνήθη ἕκαστον ὄπερ ἔνδον τοῦ Θεοῦ ἐστιν. Ἐν αὐτῷ οὖν τῷ φωτὶ τῷ ἐν τοῖς ἔξωθεν ὀφθαλμοῖς ἐξαστράψαντι φῶς ἐνδότερον ἐν τοῖς τῆς ψυχῆς νοεροῖς ὀφθαλμοῖς ὑπῆρχεν. Ὁ γὰρ τὴν ψυχὴν θεασάμενος ἐν ὑψίστοις ἁρπαγεῖσαν, ἐδείχθη αὐτῷ, πόσον αὐτῷ στενώτατά εἰσιν πάντα τὰ κατώτερα μέρη.

ΠΕΤΡ. Ὁρῶ ἑαυτὸν μὴ ἐπιγνόντα ἀκριβῶς ἅπερ εἴρηκας. Διὰ γὰρ τὴν ἐμὴν βραδύτητα, ἡ ἐξήγησίς σου τοσοῦτον ἐπλεόνασεν· ἀλλ' ἐπειδὴ ταῦτα ἀρτίως σαφῶς ἐν τῇ ἐμῇ διανοίᾳ ἐξέχεας, αἰτῶ ὅπως ἐν τῇ τῆς διηγήσεως τάξει ἐπανέλθῃς.


CAPUT XXXVI. ΚΕΦΑΛ. Λς'. Περὶ τοῦ συγγραφέντος παρ' αὐτοῦ μοναχικοῦ κανόνος. ΓΡΗΓΟΡΙΟΣ. Ἡδέως, Πέτρε, ἔτι περί τοῦ σεβασμίου τούτου ἀνδρὸς πολλὰ διηγούμην, ἀλλὰ σπουδῇ τὰ μὲν τῶν αὐτοῦ παρατρέχω, διὰ τὸ εἰς τὰ τῶν ἄλλων πεπραγμένα με σπεύδειν· τοῦτο δέ σε ἀγνοεῖν οὐ θέλω, ὅτι σὺν τοῖς θαύμασι, δι' ὧν ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐν τῷ κόσμῳ ἐδοξάσθη, καὶ διδασκαλίᾳ λόγου οὐ μετρίως διέλαμψε Διετυπώσατο γὰρ τοὺς τῶν μοναχῶν κανόνας διακρίσει ἐξαιρέτῳ καὶ λόγῳ φωτοειδεῖ. Οὗτινος ἐάν τις θελήσειεν ἀκριβῶς τά τε ἔθη καὶ τὴν πολιτείαν καταμαθεῖν, δύναται ἐν τῇ αὐτῇ συγγραφῇ τοῦ κανόνος πᾶσαν τὴν τῆς διδαχῆς αὐτοῦ διαγωγὴν ἐπιγνῶναι. Ὁ γὰρ ἅγιος ἐκεῖνος ἀνὴρ οὐδαμῶς ἠδυνήθη ἄλλως πως διδάξαι ἢ παιδεῦσαι εἰ μὴ καθὼς ἔζησεν.


CAPUT XXXVII. ΚΕΦΑΛ. ΛΖ'. Περὶ τῆς ἑαυτοῦ ἐξόδου, ἣν τοῖς ἀδελφοῖς προείρηκεν. Ἐν τῷ χρόνῳ ἐν ᾧ ἤμελλεν ὁ ἀοίδιμος οὗτος ἀνὴρ ἐκ ταύτης τῆς προσκαίρου ζωῆς ἐκδημεῖν, τοῖς συνοῦσιν αὑτῷ μαθηταῖς αὐτοῦ, καὶ τοῖς ἐκ μήκους οἰκοῦσι τῆς ἁγίας αὐτοῦ τελευτῆς τὴν ἡμέραν ἐμήνυσε. Καὶ τοῖς μὲν παροῦσι διεμαρτύρετο λέγων, μυστικῶς ἐν ἑαυτοῖς κατέχειν τὰ ἐν τοῖς ὠσὶν αὐτῶν ἀκουσθέντα· τοῖς δὲ ἀποῦσιν ἐμήνυσε ὁποῖον αὐτοῖς σημεῖον γενήσεται, ὅτε ἡ ψυχὴ αὐτοῦ ἐκ τοῦ σώματος μέλλει ἐξιέναι. Πρὸ οὖν ἕκτης ἡμέρας τῆς αὐτοῦ παντίμου τελευτῆς, ἀνεῳχθῆναι τὸ ἑαυτοῦ μνημεῖον ἐκέλευσε, καὶ εὐθέως πυρετῷ σφοδροτάτῳ περιπεσὼν, τῇ ὑπερβολῇ τῆς ἐκκαύσεως λοιπὸν αἱ τῆς ψυχῆς δυνάμεις ἐλεπτύνοντο. Ὁρῶν δὲ ἑαυτὸν καθ' ἑκάστηυ ἡμέραν, ὡς εἰπεῖν, ἐκ τοῦ λαβρωτάτου πυρετοῦ ἐκλιμπάνοντα, τῇ ἕκτῃ ἡμέρᾳ βασταχθῆναι ἑαυτὸν ὑπὸ τῶν μαθητῶν καὶ ἐν τῷ εὐκτηρίῳ ἀπενεχθῆναι πεποίηκεν. Ἐκεῖ οὖν τὴν ἑαυτοῦ ἔξοδον τῇ ὑποδοχῇ τοῦ δεσποτικοῦ σώματός τε καὶ αἵματος ἐστήριξε, καὶ ἐν μέσῳ τῶν μαθητῶν ἑστὼς, ταῖς αὐτῶν χερσὶ τὰ ἀδύνατα μέλη ὑποστηριζόμενος, ὑψώσας ἐν τῷ οὐρανῷ τὰς χεῖρας, ἔστη κατὰ ἀνατολὰς, καὶ τὴν ἡγιασμένην καὶ καθαρωτάτην αὐτοῦ ψυχὴν σὺν τῇ προσευχῇ εἰς οὐρανοὺς ἀνεσφαίρισεν. Ἐν αὐτῇ οὖν τῇ ἡμέρᾳ δυσὶν ἀδελφοῖς, τῷ μὲν ἐνὶ ἐν τῷ ἑαυτοῦ κελλίῳ ἡσυχάζοντι, τῷ δὲ ἑτέρῳ μήκοθεν οἰκοῦντι, ἀποκάλυψις μία καὶ ἐφάμιλλος ἐφάνη. Εἶδον τοίνυν ἑκάτεροι, καὶ ἰδοὺ ὁδὸς ἀπὸ τοῦ κελλίου αὐτοῦ μέχρι τοῦ οὐρανοῦ παρατεινομένeegr;, ἐκ σηρικῶν ἱματίων ὅλη ἐστρωμένη, καὶ λαμπάδες ἀμέτρητοι ἐν αὐτῇ κατὰ ἀνατολὰς ἐνορδίνως καιόμεναι. Καὶ ἰδοὺ ἀνὴρ εὐσχήμων, καὶ φαιδρὸς τῷ σχήματι ὑπεράνωθεν ἑστὼς ἠρώτα τούτους, λέγων· « Τίνος ἐστὶν ἡ ὁδὸς αὕτη, ἣν κατανοεῖτε θαυμάζοντες; » αὐτῶν δὲ ἀγνοεῖν ὁμολογησάντων, ἔφη πρὸς αὐτούς· « Αὕτη ἐστὶν ἡ ὁδὸς, δι' ἧς ὁ τοῦ Θεοῦ ἀγαπητὸς Βενέδικτος ἐν τῷ οὐρανῷ ἀνέρχεται. » Τότε οὖν συνῆκαν τὴν τοῦ ἁγίου ἀνδρὸς τελείωσιν. Καθάπερ γὰρ οἱ παρόντες μαθηταὶ ἐθεάσαντο, ὁμοίως καὶ οἱ ἀπόντες διέγνωσαν ἐκ τοῦ προλεχθέντος αὐτοῖς σημείου. Ἐτάφη δὲ τὸ ἡγιασμένον αὐτοῦ σῶμα ἐν τῷ εὐκτηρίῳ τοῦ μακαρίου Ἰωάννου τοῦ Βαπτιστοῦ, ἐν ᾧπερ τὸν Ἀπόλλωνος βωμὸν κατέστρεψεν, καὶ τὸν εὐκτήριον οἶκον τοῦ προδρόμου συνεστήσατο. Ἐν τῷ σπηλαίῳ τῷ ὑπὸ τὸν λάκκον, ἐν ᾧ τὸ πρὶν κατῴκησεν, ἕως τοῦ παρόντος, ἐὰν μετὰ πίστεως οἱ αἰτούμενοι προσέρχονται, μεγίστη θαυμάτων χάρις διαλάμπει.


CAPUT XXXVIII. ΚΕΦΑΛ. ΛΗ'. Περὶ ἰαθείσης γυναικὸς διὰ προσευχῆς τοῦ ἁγίου. Ὅπερ γὰρ διηγοῦμαι πρᾶγμα ἀρτίως αὐτόθι γέγονε. Γυνή τις τῶν κατὰ φύσιν ἐκστᾶσα φρενῶν, ἐν ὄρεσι καὶ κοιλάσιν, ὕλαις τε καὶ πεδίοις νύκτωρ τε καὶ μεθ' ἡμέραν πλαζομένη ἐπλανᾶτο. Ἐκεῖ δὲ καὶ μόνον ἀνεκλίνετο, ἔνθα ταύτην ἡ ἀτονία καθεύδειν ἠνάγκαζεν. Ἐν μιᾷ οὖν ἡμέρᾳ ἡνίκα κατὰ τὴν ἔρημον ἐπλανᾶτο, ἐν τῷ τοῦ μακαρίου ἀνδρὸς Βενεδίκτου σπηλαίῳ ὁδηγηθεῖσα, ἀγνοοῦσα εἰσῆλθε καὶ ἔμεινεν, πρωΐας δὲ γενομένης οὕτως ὑγιὴς τῷ φρονήματι ἐξῆλθεν, ὡς ὄτε οὐδεμίαν βλάβην φρενῶν ποτε ὑπέμεῖνεν. Ἥτις ἐν παντὶ χρόνῳ τῆς ζωῆς αὐτῆς ἐν τῇ δωρηθείσῃ αὐτῇ ὑγείᾳ διέμεινεν.

ΠΕΤΡ. Τί τοῦτο εἶναι λέγομεν, ὅπερ ἐν τοῖς τῶν ἁγίων μαρτύρων λειψάνοις θεωροῦμεν γινὸμενον; πλεῖον γὰρ, σχεδὸν εἰπεῖν, θαυματουργίαι ἐπιτελοῦνται ἐν τοῖς εὐκτηρίοις, ἐν οἷς λείψανα ἐπ' ὀνόματι αὐτῶν κατατίθενται, ἤπερ ἐν ᾧ τὰ τούτων κατάκεινται σώματα. Πληρεστάτως μὲν οὖν κᾀκεῖ τὴν τοῦ Θεοῦ χάριν εἶναι πιστεύομεν, ὡς καὶ ἐν τοῖς ἁγίοις αὐτῶν σώμασιν· ἐκεῖ δὲ μᾶλλον μεγὰλα σημεῖα ἐπιδεικνύουσιν, ἔνθα ὅλῳ τῷ σώματι οὐ κατάκεινται.

ΓΡΗΓΟΡ. Ἔνθα τὰ τῶν ἁγίων μαρτύρων σώματα κεῖνται, δισταγμὸς, Πέτρε, οὐκ ἔστιν, ὅτι πολλὰ σημεῖα δύνανται ἐπιδεῖξαι, ὥσπερ καὶ ποιοῦσιν. Τοῖς γὰρ καθαρῷ τῷ λογισμῷ προσερχομένοις, ἀμέτρητα θαύματα ἐπιδεικνύουσι. Διὰ δὲ τὸ ἐν δισταγμῷ ὑπάρχειν τοὺς ἀσθενέστερον τῷ λογισμῷ διακειμένους, ὡς μὴ παρεῖναι τοὺς ἁγίους ἔνθα τὰ αὐτῶν ὁλικῶς οὐ κατάκεινται σώματα, καὶ ὡς ἐκ τούτου τοὺς προσερχομένους μὴ εἰσακούεσθαι, ἐκεῖ μᾶλλον αὐτοὺς ἀναγκαῖόν ἐστι μεγάλα σημεῖα ἐπιδεῖξαι, ἔνθα περὶ τῆς αὐτῶν παρουσίας ὁ ἀσθενὴς λογισμὸς διστάζει. Ὧν δὲ ὁ νοῦς ἡδραιωμένος ἐν τῷ Θεῷ ὑπάρχει, οὗτοι ἐν τῷ τῆς πίστεως ἀξιώματι ὅντες, γινώσκουσιν ὄτι εἰ καὶ μὴ κεῖνται αὐτῶν ἐκεῖσε τὰ σώματα, πλὴν ὅμως τοῦ ταῖς εὐχαῖς εἰσακούειν μὴ ἀπολιμπάνεσθαι αὐτοὺς. Ὅθεν τοίνυν καὶ αὐτὴ ἡ ἀλήθεια ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἵνα πίστιν τοῖς μαθηταῖς προσθῇ εἶπεν· « Εἰ μὴ ἐγὼ ἀπέλθω, ὁ παράκλητος οὐκ ἔρχεται πρὸς ὑμᾶς. » Φανερὸν οὖν ὑπάρχει, ὅτι τὸ παράκλητον πνεῦμα ἐκ τοῦ πατρὸς προέρχεται, καὶ ἐν τῷ Υἱῷ διαμένει. Τίνος οὖν χάριν ἑαυτὸν ὁ υἱὸς πορευθῆναι λέγει, ἵνα ἐκεῖνος ἔλθῃ ὅστις οὐδέποτε ἀπ' αὐτοῦ ἐχωρίσθη; Οἱ μαθηταὶ ἐν σαρκὶ τὸν κύριον ὁρῶντες, τοῖς σωματικοῖς ὀφθαλμοῖς τοῦτον πάντοτε θεωρεῖν ἐπεθύμουν. Ὀρθῶς οὖν αὐτοῖς ἐῤῥέθη· « Εἰ μὴ ἐγὼ ἀπέλθω, ὁ παράκλητος οὐκ ἔρχεται· » τουτέστιν, Εἰ μὴ τὸ σῶμα ἀποκρύψω, τί ἐστιν ὁ τοῦ πνεύματος πόθος οὐ δεικνύω, καὶ εἰ μὴ ἐμὲ καταλείψητε σωματικῶς θεωρεῖν, οὐδέποτε μανθάνετε πνευματικῶς με ἀγαπᾷν.

ΠΕΤΡ. Ἀρέσκει ὃ λέγεις.

ΓΡΗΓΟΡ. Ὀλίγον λοιπὸν ἐκ τῆς συντυχίας παυσώμεθα, ἵνα ἐὰν εἰς τὰ τῶν λοιπῶν θαὺματα τὸν λόγον ἐν τῇ διηγήσει παρεκτείνωμεν, δύναμιν τοῦ λέγειν διὰ τῆς σιγήσεως ἀνακαινίσωμεν.