Epistolae (Dioysius) | Epistolae et decreta (Vigilius) |
Epistolae et decreta (Felix III) , Corpus Corporum
III
[recensere]Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς βλεφάροις μου πηγὴν δακρύων ( Ἱερ. IX); Ποῖον δὲ καὶ ἄξιον ὀδυρμὸν προσοίσω τῇ ἐμαυτοῦ ψυχῇ, συναλγῶν τῇ τοῦ δεσπότου καὶ σωτῆρος Χριστοῦ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ Κλαίουσα ἔκλαυσεν αὕτη ἐπὶ υἱοῖς, καὶ θυγατράσιν αὐτῆς, καὶ οὐχ ὑπάρχει ὁ παρακαλῶν αὐτὴν, ἀπὸ πάντων τῶν ἀγαπώντων αὐτήν ( Θρήν. I). Ἅπαντες οἱ καταδιώκοντες αὐτὴν τύραννοί τε, καὶ αἱρεσιάρχαι, κατέλαβον αὐτὴν διὰ σοῦ, ἀδελφὲ τιμιώτατε· καὶ οἱ θλίβοντες αὐτὴν ἐγένοντο εἰς κεφαλὴν αὐτῆς. Πᾶσα ἡ εὐπρέπεια αὐτῆς, τὸ ὅσον ἐπὶ σοὶ, ἐγένετο εἰς οὐδέν. Ἰδόντες οἱ ἐχθροὶ αὐτῆς, ἐχάρησαν ἐπὶ τῇ ἀπωλείᾳ τῶν τέκνων αὐτῆς· οὓς γὰρ ἐξέθρεψεν, ἐτιθηνήσατο, οὓς εἰς μέτρον ἡλικίας ἀνήγαγε, γαλακτοτροφήσασα προφητικοῖς καὶ ἀποστολικοῖς δόγμασι, τούτους ἐν μιᾷ καιροῦ ῥοπῇ διὰ δηλητηρίου ἐφόνευσας. Καθ' ὃν γὰρ τρόπον οἱ τὴν ἁλιευτικὴν μετερχόμενοι, βρώμασι τὸ ἄγκιστρον καλύπτουσι, καὶ ἀπροόπτως τοὺς ἰχθύας ἀγρεύουσιν· οὕτως καὶ σὺ τῇ τῶν ἀγγέλων ὑμνολογίᾳ προσθήκην ἐπήγαγες, καὶ τρισαγίᾳ λιτῇ, ὡς ἐκ προσώπου εὐσεβείας, ἀσέβειαν ἐπενόησας δεινὴν. Ἐκ πολλῶν γὰρ ἐπαρχιῶν τῶν κατὰ τὴν Ἀνατολὴν γράμματα ἐδεξάμεθα, τὰ σημαίνοντα ἡμῖν, ὡς ὅτι ἡ σὴ θεοφιλία τὸ πάλαι σιωπηθὲν Οὐαλεντίνου δόγμα κατέλαβε, καὶ ἀθετεῖται παρ' ὑμῶν ἡ σωτήριος ἐνανθρώπησις, καὶ ὅτι εἰς τὸ Μανιχαϊκὸν δόγμα Ἀρείου τε, καὶ Ἀπολιναρίου, καὶ Παύλου τοῦ Σαμοσατέως περιηνέχθητε. Τὸ γὰρ μὴ λέγειν μονογενῆ τὸν Υἱὸν, καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εἶναι τέλειον ἐν θεότητι, καὶ τέλειον ἐν ἀνθρωπότητι, αὐτόν τε τὸ πάθος τὸ τοῦ σταυροῦ ὑπομεμενηκέναι, ἀλλὰ μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην, ἄψυχόν τε καὶ ἄνουν τὸ τοῦ Κυρίου σῶμα, τὴν Ἀπολιναρίου αἵρεσιν κρατύνει· ἐκεῖνος γὰρ μὴ ἐγνωκὼς ὅτι κατ' αὐτὴν τὴν ἔναρξιν τῆς κοσμοποιΐας πρῶτον ἡ ψυχὴ τοῦ πρωτοπλάστου καὶ προπάτορος ἐθανατώθη, καὶ εἶθ' οὕτως τὸ σῶμα· ἐλέχθη γὰρ πρὸς αὐτὸν ὑπὸ τοῦ Θεοῦ, Ἡι δ' ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου, θανάτῳ ἀποθανεῖσθε ( Γενέσ. II). Κατὰ οὖν τὴν ἀπόφασιν τὴν ἀπὸ τοῦ Θεοῦ κατ' αὐτοῦ ἐπενεχθεῖσαν, ἐν ᾗ ἡμέρᾳ ἔφαγεν ἀπὸ τοῦ ξύλου τοῦ γινώσκοντος καλὸν καὶ πονηρὸν, ἐν αὐτῇ ἐθανατώθη ψυχικῶς· ὁ γὰρ τοῦ σώματος αὐτοῦ θάνατος γέγονε μετὰ ἐννεακόσια καὶ τριάκοντα ἔτη. Ὁ τοίνυν Θεὸς οὐχ ἡμιτελὲς τὸ δῶρον αὐτοῦ ἐποίησεν, ἀλλ' ὅλον ὁμοῦ τὸν Ἀδὰμ ἐκ μήτρας παρθενικῆς ἀνέλαβεν, ἵνα καὶ ὁλον τὸν ἀπολωλότα διασώσῃ· διὸ καὶ ἔλεγεν ὁ Κύριος, Ἐγὼ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων ( Ἰωάν. X): κρατύνειν δὲ βούλει καὶ Οὐαλεντίνου, καὶ Μαρκίωνος, Μανιχαίων τε, καὶ Βασιλιδιανῶν, ἔτι μὴν καὶ Ἑλλήνων τὰ θρησκεύματα. Εἰ γὰρ Θεὸς ὁ ἀποθανὼν διαιρετῶς, καὶ οὐσιωδῶς, ὡσαύτως δὲ καὶ τὸ ἅγιον Πνεῦμα Θεὸς, καὶ αὐτὸ διαιρετῶς, καἰ οὐσιωδῶς· εὑρεθήσονται, ὡς κατὰ τὸν σὸν καὶ τὸν ἐκείνων λόγον, τρεῖς Θεοί, καὶ διὰ τοῦτο κρατυνθήσεται τῆς πολυθεΐας ἡ πλάνη, καὶ ὅσον ἐπὶ σοὶ, διεσκέδασται τό, Ἄκουε Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι ( Δευτερ. IV): καὶ ὅπερ ἔλεγεν ὁ Ἰερεμίας· Κύριος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν ( Βαρούχ. III): ὁμοίως δὲ ὁ Κύριος, Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν ( Ἰωάν. XVII): καὶ τῆς θείας Γραφῆς, ἕνα Θεὸν τὴν ἁγίαν Τριάδα καὶ ἀδιαίρετον, κηρυττούσης, σὺ καὶ οἱ πρὸ σοῦ αἱρεσιάρχαι τρεῖς Θεοὺς ἐδογματίσατε· ἄλλον μὲν λέγοντες Θεὸν τὸν Πατέρα παρὰ τὸν Υἱόν, καὶ ἕτερον Θεὸν τὸν Υἱὸν παρὰ τὸν πατέρα· καὶ πάλιν ἄλλον Θεόν, τὸ Πνεῦμα τὸ ἅγιον, παρἀ τὸν Πατέρα καὶ τὸν Υἱὸν· καὶ τὸν μὲν θνητὸν, καὶ νεογενῆ, τὸν δὲ ἄναρχον, καὶ ἀθάνατον. Ἐπὶ τούτοις δὲ τοῖς βλαβεροῖς σου φρονεῖν, τῶν τε ἐν Νικαίᾳ ἀθροισθέντων, καὶ εν τῇ Κωνσταντινουπόλει, καὶ ἐν Χαλκηδόνι, ἁγίων πατέρων, τῶν καὶ ὁμοούσιον κρατυνάντων, καὶ μίαν τὴν θεότητα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος κεκραγότων· κατά τὴν Ἀρείου φρενοβλάβειαν, καὶ σὺ ἐτόλμησας εἰπεῖν ἐπ' ἐκκλησίᾳ, ὅτι ὁ εἷς τῆς ἀκτίστου καὶ ἀδιαιρέτου Τριάδος τὸ πάθος ὑπέμεινε· καὶ διὰ τοῦτο ἐδοκίμασας λύειν καὶ τὸ ὁμοούσιον, καὶ ἀριθμῷ ὑποβάλλειν τὸ θεῖον. Εἰ γὰρ εἷς τῆς ἁγίας Τριάδος τῆς ἀκτίστου, καὶ συναΐδιος, ὁ σταυρωθεὶς Θεὸς Λόγος, τοῦτ' ἔστιν ὁ Υἱός· δύο δὲ τῆς Τριάδος, ὁ Πατὴρ, καὶ τὸ ἄγιον Πνεῦμα· λέγονται δέ Θεοὶ, καὶ οὐχὶ κατὰ τὸν εὐθῆ λόγον Θεὸς, καθῶς παραδεδώκασιν ἡμῖν οἱ αὐτόπται, καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου ( Πράξ. I), εὑρεθήσεται καὶ οὕτως λυὸμενον μὲν τὸ ὁμοούσιον (θνητὸν γὰρ καὶ ἀθάνατον ὁμοούσια εἶναι ἔτι οὐ δύνανται), κρατυνθήσεται δὲ οὕτως ὁ τῆς πολυθεΐας λόγος, ἐν τῷ τρεῖς Θεοὺς χριστιανισμῷ καταγγέλλειν. Ὁπότε οὖν γέγραπται, ὅτι ὁ Λόγος σάρξ γέγονε, καὶ Θεὸς ἦν ὁ Λόγος ( Ἰοάν. I), οὐχ ἕτερος Θεὸς ὁ Λόγος παρὰ τὸν Πατέρα εὑρεθήσεται· Λόγος οὐχ ἁπλῶς, ἀλλὰ Λόγος ἐνυπόστατος· καὶ ὁ υἱὸς εἴρηται, ἵνα ἐκ τῆς ημῶν εὐτελείας γνῶμεν τὸ ταύτον τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Λόγου, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου. Καὶ γὰρ ἡμεῖς οὐχ ἕτεροι παρὰ τὸν ἡμέτερον λόγον εὑρεθησόμεθα. Ἐπεὶ οὖν καθὸ Λόγος ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς οὐκ ἠδύνατο εἰς ἰδίαν οὐσίαν παθεῖν, ἵνα μὴ εἰς τὴν τοῦ παντοκράτορος Θεοῦ, καὶ Πατρὸς τὸ πάθος λογισθῇ· μία γὰρ θεότης Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· πάσχει τὸ γεγονὸς ἴδιον τοῦ Λόγου ἔμψυχον σῶμα, ὅπερ αὐτὸς ὁ τοῦ Θεοῦ ἐνυπόστατος Λόγος ἐξ αὐτῆς τῆς μήτρας τῆς ἁγίας καὶ ἀπειρογἅμου ἑνώσας, ἑαυτῷ, προῆλθεν ἐκ γυναικός· περὶ ἧς προμηθούμενοι οἱ θεηγόροι ἄνδρες ἔλεγον· Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δὴ, καὶ ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι αὐτὴν, ἣν ἐφύτευσεν ἡ δεξιά σου· καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταιώσας ἑαυτῷ ( Ψαλμ. LXXIX). Ἄμπελον, καὶ υἱὸν ἀνθρώπου, ὃν ὁ Λόγος ἐκραταίωσε, συντρίψαι τὰ τοῦ ᾅδου κλεῖθρα, καὶ ζωοποιῆσαι τοὺς ἀπὸ τῶν αἰώνων θανόντας, τὴν σωτήριον τοῦ Λόγου ἐνανθρώπησιν καλῶν. Διὸ καὶ ὁ Θεὸς ἔλεγε τοῖς ἑαυτοῦ μαθηταῖς, « Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· » καὶ, « Ὁ Πατήρ μου ὁ γεωγρός ἐστι ( Ἰωάν. XV): » καὶ, « Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἁμαρτωλῶν » ( Ματθ. XXVI). Ὁ γὰρ τοῦ Πατρὸς ἐνυπόστατος, καὶ Θεὸς Λόγος, δι' ἀκοῆς εἰσπηδήσας τῆς ἁγίας Παρθένου, μυστικῶς τὴν κυοφορίαν εἰργάσατο. Καθὸ τοίνυν ὁ μονογενὴς Υἱός ἐστι τοῦ Πατρὸς ὁμοούσιος, καὶ εἷς τῆς ἀδιαιρέτου τριάδος, ἄκτιστος, καὶ ἀθέατος, ἐμεμενήκει ἀπαθὴς, καὶ ἀθάνατος. Τὸ οὖν ἄκτιστον, καὶ ἀθάνατον τῇ κτίσει μὴ σύνταττε, καὶ τὸν τῆς πολυθεΐας λόγον μὴ κράτυνε, διὰ τοῦ λέγειν τεθνάναι τὸν ἕνα τῆς Τριάδος. Καθὸ δὲ πάλιν ἐκ γυναικὸς ἐγεννήθη, καὶ ἔστιν ἡμῖν ὁμογενὴς, καὶ ὁμόφυλος, καὶ ὁμοούσιος, ἄνευ ἁμαρτίας, τὸ πάθος ὑπέμεινεν.Ὅτι δὲ οὐ μόνον ὁμοούσιος ἡμῖν ὁ Υἱὸς τὸ κατὰ σάρκα, ἀλλὰ καὶ συγγενὴς, διδάσκει αὐτὸς ὁ Κύριος, ἐν τῷ λέγειν, ποτὲ μὲν ἐν Εὐαγγελίοις, τοῖς εἰς αὐτὸν πιστεύουσιν· « Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα ( Ἰωάν. XV): » ποτὲ δὲ καὶ ἐν Ψαλμοῖς· « Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου » ( Ψαλ. XXI). Πόθεν δὲ καὶ ἡ τοσαύτη κακίστη ἔννοια ὑπεισῆλθεν, ὥστε σεαυτὸν καὶ τῶν ἁγίων ἁγγέλων εὐσυνετώτερον καὶ σοφώτερον λογίσασθαι; Ἐν τούτοις κλαίω, ἐν τούτοις ὀδύρομαι τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ Θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν ( Φιλιπ. III). Οὐκ ἐνενόησας, ὅτι τὸ σκανδαλίσαι καὶ μόνον ἕνα τῶν πιστευόντων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἀφόρητον ἔχει τὴν ἀγανάκτησιν· ἀλλ' οὕτως ἀπαραφυλάκτως, καθάπερ ὁ ὄφις τῇ Εὔᾳ, καὶ αὐτὸς τὸν υἱὸν τῆς ἀπάτης τῷ πλήθει τῶν πιστῶν ταῖς ἀκοαῖς ἐπέχεας, καὶ τὸν παραδοθέντα ἡμῖν ὑπ' ἀγγέλων τρισάγιον αἶνον ἐνόθευσας, ἐνθέμενος ἐν αὐτῷ, Ὁ σταυρωθεὶς δι' ἡμᾶς. Ἆρα οὐκ ἐνενόησας ἀσεβέστερον σαυτὸν ὁριζόμενος Παύλου τοῦ Σαμοσατέως, καὶ Φωτεινοῦ, καὶ Ἀρτεμᾶ, τῶν δύο υἱοὺς τοῦ Θεοῦ ὁρισαμένων, ἕνα προαιώνιον, καὶ ἕνα νεογενῆ· ὅτι καὶ σὺ πλεονασμὸν τῇ Τριάδι ἐνέθου, δύο υἱοὺς τοῦ Θεοῦ εἰπὼν, ἕνα ἰσχυρὸν, καὶ ἕνα σταυρωθέντα. Ἐπὶ τούτοις δὲ καὶ εἰς ἔννοιαν * οἴεσα ἄγειν τὸ πιστότατον Χριστοῦ ποίμνιον, ὡς ὅτι κατὰ τὸν τοῦ Μάνεντος λόγον, τὸ ἅγιον Πνεῦμα ἐσταυρώθη· μετὰ γὰρ τὸ εἰπεῖν, Ἅγιος ἀθάνατος, ὅπερ ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, τότε ἐπάγεις, Ὁ σταυρωθεὶς δι' ἡμᾶς, ἐλέησον ἡμᾶς· καὶ τετράδα οὐ Τριάδα εὑρίσκῃ τὸν λαὸν ἐκδιδάκων. Καὶ εἰ μὲν ἐξ ἀνθρωπίνης παραδόσεως ὑπῆρχεν ὁ αἶνος, καὶ οὕτως μετὰ παραφυλακῆς ἃν ἐν τῷ τρισαγίῳ τὸν σταυρὸν ἔθηκας, ἔνθα ἡ τοῦ υἱοῦ προσηγορία, ἥτις ἐν τῷ τρισαγίῳ, ἰσχυρὸς, εἴρηται. Ὁπότε δὲ ὑπ' ἀγγέλων ὁ τρισάγιος οὗτος αἶνος ἡμῖν ἐξεδόθη, οἵ τινες πρὸ μὲν τοῦ σταυροῦ ἔλεγον, Ἅγιος, ἅγιος, ἅγιος ( Ἡσαΐ. VI), ὡς ἠξιώθη Ἡσαΐας θεάσασθαι, μετὰ δὲ τὸν σταυρὸν ὑμνολογοῦν, Ἅγιος ὁ Θεὸς, ἅγιος ἰσχυρὸς, ἅγιος ἀθάνατος, ὥστε ὁ κομιδῇ νήπιος παῖς, σειομένης τῆς Κωνσταντινουπόλεως, καὶ τοῦ λαοῦ ἐν τῷ κάμπῳ ἱκετεύοντος, ἡρπάγη εἰς τὸν αἰθέρα ὡς ἐπὶ ὥραν μίαν, τοῦ ὁμοῦ πλήθους θεωροῦντος, καὶ Πρόκλου τοῦ τῆς πόλεως ἐπισκόπου· κᾀκεῖ μεμαθηκὼς τὸν αἶνον, καὶ πάλιν κατενεχθεὶς, ἀπήγγειλεν ἅπερ ἐδιδάχθη ἐν τῷ αἰθέρι, εἰπὼν, ἐξ οὐρανῶν, ὡς ὑπὸ πλήθους πολλῶν, φέρεσθαι εἰς τὰ ὦτα αὐτοῦ ταύτην τὴν ὑμνωδίαν, καὶ ὅτι ἐῤῥήθη αὐτῷ ἐξειπεῖν τῷ λαῷ ταύτην τὴν ὑμνολογίαν . . . ἧς ἐναρξάμενοι οἱ λαοὶ τὴν πόλιν κατέλαβον, καὶ τὸν Θεὸν διὰ τῆς τοιαύτης ὑμνῳδίας ἐξευμενισάμενοι, ἐλυτρώθησαν τῆς ἐπικειμένης ὀργῆς. Σὺ δὲ ἀφειδῶς κατετόλμησας, ὡς τὰς λοιπὰς θείας Γραφὰς, καὶ τὴν τῶν ἀγγέλων ὑμνῳδίαν διαστρέψαι. Τίς οὖν οὐ μὴ θρηνήσῃ ἐν τούτοις; τίς οὐ μὴ στενάξῃ ὁποῖον δὲ ἄλγος κατὰ τὸ ἄλγος τῆς τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Χριστοῦ ἐκκλησίας εὑρεθήσεται; θεωρῆσαι τὸν ταχθέντα φῶς εἶναι τῶν ἐν σκότει, καὶ παιδευτὴν τῶν ἀφρόνων ( Ῥωμ. II, 5), μᾶλλον δ' ἀφροσύνης διδάσκαλον, καὶ τὸ φῶς εἰς σκότος μεταποιοῦντα· θεωρῆσαι τοὺς λαοὺς τοὺς ἅπαξ φωτισθέντας, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, Θεοῦ ἐντάλματα, Θεοῦ προφητικὰ προῤῥήματα, Θεοῦ ἀποστολικὰ, καὶ εὐαγγελικὰ διδάγματα, μᾶλλον ὐπὸ σοῦ διαστρεφομένους, καὶ ἐκδιδασκομένους, μὴ μόνον ἀνασταυροῦν τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ παραδειγματίζειν, ἀλλὰ καὶ ἐναντία φρονεῖν τῶν θείων Γραφῶν· ἀπαρνήσασθαι δὲ καὶ τὰς συνθήκας, ἃς συνέθεντο αὐτοὶ προσιόντες τῶ ἁγίῳ βαπτίσματι. Συνθέμενοι γὰρ ἐπὶ πάντων τῶν χερουβικῶν δυνάμεων, καὶ τῶν προφητικῶν, καὶ ἀποστολικῶν ταγμάτων, ἐν τῷ τοῦ ἁγίου βαπτίσματος καιρῷ, πιστεύειν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, νῦν εἰς θεοὺς τρεῖς πιστεύειν αὐτοὺς ἐξεπαίδευσας. Πάλιν συνθεμένων πιστεύειν εἰς ἕνα Κύριον Ἰήσοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα ἐκ Πνεύματος ἁγίου, καὶ Μαρίας τῆς παρθένου, σὺ ἐκδιδάσκεις αὐτοὺς μὴ λέγειν, τὸν Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν σταυρὸν ὑπομεμενηκέναι, ὅς ἐστι Θεὸς κατὰ τὴν ἐκ Θεοῦ καὶ Πατρὸς προαιώνιον καὶ ἀπαθῆ γέννησιν, καὶ ἄνθρωπος ὁ αὐτὸς κατὰ τὴν ἐπ' ἐσχάτων γέννησιν, καθ' ἣν καὶ τὸ πάθος ὑπέμεινεν· ἀλλ' ὅτι ὁ εἷς τῆς Τριάδος ἀπέθανεν, ὅς ἐστιν αὐτὸς ὁ Θεὸς Λόγος. Ὡμολόγησαν πάλιν τὸ ἅγιον Πνεῦμα ζωοποιὸν, καὶ ἀθάνατον, εἰπόντες πιστεύειν εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ Κύριον καὶ ζωοποιόν· καὶ σὺ θνητὸν ὑποτίθεσαι εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τοῦ λέγειν· Ἅγιος ἀθάνατος, ὁ σταυρωθεὶς δι' ἡμᾶς· Ἀπόφυγε, παρακαλῶ, ταύτην τὴν πλάνην· ἔπεσας, μὴ ἐπιμείνῃς τῷ πτώματι· ἥμαρτες, μηκέτι ἁμάρτανε· ἀναμένει σε ἡ ἁγία τοῦ Θεοῦ ἐκκλησία, περιπτύξασθαί σε μετανοοῦντα ἐπὶ τοῖς ματαίοις σου προβλήμασι, καὶ σὺν αὐτῇ θεολογοῦντα τὸν Χριστὸν, καὶ μὴ ἀπαρνούμενον τὴν αὐτοῦ ἔμψυχον ἐνανθρώπησιν, καθ' ἣν, καὶ τὸ πάθος ὑπομεῖναι λέγεται. Καὶ βοᾷ σοι δι' ἡμῶν· « Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες, » καὶ τὰ ἑξῆς ( Ματθ. XI). Οὐ βούλεται ὁ Θεὸς, ἀδελφὲ τιμιώτατε, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν ( Ἰεζε. XVIII). Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν (II Τιμοθ. II), κατὰ τὸ Εὐαγγέλιον. Μνημόνευε τοῦ μακαρίου Ματθαίου γράφοντος· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ ( Ματθ. I). Μνημόνευε Παύλου ἐπιστέλλοντος· Ἀφωρισμένος εἰς Ἑὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο αὐτὸς ὁ Θεὸς ἐν Γραφαῖς ἁγίαις; λέγων περὶ τοῦ Υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ( Ῥωμ. I). Μνημόνευε καὶ Ἰωάννου βοῶντος· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν (ὡς καὶ ἔστι), καὶ Θεὸς ἧν ὁ Λόγος ( Ἰωάν. I): καὶ ὅτι σὰρξ γέγονεν ἐνανθρωπήσας· καὶ ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε ( Ἰωάν. I, 18). Ταῦτά σοι γεγράφηκα ἅμα τῇ συνούσῃ ἐμοὶ ἁγίᾳ συνόδῳ, παρεγγυώμενός σε ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν ἁγίων ἀγγέλων, ἵνα ταῦτα διδάσκῃς, καὶ ταῦτα φρονῇς μεθ' ἡμῶν, ἵνα ἀνόθευτος ἡ πίστις ἡμῶν διαμείνῃ εἰς δόξαν Θεοῦ.
V=
[recensere]Πρέθει τῇ σῇ φιλανθρωπίᾳ ταῦτα ἃ πρέπει τῶν πραγμάτων ἀπαγγεῖλαι τάξει, ἅπερ καὶ ἀφῆκεν ἀπαγγεῖλαι εἰς ὠφέλειαν τοῦ τῆς σῆς γαλήνότητος κράτους· καὶ καθάπερ ὡς ἐγγὺς τυγχάνων, παρακαλῶ τὴν ἐμὴν ἱκετηρίαν δέξασθαι ταῖς φιλαγάθαις ὑμῶν ἀκοαῖς, ὡς Χριστιανικώτατος ὢν βασιλεύς· μηδαμῶς τε ἡ σὴ εὐσέβεια διανοηθείη ἕτερόν τινα μετὰ καθαρᾶς τῆς διανοίας ἡμᾶς ἀγαπᾷν, πλὴν ἐκείνου τοῦ βουλομένου σε μετὰ τοῦ Θεοῦ τὴν εἰρήνην ἔχειν. Ἐπειδήπερ ἐκ πιστῆς ὡρμημένος τῆς διανοίας, οὐκ ἀμφισβητεῖς τοῦ προσκαίρου θρόνου τὴν ἐξουσίαν, καὶ τῆς αἰωνίου ζωῆς τὴν ἀντίδοσιν ἐκ τῆς ἄνωθεν ῥοφῆς ἠρτῆσθαι, διὰ τε τῆς ἡμῶν βραχύτητος δέξασθαι καταξίωσον τὴν σεπτὴν, καὶ θεόφραστον ὁμολογίαν τοῦ μακαριωτάτου Πέτρου, τοῦ πρωτοστάτου τῶν ἀποστόλων, ὃς καὶ τὰς τῆς βασιλείας κλεῖς ὑπὸ τοῦ Σωτῆρος πιστευθεὶς, προευτρεπίσει τῇ φιλοχρίστῳ ὑμῶν βασιλείᾳ τὴν ἐν ὑψίστοις μετὰ ἀγγέλων διαγωγήν· ὃς καὶ τὴν ἀπαράλλακτον, καὶ ἀμώμητον πίστιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ μονογενῆ τοῦ Θεοῦ Υἱὸν, πρῶτος ἐκθέμενος, ἐμακαρίσθη ὑπ' αὐτοῦ τοῦ Σωτῆρος. Εἰπόντος γὰρ αὐτοῦ πρὸς τὸν Κύριον· Ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος ( Ματθ. XVI), ἀκήκοε παρ' αὐτοῦ· Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου, ὁ ἐν τοῖς οὐρανοῖς· καὶ ἐπὶ ταυτῇ σου τῇ ὁμολογίᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς (Ibid.). Τοῦ οὖν Σωτῆρος φήσαντος, ὅτι πύλαι ᾅδου οὐ κατισχύσουσι τῆς αὐτοῦ Ἐκκλησίας, τοῦ ἐξᾶραι ἀπ' αὐτῆς τὴν αὐτοῦ ἐπωνυμίαν, ἥτις εἴρηται, Χριστὸς Ἱησοῦς, καὶ Θεοῦ παντοκράτορος Υἱὸς· Πέτρος ὁ πρωτότοκος υἱὸς τοῦ διαβόλου, ὁ ἀναξίως εἰσπηδήσας τῇ Ἀντιοχέων ἁγίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ, καὶ μιάνας τὸν τῆς ἀρχιερωσύνης θρόνον Ἰγνατίου τοῦ μάρτυρος, ὃς τῇ δεξιᾷ Πέτρου τὴν ἀρχιερωσύνην ἐδέξατο, καὶ Εὐσταθίου τοῦ ὁμολογητοῦ, καὶ προέδρου τῶν τιη' ἁγίων πατέρων, τῶν ἐν Νικαίᾳ ἀθροισθέντων, λὲγειν ἐτόλμησεν, ὅτι οὐ δεῖ τὸν Χριστὸν, καὶ Υἱὸν τοῦ Θεοῦ ὀνομάζειν, κατὰ τὴν θείαν τοῦ Σωτῆρος νομοθεσίαν, καὶ τὴν τῶν θείων Γραφῶν παράδοσιν, καὶ ἔκθεσιν τῶν πατέρων· ἀλλὰ τὸν ἕνα τῆς Τριάδος τὸ πάθος τὸ ὑπὲρ ἡμῶν ὑπομεῖναι, εἰς τὴν τῆς θεότητος οὐσίαν, κατὰ τὴν τοῦ Ἀρείου, καὶ Απολλιναρίου, καὶ Εὐνομίου παράδοσιν· βουλόμενος διὰ τῆς τοιαύτης φωνῆς ἀθετῆσαι μὴν τὴν σωτήριον ἐνανθρώπησιν, καθ' ἣν ὁ Χριστὸς καὶ τὸ πάθος ὐπέμεινε. Λέγεται δὲ καὶ εἷς ἐξ ἡμῶν, ὡς τοῦ σπέρματος Ἁβραὰμ ἐπιλαβόμενος ( Ἐβρ. II): ἐπαυξῆσαι δὲ καὶ τὴν πολυθεΐαν. Ὁ γὰρ νοῦς τοῦ λόγου τρεῖς Θεοὺς παρεισάγει, ἕνα τεθνεῶτα, καὶ δύο ζῶντας, λύει δὲ καὶ τὸ ὁμοούσιον, καὶ τὰς ἁγίας συνόδους ἐξωθεῖται, τὴν τε ἐν Νικαίᾳ, καὶ ἐν Κωνσταντινουπόλει, καὶ ἐν Χαλκηδόνι· ἀλλὰ καὶ τὴν ἀγίαν Παρθένον Μαρίαν μὴ προσδεχὸμενος εὑρεθήσεται· εἰ γὰρ μὴ ἐξ αὐτῆς ὁ Λόγος σαρκωθεὶς ἐνηνθρώπησε, τίς χρεία τῆς παρθένου; διὰ τί δὲ ὁ Γαβριὴλ ἔλεγε πρὸς αὐτὴν, Τὸ γενόμενον ἐκ σοῦ ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ, καὶ δώσει αὐτῷ ὀ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ ( Λούκ. I); Ἐπὶ πᾶσι δὲ τούτοις τοῖς ἀσεβέσι, καὶ βλασφήμοις αὐτοῦ τολμήμασι, καὶ τὴν τρισάγιον λιτὴν νοθεῦσαι βουληθεὶς, διὰ τοῦ ἐνθέσθαι ἐν αὐτῇ, « Ὁ σταυρωθεὶς δι' ἡμᾶς, » μυρία ἄτοπα εἰργάσατο· καὶ πολλὰ παρ' ἡμῶν, καὶ τῆς ἐν Χριστῷ ἀδελφότητος ἡμῶν τε, καὶ τῶν ἐν τῇ Ἀνατολῇ, καὶ τοῦ θεοσεβεστάτου ἀρχιεπισκόπου Ἀκακίου τῆς παρ' ὑμῶν βασιλευομένης, καὶ φιλοχρίστου πόλεως, παραινεθεὶς, ἐπιστρέψαι οὐκ ἠβουλήθη· καὶ διὰ τοῦτο νῦν ἡ ἁγία τοῦ Θεοῦ ἐκκλησία, ταῖς μητρικαῖς αὐτῆς φωναῖς, ὡς πρὸς τὸν ἔξοχον αὐτῆς υἱὸν πθγγομένη οὐ παύεται· Ὦ φιλόχριστε βασιλεῦ, τῆς ἐμῆς τιμιότητος τὸν δεσμὸν, ἐν ᾧ περισφίγγονται τὰ πλήθη τῶν πιστῶν, μὴ συγχωρήσῇς διαλυθῆναι· τὴν τοῦ Δεσπότου Χριστοῦ, καὶ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ἐπωνυμίαν μὴ συγχωρήσῃς παραβιασθῆναι· τὴν τρισάγιον ὑμνῳδίαν, ἥτις καὶ τὴν ὑμετέραν πόλιν διέσωσε κινδυνεύουσαν, ὡς ἀγγέλων παράδδοσιν, ἀνόθευτον διαφύλαξον. Πέτρον τὸν τῇ Ἀρειανικῇ θρησκείᾳ ἐπακολουθήσαντα, τῆς τῶν Ἀντιοχέων ἐκκλησίας ἀπέλασον· τίνος ἕνεκα Πέτρος τὴν ἐμὴν πίστιν ἀθετήσας, ῥηγνύει τοῦ κόσμου τὴν σύνεσιν; τίνος ἕνεκα Πέτρος ῤηγνύει τὸν χιτῶνά μου τὸν ἄνωθεν ὑφαντόν ( Ματθ. XVI); Ὁ Θεὸς καὶ Πατὴρ ἐνετείλατο τῷ κορυφαίῳ, τί δέοι καλεῖσθαι τὸν αὐτοῦ Υἱόν. Ὁ μονογενὴς Υἱὸς ἐν τῇ ὁμολογίᾳ τοῦ κορυφαίου τῶν ἀποστόλων ἐθεμελίωσέ με. Τὸ ἅγιον Πνεῦμα ἐφ' ἑκάστης διαμαρτύρεταί μοι, λέγων· Μὴ κρίνῃς εἰδέναι τι, εἰ μὴ Ἰησοῦν Χριστὸιν, καὶ τοῦτον ἐσταυρωμένον ( Ἰωάν XIX). Οἱ ἐχθροὶ ἀπειθεῖς, οἱ ἐπίβουλοι, οἱ ἔξω τοῦ ἀμπελῶνος, τὸν μονογενῆ Θεοῦ Υἱὸν σφαγιάσαντες, καὶ λιθοβολήσαντες, καὶ τῷ ξύλῳ τοῦ σταυροῦ προσπήξαντες, οὐ διεῖλον τὸν αὐτοῦ χιτῶνα· καὶ Πέτρος τῆς πίστεώς μου τὸν χιτῶνα διαῤῥήξει; αἱ τοῦ ᾅδου πύλαι οὐκ ἴσχυσαν κατ' ἐμοῦ ( Ματθ. XIX), καὶ Πέτρος πειρᾶται τὸ τεῖχός μου καταβαλεῖν· ἐγὼ, εὐσεβέστατε βασιλεῦ, ὠθησθέντα σε τῆς βασιλείας ταύτης ἐπανήγαγον, καὶ τοὺς πονηροὺς, καὶ ἀπειθεῖς τῶν ἐν ἐμοὶ θείων δογμάτων δέδωκα ἀντὶ ταφῆς σου, δυνάμεώς τε ὁδὸν ἠνὲωξα ἔμπροσθέν σου· τοὺς σοὺς ἐχθροὺς καταβέβληκα μετὰ τοῦ ἀθεμίτου αὐτῶν δόγματος. Τὸ ἀρχαῖον κράτος ἐξητησάμην σοι παρὰ τοῦ ἐν ὑψίστοις βασιλεύοντος Θεοῦ, ἐξ οὗ καὶ τὸ βασιλεύειν εἴληφας. Ἀπόβλεψον εἰς τὸν προηγησάμενόν σου εὐσεβέστατον βασιλέα Μαρκιανὸν, καὶ τὴν ἐκείνου πίστιν ἀσμένως ἀσπάζου. Τὴν αἱρετικὴν Πέτρου τυραννίδα διὰ τάχους ἐκρίζωσον· τοῦ Οὐαλεντίνου, καὶ Εὐτυχέως μαθητὴν ἀποδίωξον τῆς ἀκροπόλεως, καὶ τῆς ἐκκλησιαστικῆς διοικήσεως, ἅμα τοῦ ἱερατικοῦ ἀξιώματος κατενεχθῆναι θεσπίσατε. Θεώρησον, ὦ γνησιώτατε υἱὲ, καὶ ἀήττητε βασιλεῦ, ὁποία τῇ ἐν Χαλκηδόνι συνόδῳ ἀναμφισβήτητος ἐκδίκησις γέγονε, καὶ τοῦ σοῦ πολεμίου ἐκδίκησις· καὶ τῆς αἱρετικῆς διδασκαλίας Πέτρου τοὺς δήμους ἐκλύτρωσον. Ταῦτα πρεσβεύει ἡ ἁγία τοῦ θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία, ἵνα τὸν ὑπ' αὐτῆς καθαιρεθέντα διὰ τὰς εἰρημένας αἰτίας, εἰς κοινωνίαν τοῦ λοιποῦ μὴ προσδέξησθε, ἀλλὰ διὰ θείων ὑμῶν συλλαβῶν τῆς Ἀντιοχέων πόλεως μεθόριον γένεσθαι παρασκευάσητε, ἀντ' αὐτοῦ δὲ καταστῆσαι ἄνδρα ἔργοις τὴν ἱερωσύνην κοσμοῦντα, φύλακά τε ἀκριβῆ τῆς ἐν Χαλκηδόνι ἁγίας συνόδου, καὶ τῶν ἐν αὐτῇ βεβαιωθέντων. Ὁ παντοκράτωρ θεὸς διαφυλάξοι τὸ ὑμέτερον κράτος ἐν εἰρήνῃ διαπαντός.
IV
[recensere]Ἐπειδὴ δυστυχῶς ἐξεμαγεύθης ἐν ἀσεβείᾳ λόγων, καὶ οὐκ ἔκρινας εἶξαι τοῖς προτεταγμένοις ἁγίοις ἀνδράσι, τοῖς κατακοσμήσασι τὸν θρόνον τοῦ τῆς μακαρίας μνήμης, καὶ πολυάθλου Ἰγνατίου τοῦ μάρτυρος, οὗ καὶ ἀνάξιος ὢν, οὐκ οἶδα ὅπως ἐμπεπήδηκας ἄρξαι, καὶ νόμοις σου βεβήλοις, καὶ ἀσεβέσι δόγμασι καινοτομίαν τῇ καθολικῇ ἐκκλησίᾳ ἐνέκρινας, τοῦ μὴ Χριστὸν σταυρωθέντα δι' ἡμᾶς δεῖν εἰπεῖν, ἀλλὰ πάθος τῷ ἀπαθεῖ Θεῷ ἀνόμως ἐπισάξαι, καὶ τῷ ἀθανάτῳ πνεύματι θάνατον ἐπιθεῖναι. Καὶ οὐκ ἐφρικίασας, ἃ οὐ παρεδέξω ἔκ τε τῶν θείων Εὐαγγελίων, καὶ ἀποστόλων, καὶ τῶν ἀνδραγαθησάντων εὐφήμων πατέρων, κακίστως ἐπισοφισάμενος, ταῦτα ἐπιστροβήσαι, καὶ οἰκείας φρονήσεως λύμην ἐκπαραθέσθαι τοῖς ἁπλουστέροις, καὶ σκάνδαλον τοιαύτης αἱρέσεως, ὡς οὐδὲ ἶσα ταῖς προτέραις αἱρέσεσιν ἀνθεῖν, ὑπεράγειν δὲ μᾶλλον πολλαχῶς· καἰ οὐχ ὥρμησας τῇ ἀληθείᾳ, ἐν τοῖς ἐπὶ δὶς γράμμασιν ἡμῶν ἐνωτίσασθαι, νῦν ἠρξάμην ἀποφήνασθαι κατὰ σοῦ, μᾶλλον δὲ ὁ κορυφαιότατος τῶν ποιμαντικῶν, θρόνων, ὁ ἐν ἁγίαις εὐφημίαις κοσμῶν, ὁ ἄριστος τῶν ἀποστόλων ἀληθῶς Πέτρος, οὗ τὸ ὄνομα ἐπίσος εἶ, ἀλλ' οὐ τῇ γνώμῃ, οὐδὲ τῇ πίστει, ὅτι ὑπεράγαν ἐκ τούτου ἐκκεκλικὼς εἶ τοῦ ὀρθοῦ σκοποῦ, καὶ τῆς ἀμωμήτου πίστεως· οὐ μόνον δὲ κατὰ σοῦ, ἀλλὰ μὴν καὶ κατὰ τῶν οὐκ ἐρυθριασάντων τοὺς τῶν σεπτῶν εὐαγγελιστῶν χαρακτῆρας, καὶ τῶν τούτοις ἐπομένων ἀποστόλων, καὶ τελείων ἀνδρῶν διδασκάλων τοὺς λόγους, ἀστάτῳ γνώμῃ ἐπερειδομένων τῇ ἐκ σοῦ παραμιμουμένῃ [ἴσ. παρανομουμένῃ] ἐκθέσει· ὡς ἡδύτατα περιέπεσθαι ἐπὶ τὸ τῆς κακοδοξίας ὄντως πικρότατον, καὶ οὐκ ἀποστραφέντων τὴν τοιάνδε δυσσέβειαν. Λέξομεν οὖν σοι, ὡς καὶ κατ' ἐκείνων· Ἐπειδὴ ἠγάπησας κακίαν ὑπὲρ τοῦ λαλῆσαι δικαιοσύνην, ἠγάπησας πάντα τὰ ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν· διὰ τοῦτο ὁ Θεὸς, καθελεῖ σε εἰς τέλος ( Ψαλ. LI), ἀπὸ τῆς οὐ μόνον Ἀντιοχέων ἐκκλησίας, ἀλλὰ καὶ ἀπὸ πάσης πόλεως· καίγε πεπαγιωμένη ἔστω ἡ καθαίρεσις αὕτη ὑπ' ἐμοῦ, καὶ τῶν διεπόντων μετ' ἐμοῦ τὸν ἀποστολικὸν θρόνον, καὶ Ἀκακίου τοῦ τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας ποιμένος, καὶ τῶν αὐτῷ τιμίων ὑποκειμένων εἰς τὴν ἐνορίαν αὐτοῦ ἐπισκόπων, καὶ τῶν αὐτῶν μὴ ἀνασχόμενος ὑπομνημάτων· ὅτε μὲν γὰρ ἔφης Τριάδα δι' ἡμᾶς σταυρωθῆναι, καὶ οὐχὶ Χριστόν· ὅτε δὲ τὸ ἀθάνατον Πνεῦμα, μανιχαΐζων· ὅτε δὲ ἐκ τούτων φυγὼν, διακατελεγχόμενος ὑπὸ τῶν ἐμῶν ὑποθηκῶν καὶ λόγων, Χριστὸν μετὰ τὸ ἀθάνατον Πνεῦμα ἔλεξας ὑπομεμενηκέναι, ὡς ὁ Σαμοσατεὺς καὶ Νεστόριος, τὸ πάθος, τὸν ἕνα Υἱὸν δικάζοντες εἰς δυάδα Υἱῶν· ὅτε καὶ ἐπἰ τοῦτο εἶξας μὴ διασύρεσθαι, ἧκες ἐπὶ τὸ κάκιον, τὸν χερουβικὸν ὕμνον εὐπαρέδρῳ θρόνῳ ἀνενδοιάστως, ὡσαύτως τὴν Τριάδα, μὴ δοξολογεῖν, ἀλλὰ τὸν πάντα ὕμνον εἰς τὸν Υἱὸν ἄγειν, ἐθέλων ἐνστήσασθαι ἣν κατὰ τῶν ἀκάκων ἐξήνεγκας νομῆς γάγγραιναν. Καὶ παντοίαις ἐντεῦθεν ἀγχόναης αἱρέσεων μεγίστων περικριμνιζόμενος, ἐκνεύων τῆς ἀληθείας τοῦ τὸν Χριστὸν μὴ κηρύττειν δι' ἡμᾶς σταυρωθέντα, τὸν μονογενῆ Θεοῦ Υἱὸν, τὸν ἐν μέσῳ Πατρὸς, καὶ ἁγίου Πνεύματος εὐσεβῶς δοξολογούμενον. Τί γὰρ τούτου ἀπογορευτικώτερον, Πατρὸς παρ' ὑμῶν, καὶ ἁγίου Πνεύματος ἀδοξουμένου; καὶ συκοφαντίαν τοῖς σεραφεὶμ ὑμῶν παρεισφερόντων, ὅτι οὐ τὴν Τριάδα φάσκουσι δοξολογεῖν, Ἅγιος, ἅγιος, ἅγιος, ἀλλὰ μονοπροσώπως τὸν Υἱὸν. Καὶ ποία φαραγγώδης αἱρέσεων οὕτως ἀπηναισχύντηκεν, ὡς ὑμεῖς; πλὴν καὶ ἐν τούτῳ διατρέχοντες. Ἔτι καινοτέρως ἐπέβητε ταῖς στραγγαλιώδεσι τῶν ὑπὸ Θεοῦ ἀπειπαμένων δυσφημιῶν τὸν, Υἱὸν, Πατέρα, καὶ ἅγιον Πνεῦμα λέγοντες, σαβελλιανίζοντες, καὶ συναλείφειν κρίνοντες, τὴν Τριάδα ὁμολόγως ἀπηρνήσασθε, εἰς ἣν ἐβαπτίσθημεν, καὶ πιστεύομεν, καὶ ὁμολογοῦμεν. Τίς οὖν οὐκ ἀποδύρεται τοὺς οὕτω ψάσκοντας περὶ τοῦ τρισαγίου τοῦ ἀχράντου; ὃ ἐμοὶ λίαν πρέπει ἀπείπασθαι, καὶ κλαυθμὸν δοῦναι ἐπαξίως τῶν ἐπὶ τοῦτο διασυλωμένων ἁπλουστέρων ψυχῶν, τῶν τὸ ἀσεβὲς, ὡς εὐσεβὲς δραματουργησάντων. Οὓς καὶ ἀλλοτρίους ἡγούμεθα τῆς ὀρθοδόξου πίστεως, καὶ τῆς καθολικῆς Ἐκκλησίας, καὶ τῆς κοινωνίας τοῦ ἡμῶν ἡγουμένου ἐνδόξου προέδρου Πέτρου, τοῦ τὰς κλεῖς τῆς βασιλείας παρὰ τοῦ Σωτῆρος ἡμῶν εἰληφότος. Οἱ δὲ τοῦ ἀποστόλου θέλοντες, εἶναι κοινωνοὶ ἄγονται καὶ τῇ διδαχῇ τούτου, τὸν Χριστὸν φάσκειν, καὶ πιστεύειν δι' ἡμᾶς σταυρωθέντα, καὶ μὴ τοῦτο ἀπαρνήσασθαι, ὡς καὶ ὁ ἀρτίως καθῇρημένος Πέτρος, διὰ τὸ ἀλλοκότως καὶ δυσμενῶς ἐν τῷ τρισαγίῳ προσκεκαινοτομηκέναι τὸ, Ὁ σταυρωθεὶς δι' ἡμᾶς· εἰδότες ὅτι οὐ Τριάδα τῶν ἀποστόλων σταυρωθεῖσαν παρεδέξασθε, ὀὐ Πατέρα, οὐ Πνεῦμα ἅγιον, εἰ μὴ σαρκὶ τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ μονώτατον. Φεύγετε τοίνυν ἀπὸ τῆν δυσμενοῦς τούτου κοινωνίας, καὶ ἔσομααι ὑμῶν κοινωνὸς, καθότι καὶ ὑμεῖς ἐμοῖ. Τοῦ δολεροῦ φάσματος πόῤῥω ὑμῶν τῆς ὀρθοδοξίας ἐκπεπηδηκότος. Φυλάξατε, Χριστοῦ μαθηταὶ, ἐμοῦ δὲ υἱοὶ, τὰς παραδόσεις ἃς παρελάβετε ἀπὸ τῶν θείων Γραφῶν.