Paginae in lingua graeca scriptae/11

E Wikisource
Paginae in lingua graeca scriptae
VI saecolo

 Epistolae et decreta (Felix III) Epistolae 

Epistolae et decreta (Vigilius) , Corpus Corporum

EPISTOLA EUTYCHII AD VIGILIUM.[recensere]

Τῷ τὰ πάντα ἁγιωτάτῳ, καὶ μακαριωτάτῳ κυρίῳ ἀδελφῷ, καὶ συλλειτουργῷ Βιγιλίῳ, Εὐτύχιος. Ἰδόντες ὁπόσων ἀγαθῶν αἰτία ἐστὶν ἡ τοῦ Θεοῦ εἰρήνη φρουροῦσα τὰς καρδίας, καὶ τὰ νοήματα τῶν πιστῶν, καὶ συνάγουσα αὐτοὺς εἰς τὸ ἓν καὶ τὸ αὐτὸ φρονεῖν, ἐν τῇ περὶ τῆς ὀρθῆς πίστεως ὁμολογίᾳ, καὶ τῇ τῶν θείων ἐντολῶν κατορθώσει, καὶ τὸν Θεὸν εὐμενῆ καθιστῶσα τοῖς εἰς τὰ ὀρθὰ ὁμονοοῦσι· διὰ τοῦτο σπουδάζοντες τὴν ἕνωσιν φυλάξαι, πρὸς τὴν καθολικὴν καθέδραν τῆς ὑμετέρας μακαριότητος, φανερὸν ποιοῦμεν ὅτι ἀεὶ ἡμεῖς ἐφυλάξαμεν, καὶ φυλάττομεν τὴν πίστιν, τὴν ἐξαρχῆς παραδοθεῖσαν ὑπὸ τοῦ μεγάλου Θεοῦ, καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῖς ἁγίοις ἀποστόλοις, καὶ παρ' ἐκείνων ἐν παντὶ τῷ κόσμῳ κηρυχθεῖσαν, καὶ ὑπὸ τῶν ἀγίων πατέρων σαφηνισθεῖσαν, καὶ μάλιστα ὑπὸ τῶν ἐν ταῖς ἁγίαις τέτρασι συνόδοις συνελθόντων, οἷς διαπαντὸς, καὶ ἐν πᾶσιν ἀκολουθοῦμεν, καὶ δεχόμεθα, τουτέστι τοὺς τριακοσίους δέκα καὶ ὀκτὼ ἁγίους πατέρας τούς ἐν Νικαίᾳ συνελθόντας, καὶ τὸ ἅγιον σύμβολον, ἤτοι μάθημα τῆς πίστεως ἐκθεμένους, καὶ τὴν Ἀρείου μανίαν ἀναθεματίσαντας, καὶ τοὺς ταύτην φρονήσαντας, ἢ φρονοῦντας. Δεχόμεθα δὲ καὶ τοὺς ἑκατὸν ἁγίους πατέρας τοὺς ἐν Κωνσταντινουπόλει συνελθόντας, οἵ τινες τὸ αὐτὸ ἅγιον μάθημα ἐσαφήνισαν, καὶ τὰ περὶ τῆς θεότητος τοῦ ἁγίου πνεύματος ἐτράνωσαν, καὶ τὴν αἵρεσιν Μακεδονίου τοῦ πνευματομάχου, καὶ τὸν ἀσεβῆ Ἀπολινάριον κατέκριναν, μετὰ τῶν τὰ αὐτὰ ἐκείνοις φρονησάντων, ἢ φρονούντων. Δεχόμεθα δὲ καὶ τοὺς διακοσίους ἁγίους πατέρας τοὺς ἐν τῇ κατ' Ἔφεσον πρώτῃ συνόδῳ ἀθροισθέντας, οἵ τινες διὰ πάντων ἠκολούθησαν τῷ αὐτῷ ἁγίῳ συμβόλῳ, ἤτοι μαθήματι, κατέκριναν δὲ Νεστόριον τὸν ἀσεβῆ καὶ τὰ μυσαρὰ αὐτοῦ δόγματα, καὶ τοὺς τὰ ὅμοια αὐτῷ ὁτεδήποτε φρονήσαντας, ἢ φρονοῦντας. Πρὸς τούτοις δεχόμεθα καὶ τοὺς ἐξακοσίους τριάκοντα ἁγίους πατέρας τοὺς ἐν Χαλκηδόνι συνελθόντας, οἵ τινες καὶ αὐτοὶ διὰ πάντων συνῄνεσαν ταῖς προῤῥηθείσαις ἁγίαις τρισὶ συνόδοις, καὶ ἠκολούθησαν τῷ προῤῥηθέντι συμβόλῳ, ἤτοι μαθήματι, τῷ παρὰ τῶν ἁγίων πατέρων ἐκτεθέντι, καὶ ἀπὸ τῶν ἑκατὸν πεντήκοντα ἁγίων πατέρων σαφηνισθέντι. Καὶ ἀνεθεμάτισαν τοὺς ἕτερον παρὰ τὸ εἰρημένον σύμβολον τολμῶντας διδάσκειν, ἢ ἐκτίθεσθαι καὶ παραδιδόναι ταῖς ἁγίαις τοῦ Θεοῦ ἐκκλησίαις. Κατέκριναν δὲ, καὶ ἀνεθεμάτισαν καὶ Εὐτυχῆ, καὶ Νεστόριον, καὶ τὰ ἀσεβῆ αὐτῶν δόγματα, καὶ τοὺς τὰ ὅμοια αὐτοῖς φρονήσαντας, ἢ φρονοῦντας. Τούτων οὕτως ἐχόντων, δῆλον ποιοῦμεν, ὅτι πάντα τὰ ἀπὸ τῶν προειρημένων ἁγίων τεσσάρων συνόδων κριθέντα τε, καὶ ὁρισθέντα, καὶ ἐφυλάξαμεν, καὶ φυλάττομεν. Ἐπειδὴ κᾂν κατὰ διαφόρους χρόνους αἱ εἰρημέναι ἁγίαι τέσσαρες σύνοδοι ἐγένοντο, ὅμως μίαν καὶ τὴν αὐτὴν ὁμολογίαν τῆς πίστεως ἐφύλαξαν, καὶ ἐκήρυξαν. Δεχόμεθα δὲ καὶ περιπτυσσόμεθα καὶ τὰς ἐπιστολὰς τῶν προέδρων τῆς ἐν Ῥώμῃ ἀποστολικῆς καθέδρας, τῶν τε ἄλλων, καὶ Λέοντος τοῦ ἐν ἁγίοις, τὰς περὶ τῆς ὀρθῆς πίστεως γεγραμμένας, περὶ τῶν ἁγίων τεσσάρων συνόδων, ἢ μιᾶς ἐξ αὐτῶν. Ὁπότε τοίνυν τὰ προειρημένα παντα καὶ ἐφυλάξαμεν, καὶ φυλάττομεν, καὶ ἐν τούτοις συμφωνοῦμεν ἀλλήλοις, ἀναγκαῖόν ἐστι διαντιβληθῆναι περὶ τῶν τριῶν κεφαλαίων, περὶ ὧν τισι ζήτησις ἀνεφύη. Καὶ διὰ τοῦτο αἰτοῦμεν, προκαθημένης ἡμῶν τῆς ὑμετέρας μακαρεότητος, ἀταράχως καὶ μετὰ ἱερατικῆς πρᾳότητος, τῶν ἁγίων προκειμένων εὐαγγελίων, τὰ αὐτὰ κεφάλαια ἐν μέσῳ προτιθέμενα κοινῷ τρακτάτῳ ζητηθῆναι, καὶ ἀντιβληθῆναι, καὶ πέρας ἐπιτεθῆναι τῇ ζητήσει Θεῷ ἀρέσκον, καὶ σύμφωνον τοῖς παρὰ τῶν ἁγίων τεσσάρων συνόδων ὁρισθεῖσιν· ἐπειδὴ εἰς αὔξησιν τῆς εἰρήνης, καὶ εἰς ὁμόνοιαν τῶν ἐκκλησιῶν συντείνει, τὸ πάσης διχονοίας ἐν μέσου ἀναιρουμένης, τὰ ὑπὸ τῶν ἁγίων τεσσάρων συνόδων ὁρισθέντα, ἀσάλευτα τηρηθῆναι, τοῦ σεβάσματος τῶν ἁγίων συνόδων ἐν ἅπασι φυλαττομένου. Τούτοις δὲ καὶ ὑπεσημηνάμεθα. Καὶ ὑπογραφή. Ἐῤῥωμένος ἐν κυρίῳ ὑπερεύχου ἡμῶν, ἁγιώτατε, καὶ μακαριώτατε ἀδελφέ. Ἐγὼ Εὐτύχιος ἐλέει Θεοῦ ἐπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης, πᾶσι τοῖς προγεγραμμένοις ὑπέγραψα.

NOTA. Ὁ αὐτὸς λίβελλος ἐγένετο καὶ παρὰ Ἀπολιναρίου τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς Ἀλεξανδρέων μεγαλοπόλεως, καὶ Δομνίνου τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς Θεουπολιτῶν, καὶ τῶν ὑπ' αὐτοὺς θεοφιλεστάτων ἐπισκόπων, τῶν καὶ ἐνδημούντων ταύτῃ τῇ βασιλίδι πόλει, πρὸς τὸν αὐτὸν ὁσιώτατον Βιγίλιον.

A[recensere]

Τῷ ἀγαπητῷ ἀδελφῷ Εὐτυχίῳ, καὶ τοῖς ὐπὸ σὲ ἐπισκόποις, Βιγίλιος. « Ἐπληρώθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως (Ψαλ. 125), » ὅτι τῆς συγχύσεως τοῦ διχονοεῖν περιαιρεθείσης, τὴν εἰρήνην ὁ Θεὸς τῇ αὐτοῦ ἀποκατέστησεν ἐκκλησίᾳ, ἵνα πληρωθῇ τὸ γεγραμμένον, « Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπιτοαυτό (Ψαλ. 132); » Πάνυ γὰρ ἡμᾶς ἐν κυρίῳ ἀγαλλιᾶσθαι προσήκει, ὅτι περ ἐγγράφως ἡμῶν [ἴσ. ἡμῖν] προσηνέχθη πληροφορία τῆς ὑμετέρας ἀγάπης, ἧς ἡ δύναμις οὕτως ἔχει. Inserta est hoc loco superior Eutychii epistola, plenior autem hic est subscriptio aliquot verbis, ut in editione Latina. Τούτοις δὲ καὶ ὑπεσημηνάμεθα, ταύτης τῆς ὀρθοδόξου ὁμολογίας τὴν φαιδρὸτητα ἀσμένως περιπτυξάμενοι, τὰ αὐτὰ ἡμεῖς διὰ πάντων καὶ ἐν ἅπασιν ἀποδεχόμενοι, φυλάξειν τε καὶ ἀμωμήτως τηρήσειν, τοῦ Θεοῦ ἡμῶν προηγουμένου, ἐπαγγελλόμεθα. Ἁπάντων τοίνυν τῶν τῇ ὑμετέρᾳ περιεχομένων ὁμολογίᾳ ἐν τῇ οἰκείᾳ δυνάμει εἰς τὸ διηνεκὲς μενόντων, ᾔτησεν ἡ ἀδελφότης ὑμῶν ὥστε ἡμῶν προκαθημένων, περὶ τῶν τριῶν κεφαλαίων, ἐξ ὧν ζήτησις ἀνεφύη, ἀταράχως τε, καὶ μετὰ ἱερατικῆς πρᾳότητος, τῶν ἁγίων προκειμένων εὐαγγελίων, συγκριθῆναι, καὶ τέλος τῇ ζητήσει ταύτῃ τῷ Θεῷ ἀρέσκον, καὶ συμβαῖνον τοῖς παρὰ τῶν μνημονευθεισῶν τεσσάρων ἁγίων συνόδων ὁρισθεῖσιν, ἐπιτεθῆναι· ἵνα πάσης ἐκ μέσου διχονοίας ἀναιρουμένης, τὰ ἀπὸ τῶν ἁγίων τεσσάρων συνόδων ὁρισθέντα, ἀσάλευτα φυλαχθείη, τοῦ σεβάσματος τῶν αὐτῶν συνόδων ἐν ἅπασι φυλαττομένου. Ἣνπερ ὁμολογίαν τῶν πατρικῶν παραδόσεων μνημονεύουσαν, καὶ αὐταῖς ἀκολουθοῦσαν, τοῦτο μὲν ἐν τῇ ὑμῶν ἀδελφότητι, τοῦτο δὲ ἐν ἅπασι τοῖς τὰ ὅμοια ὁμολογήσασί τε, καὶ ὁμολογοῦσι, παντὸς ἐπαίνου πεπληρωμένην κρίνομεν, καὶ ἡμετέρους ἐξ αὐτοῦ τοῦ πράγματος ἀληθῶς ἀδελφοὺς ἐπιγινώσκομεν. Ὅθεν τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἱκετεύομεν, ὥστε πάντας ἡμᾶς ἐν ταύτῃ τῇ ὁμολογίᾳ, καὶ ταῖς πατρικαῖς παραδόσεσιν ἐμμένοντας, ἀξίους εὑρεθῆναι τοῦ ἐπαγγέλματος ἡμῶν, καὶ ἐν τῇ ἡμέρᾳ τῆς θείας κρίσεως ἐπ' οὐδεμιᾷ παραβάσει τῶν πατρικῶν διατυπώσεων ὑπευθύνους εὑρεθῆναι. Τούτων οὕτως εἰρημένων, τῆς ὑμετέρας αἰτήσεως τὸν πὸθον ἐγνωκότες, ἐπενεύσαμεν, ἵνα περὶ τῶν τριῶν κεφαλαίων, ἐξ ὧν ζήτησις ἀνεφύη, γινομένης κανονικῆς συνόδου, καὶ τοῦ δικαίου φυλαττομένου, ἐν μέσῳ (τῶν) προκειμένων τῶν ἁγίων εὐαγγελίων, ἅμα τοῖς ἑνωθεῖσιν ἡμῖν ἀδελφοῖς, σύγκρισιν ποιησώμεθα, καὶ τέλις δοθῇ τῷ Θεῷ ἀρέσκον, καὶ συμβαῖνον τοῖς παρὰ τῶν ἁγίων τεσσάρων συνόδων ὁρισθεῖσιν· εἰδότες δηλαδὴ, καθάπερ καὶ ἡ τῆ κοινῆς ὁμολογίας μαρτυρία δείκνυσιν, ὡς τῶν μνημονευθεισῶν τεσσάρων συνόδων ἐν ἅπασι τὸ σέβας φυλάττεται. Ὑπογραφή. Ὁ Θεός σε ὑγιῆ διαφυλάξοι, ἀδελφὲ τιμιώτατε. Ἐδόθη πρὸ ἑπτὰ εἰδῶν Ἰανουαρίων, βασιλείας τοῦ δεσπότου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου ἔτους εἰκοστοεβδόμου, μετὰ τὴν ὑπατείαν Βασιλείου τοῦ λαμπροτάτου, ἔτους δωδεκάτου.

NOTA. Τῷ αὐτῷ τύπῳ ἔγραψε καὶ πρὸς Ἀπολινάριον τὸν ὁσιώτατον ἀρχιεπίσκοπον τῆς Ἀλεξανδρέων μεγαλοπόλεως, καὶ πρός Δομνῖνον τὸν ὁσιώτατον ἀρχιεπίσκοπον τῆς Θεουπολιτῶν, καὶ τὴν ὑπ' αὐτοὺς σύνοδον.